Letter 75
Late Antiquity Basil of Caesarea Greek- Ἀβουργίῳ Πολλῶν ὄντων ἃ τὸ σὸν ἦθος ὑπὲρ τοὺς ἄλλους εἶναι πεποίηκεν, οὐδὲν οὕτως ἴδιόν ἐστι σὸν ὡς ἡ περὶ τὴν πατρίδα σπουδή, δικαίας αὐτῇ ἀποδιδόντος σου τὰς ἀμοιβάς, ἐξ ἧς ὁρμηθεὶς τοσοῦτος ἐγένου, ὥστε διὰ πάσης τῆς οἰκουμένης γνώριμον εἶναί σου τὴν περιφάνειαν. αὕτη τοίνυν ἡ πατρίς, ἡ σὲ ἐνεγκοῦσα καὶ θρεψαμένη, εἰς τὴν τῶν παλαιῶν διηγημάτων ἀπιστίαν περιελήλυθε· καὶ οὐκ ἄν τις ἐπιστὰς ἡμῶν τῇ πόλει, οὐδὲ τῶν πάνυ συνήθων, αὐτὴν γνωρίσειεν· οὕτως εἰς πᾶσαν ἐρημίαν ἀθρόως μετεσκεύασται, πολλῶν μὲν καὶ πρότερον αὐτῆς ἀφαιρεθέντων τῶν πολιτευομένων, νῦν δὲ σχεδὸν ἁπάντων εἰς τὴν Ποδανδὸν μετοικισθέντων. ὧν ἀκρωτηριασθέντες οἱ λειπόμενοι καὶ αὐτοὶ εἰς πᾶσαν ἀπόγνωσιν μεταπεπτώκασι, καὶ πᾶσι τοσοῦτον ἐνεποίησαν τῆς ἀθυμίας τὸν ὄγκον, ὥστε σπανίζειν λοιπὸν καὶ τῶν οἰκητόρων τὴν πόλιν, καὶ γεγενῆσθαι τὰ τῇδε ἐρημίαν δεινήν, ἐλεεινὸν μὲν φίλοις θέαμα, πολλὴν δὲ χαρὰν καὶ εὐθυμίαν φέρον τοῖς πάλαι ἐφεδρεύουσιν ἡμῶν τῷ πτώματι. τίνος οὖν ἐστὶ χεῖρα ἡμῖν ὀρέξαι ; ἢ τίνος συμπαθὲς ἐφʼ ἡμῖν ἀφεῖναι δάκρυον, ἀλλʼ οὐχὶ τῆς σῆς ἡμερότητος, ὃς καὶ ἀλλοτρίᾳ συμπαθοῖς πόλει τοιαῦτα καμνούσῃ, μὴ ὅτι γε τῇ σε παραγαγούσῃ εἰς τὸν βίον; εἴ τις οὖν δύναμις, ταύτην νῦν ἐπὶ τῆς παρούσης χρείας ἡμῖν ἐπίδειξαι. πάντως δὲ μεγάλην ἔχεις τὴν παρὰ τοῦ Θεοῦ ῥοπήν, ὃς ἐπʼ οὐδενὸς καιροῦ καταλέλοιπέ σε, καὶ πολλὰς ἔδωκέ σοι τῆς παρʼ ἑαυτοῦ εὐμενείας τὰς ἀποδείξεις· μόνον ἐὰν θελήσῃς ὅλως διαναστῆναι πρὸς τὴν ἐπιμέλειαν ἡμῶν, καὶ τῇ προσούσῃ σοι δυνάμει χρήσασθαι εἰς τὴν ὑπὲρ τῶν πολιτῶν βοήθειαν.