Letter 58
Late Antiquity Basil of Caesarea Greek- Γρηγορίῳ ἀδελφῷ. Πῶς ἄν σοι διὰ γραμμάτων μαχεσθείην; πῶς δʼ ἂν ἀξίως σου καθαψαίμην τῆς περὶ πάντα χρηστότητος; τρίτον τίς, εἰπέ μοι, τοῖς αὐτοῖς περιπίπτει δικτύοις; τρίτον τίς τῇ αὐτῇ περιπίπτει πάγῃ; οὐδʼ ἂν τῶν ἀλόγων τι τοῦτο ῥᾳδίως πάθοι. μίαν μοι συμπλάσας ἐπιστολὴν ἐκόμισας, ὡς παρὰ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου καὶ κοινοῦ θείου ἡμῶν, ἀπατῶν με οὐκ οἶδα ἀνθʼ ὅτου. ἐδεξάμην ὡς παρʼ ἐπισκόπου διὰ σοῦ κομισθεῖσαν. τί γὰρ οὐκ ἔμελλον; ἐπέδειξα πολλοῖς τῶν φίλων ὑπὸ περιχαρείας, ηὐχαρίστησα τῷ Θεῷ. ἠλέγχθη τὸ πλάσμα, αὐτοῦ τοῦ ἐπισκόπου διὰ τῆς ἰδίας φωνῆς ἀρνησαμένου. κατῃσχύνθημεν ἐπʼ ἐκείνῃ· ηὐξάμεθα ἡμῖν διαστῆναι τὴν γῆν, ῥᾳδιουργίας καὶ ψεύδους καὶ ἀπάτης ὀνείδει περιβληθέντες. δευτέραν πάλιν ἀπέδωκάν μοι, ὡς διὰ τοῦ οἰκέτου σου Ἀστερίου παρʼ αὐτοῦ τοῦ ἐπισκόπου μοι ἀποσταλεῖσαν. οὐδὲ ἐκείνην ἀληθῶς αὐτὸς ὁ ἐπίσκοπος διεπεμψατο, ὡς ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἄνθιμος ἡμῖν ἀπήγγειλε. τρίτην πάλιν Ἀδαμάντιος ἧκε πρὸς ἡμᾶς κομίζων. πῶς ἔδει με δέξασθαι τὰ διὰ σοῦ καὶ τῶν σῶν πεμπόμενα; ηὐξάμην ἂν λίθου καρδίαν ἔχειν, ὥστε μήτε τῶν παρελθόντων μεμνῆσθαι μήτε τῶν παρόντων αἰσθάνεσθαι, ὑπὲρ τοῦ πᾶσαν πληγὴν εἰς γῆν κεκυφὼς φέρειν ὡς τὰ βοσκήματα. ἀλλὰ τί πάθω πρὸς τὸν ἐμαυτοῦ λογισμόν, μετὰ μίαν καὶ δευτέραν πεῖραν, οὐδὲν δυνάμενον ἀνεξετάστως προσίεσθαι; Ταῦτα τῆς σῆς ἁπλότητος καθαπτόμενος ἔγραψα, ἣν οὐδʼ ἄλλως πρέπουσαν Χριστιανοῖς, τῷ παρόντι καιρῷ ὁρῶ μὴ ἁρμόζουσαν, ἵνα πρὸς γοῦν τὸ ἐφεξῆς ἑαυτόν τε φυλάττοις κἀμοῦ φείδῃ· ἐπειδή, δεῖ γάρ με πρὸς σὲ μετὰ παῤῥησίας εἰπεῖν, ἀναξιόπιστος εἶ τῶν τοιούτων διάκονος· πλὴν οἵτινες ἂν ὦσιν οἱ ἐπεσταλκότες, ἀπεκρινάμεθα αὐτοῖς τὰ εἰκότα. εἴτε οὖν αὐτὸς απόπειράν μοι καθιείς, εἴτε τῷ ὄντι παρὰ τῶν ἐπισκόπων λαβὼν τὴν ἐπιστολὴν ἔπεμψας, ἔχεις τὰς ἀποκρίσεις. σὲ δὲ ἄλλα εἰκὸς ἦν ἐν τῷ παρόντι φροντίζειν, ἀδελφόν τε ὄντα καὶ μήπω τῆς φύσεως ἐπιλελησμένον, μηδὲ ἐν ἐχθροῦ μοίρᾳ ἡμᾶς ὁρῶντα, ἐπειδὴ εἰς βίον παρήλθομεν συντρίβοντα μὲν ἡμῶν τὸ σῶμα, κακοῦντα δὲ καὶ τὴν ψυχὴν τῷ ὑπερβαίνειν τὴν ἡμετέραν δύναμιν. ἀλλʼ ὅμως, ἐπειδὴ οὕτως ἐκπεπολέμωσαι, τούτου ἕνεκεν παρεῖναί σε δεῖ νῦν καὶ κοινωνεῖν τῶν πραγμάτων. Ἀδελφοὶ γάρ, φησίν, ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι. Εἰ δὲ τῷ ὄντι συντυχίαν ἡμετέραν καταδέχονται οἱ αἰδεσιμώτατοι ἐπίσκοποι, καὶ τόπον ἡμῖν ὡρισμένον καὶ καιρὸν γνωρισάτωσαν, καὶ δι’ ἰδίων ἡμᾶς ἀνθρώπων μεταστειλάσθωσαν. ὥσπερ γὰρ πρὸς τὸ ἀπαντῆσαι αὐτὸς πρὸς τὸν ἐμαυτοῦ θεῖον οὐκ ἀπαξιῶ, οὕτως ἐὰν μὴ μετὰ τοῦ πρέποντος σχήματος ἡ κλῆσις γένηται, οὐκ ἀνέξομαι.