Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 65

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Ἀταρβίῳ Καὶ τί πέρας ἔσται τῆς σιωπῆς, εἰ ἐγὼ μέν, τὰ ἐκ τῆς ἡλικίας πρεσβεῖα ἀπαιτῶν, ἀναμένοιμι παρὰ σοῦ γενέσθαι τὴν ἀρχὴν τῆς προσφωνήσεως, ἡ δὲ σὴ ἀγάπη ἐπὶ πλεῖον βούλοιτο τῇ βλαβερᾷ κρίσει τῆς ἡσυχίας ἐγκαρτερεῖν; ἀλλʼ ὅμως ἐγώ, τὴν ἐν τοῖς φιλικοῖς ἧτταν νίκης ἔχειν δύναμιν ἡγησάμενος, ὁμολογῶ σοι μὲν παραχωρεῖν τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτιμίας. αὐτὸς δὲ πρῶτος ἐπὶ τὸ γράφειν ἦλθον, εἰδὼς ὅτι ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, οὐδαμοῦ ζητεῖ τὸ ἑαυτῆς· διόπερ οὔτε ἐκπίπτει ποτέ. ἀταπείνωτος γὰρ ὁ κατὰ ἀγάπην τῷ πλησίον ὑποτασσόμενος. ὅπως οὖν καὶ αὐτὸς πρὸς γοῦν τὸ ἑξῆς τὸν πρῶτον καὶ μέγιστον καρπὸν τοῦ Πνεύματος ἐπιδεικνύμενος, τὴν ἀγάπην, ἀπορρίψῃς μὲν τὸ τῶν ὀργιζομένων σκυθρωπόν, ὅπερ ἡμῖν διὰ τῆς σιωπῆς ὑποφαίνεις, ἀναλάβῃς δὲ χαρὰν ἐν τῇ καρδίᾳ, εἰρήνην πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, σπουδὴν καὶ μέριμναν ὑπὲρ τῆς τῶν ἐκκλησιῶν τοῦ Κυρίου διαμονῆς. γίνωσκε γάρ, ὅτι, εἰ μὴ τὸν ἴσον ἡμεῖς ἀγῶνα ὑπὲρ τῶν ἐκκλησιῶν ἀναλάβοιμεν, ὁπόσον ἔχουσιν οἱ ἀντικείμενοι τῇ ὑγιαινούσῃ διδασκαλίᾳ εἰς καθαίρεσιν αὐτῶν καὶ παντελῆ ἀφανισμόν, οὐδὲν τὸ κωλῦον οἴχεσθαι μὲν παρασυρεῖσαν ὑπὸ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, παραπολαῦσαι δέ τι καὶ ἡμᾶς τοῦ κρίματος, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἐν ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ συμπνοίᾳ τῇ κατὰ τὸν Θεὸν τὴν ἐνδεχομένην μέριμναν ὑπὲρ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἐπιδειξαμένους. Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὴν ἐντολὴν τοῦ Χριστοῦ τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. ἅμα δὲ κἀκεῖνο λογίζεσθαι τὴν ἀγαθήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν καὶ πρὸς ἡμᾶς εἰσέλθοι ποτέ, κἂν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοῦς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον.