Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 57

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας. Εἴ πως ἐγένετο φανερὸν τῇ θεοσεβείᾳ σου τῆς εὐφροσύνης τὸ μέγεθος, ἣν ἐμποιεῖς ἡμῖν ὁσάκις ἂν ἐπιστέλλῃς, οἶδα ὅτι οὐκ ἄν ποτε παραπεσοῦσαν γραμμάτων πρόφασιν ὑπερέβης· ἀλλὰ καὶ ἐπενόησας ἂν πολλὰς ἡμῖν ποιεῖν ἑκάστοτε τὰς ἐπιστολάς, γνωρίζων τὸν ἐπὶ τῇ ἀναπαύσει τῶν θλιβομένων παρὰ τοῦ φιλανθρώπου Δεσπότου μισθὸν ἀποκείμενον. πάντα γὰρ ὀδύνης τὰ τῇδε πεπλήρωται, καὶ μόνη ἡμῖν ἐστιν ἀποστροφὴ τῶν δεινῶν ἡ τῆς σῆς ὁσιότητος ἔννοια· ἣν ἐναργεστέραν ἡμῖν ἐμποιεῖ ἡ διὰ τῶν πάσης σοφίας καὶ χάριτος πεπληρωμένων γραμμάτων σου ὁμιλία. ὥστε ὅταν λάβωμεν εἰς χεῖρας τὴν ἐπιστολήν σου, πρῶτον μὲν τὸ μέτρον αὐτῆς ἐπισκοποῦμεν, καὶ τοσοῦτον αὐτὴν ἀγαπῶμεν, ὅσῳπερ ἂν περισσεύῃ τῷ πλήθει. ἔπειτα διεξίοντες, τῷ μὲν ἀεὶ προστυγχάνοντι τοῦ λόγου χαίρομεν, τῷ τέλει δὲ τῆς ἐπιστολῆς προσεγγίζοντες, δυσχεραίνομεν. οὕτω πᾶν ὅτιπερ ἂν εἴπῃς τοῖς γράμμασιν ἔνεστιν ἀγαθόν. ἀπὸ γὰρ ἀγαθῆς καρδίας ἀγαθόν ἐστι τὸ περισσεῦον. Εἰ δὲ καταξιωθείημεν ταῖς σαῖς προσευχαῖς, ἕως ἐσμὲν ἐπὶ γῆς, καὶ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας, καὶ παρʼ αὐτῆς τῆς ζώσης φωνῆς λαβεῖν ὠφέλιμα διδάγματα, ἢ ἐφόδια πρός τε τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα, τοῦτο ἂν μέγιστον τῶν ἀγαθῶν ἐκρίναμεν, καὶ προοίμιον τῆς παρὰ Θεοῦ εὐμενείας ἑαυτοῖς ἐτιθέμεθα. καὶ ἤδη γε τῆς ὁρμῆς εἰχόμεθα ταύτης, εἰ μὴ οἱ γνησιώτατοι καὶ τὰ πάντα φιλάδελφοι ἀδελφοὶ ἐπέσχον ἡμᾶς, ὧν ἵνα μὴ γράμμασι δημοσιεύσω τὴν προαίρεσιν, διηγησάμην τῷ ἀδελφῷ Θεοφράστῳ τῇ σῇ τελειότητι τὰ καθʼ ἕκαστον ἀπαγγεῖλαι.