Letter 76
Late Antiquity Basil of Caesarea Greek- Σωφρονίῳ μαγίστρῳ Τὸ μὲν μέγεθος τῶν καταλαβουσῶν συμφορῶν τὴν πατρίδα ἡμῶν αὐτὸν ἐμὲ ἠνάγκαζε, καταλαβόντα τὸ στρατόπεδον, τῇ τε σῇ μεγαλοφυΐᾳ διηγήσασθαι τὴν κατέχουσαν ἡμῶν τὴν πόλιν κατήφειαν, καὶ τοῖς λοιποῖς ὅσοι ἐπὶ μεγίστης ἐστὲ δυνάμεως τῶν πραγμάτων. ἐπειδὴ δὲ ἥ τε τοῦ σώματος ἀρρωστία καὶ ἡ τῶν ἐκκλησιῶν ἐπιμέλεια κατέχει με, τέως διὰ γράμματος ἀποδύρασθαι πρὸς τὴν σὴν μεγαλόνοιαν ἐπείχθην, γνωρίζων, ὅτι οὔτε σκάφος ἐν πελάγει πνεύμασι βιαίοις καταβαπτισθὲν οὕτως ἀθρόως ἠφανίσθη ποτέ, οὐ σεισμοῖς ἐκτριβεῖσα πόλις, οὐχ ὕδασιν ἐπικλυσθεῖσα, εἰς ἀθρόον ἀφανισμὸν ἐχώρησεν οὕτως, ὡς ἡ ἡμετέρα τῇ καινῇ ταύτῃ τῶν πραγμάτων οἰκονομίᾳ καταποθεῖσα εἰς ἀπώλειαν ἐχώρησε παντελῆ. καὶ μῦθος γέγονε τὰ ἡμέτερα. οἴχεται μὲν γὰρ τὸ πολίτευμα· πᾶν δὲ τὸ πολιτικὸν σύνταγμα, τῇ περὶ τοὺς κρατοῦντας ἀθυμίᾳ καταλιπὸν τὴν ἐν τῇ πόλει οἴκησιν, διὰ τῆς ἀγροικίας πλανᾶται. ἐπιλέλοιπε δὲ λοιπὸν καὶ ἡ τῶν ἀναγκαίων διάθεσις, καὶ ὅλως ἀωρότατον θέαμα γεγένηται ἡ πρότερον ἀνδράσι τε λογίοις ἐπαγαλλομένη καὶ τοῖς λοιποῖς, οἷς εὐθηνοῦνται πόλεις ἀνευδεῶς διάγουσαι. Μίαν δὲ ἐνομίσαμεν ὡς ἐν δεινοῖς παραμυθίαν εἶναι, τὸ ἐπιστενάξαι τοῖς πάθεσιν ἡμῶν πρὸς τὴν σὴν ἡμερότητα, καὶ παρακαλέσαι, εἴ τις δύναμις, χεῖρα ὀρέξαι τῇ πόλει ἡμῶν εἰς γόνυ κλιθείσῃ. τὸν δὲ τρόπον δι’ οὗ ἂν γένοιο ἐν καιρῷ τοῖς πράγμασιν, αὐτὸς μὲν εἰσηγεῖσθαι οὐκ ἔχω, σοι δὲ πάντως καὶ εὑρεῖν διὰ τὴν σύνεσιν ῥᾴδιον, καὶ χρήσασθαι τοῖς εὑρεθεῖσι, διὰ τὴν παρὰ Θεοῦ σοι δεδομένην δύναμιν, οὐ χαλεπόν.