Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 64

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἡσυχίῳ Ἐμὲ πολλὰ μὲν ἦν καὶ ἐξ ἀρχῆς τὰ συνάπτοντά σου τῇ τιμιότητι, ὅ τε περὶ λόγους κοινὸς ἔρως, πολλαχοῦ παρὰ τῶν πεπειραμένων περιφερόμενος, ἥ τε πρὸς τὸν θαυμάσιον ἄνδρα Τερέντιον ἡμῖν ἐκ παλαιοῦ φιλία. ἐπεὶ δὲ καὶ ὁ πάντα ἄριστος, καὶ πάσης ἡμῖν οἰκειότητος ὄνομα ἐκπληρῶν, ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἐλπίδιος εἰς λόγους ἀφίκετο, καὶ ἕκαστα τῶν ἐν σοὶ καλῶν διηγήσατο (δυνατώτατος δέ, εἴπερ τις ἄλλος, καὶ ἀρετὴν ἀνθρώπου καταμαθεῖν, καὶ παραστῆσαι ταύτην τῷ λόγῳ), τοσοῦτον ἡμῖν τὸν ἐπὶ σοὶ πόθον ἐξέκαυσεν, ὥστε εὔχεσθαι ἡμᾶς ἐπιστῆναί σέ ποτε τῇ παλαιᾷ ἑστίᾳ ἡμῶν, ἵνα μὴ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ τῶν ἐν σοὶ καλῶν ἀπολαύσωμεν.