Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 82

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Ὅταν μὲν πρὸς τὰ πράγματα ἀποβλέψωμεν καὶ τὰς δυσκολίας κατίδωμεν, ὑφʼ ὧν πᾶσα ἀγαθὴ ἐνέργεια οἷον ὑπό τινος δεσμοῦ ἐμποδιζομένη κατέχεται, εἰς ἀπόγνωσιν ἑαυτῶν ἐρχόμεθα παντελῆ· ὅταν δὲ πάλιν πρὸς τὴν σὴν ἀπίδωμεν σεμνοπρέπειαν, καὶ λογισώμεθα, ὅτι σὲ ἰατρὸν τῶν ἐν ταῖς ἐκκλησίαις ἀρρωστημάτων ὁ Κύριος ἡμῶν ἐταμιεύσατο, ἀναλαμβάνομεν ἑαυτῶν τοὺς λογισμούς, καὶ ἐκ τοῦ κατὰ τὴν ἀπόγνωσιν πτώματος πρὸς τὴν ἐλπίδα τῶν χρηστοτέρων διανιστάμεθα. λέλυται πᾶσα Ἐκκλησία, ὡς οὐδὲ ἡ σὴ φρόνησις ἀγνοεῖ. καὶ ὁρᾷς πάντως τὰ ἑκασταχοῦ, οἷον ἀφʼ ὑψηλῆς τινὸς σκοπιᾶς τῆς τοῦ νοῦ θεωρίας· ὅπως, καθάπερ ἐν πελάγει, πολλῶν ὁμοῦ συμπλεόντων, ὑπὸ τῆς βίας τοῦ κλύδωνος πάντες ὁμοῦ ἀλλήλοις προσρήγνυνται· καὶ γίνεται τὸ ναυάγιον, πῆ μὲν ἐκ τῆς ἔξωθεν αἰτίας βιαίως κινούσης τὴν θάλατταν, πῆ δὲ ἐκ τῆς τῶν ἐμπλεόντων ταραχῆς ἀντιβαινόντων ἀλλήλοις καὶ διωθουμένων. ἀρκεῖ ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, οὔτε τῆς σῆς σοφίας ἐπιτρεπούσης τι πλέον, οὔτε τῆς καταστάσεως ἐπιτρεπούσης ἡμῖν τὴν παρρησίαν. καὶ πρὸς ταῦτα τίς ἱκανὸς κυβερνήτης; τίς ἀξιόπιστος διαναστῆσαι τὸν Κύριον ἐπιτιμῆσαι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ; τίς ἕτερος ἢ ὁ ἐκ παιδὸς τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐναθλήσας ἀγῶσιν; Ἐπεὶ οὖν ὥρμηται νῦν γνησίως πᾶν τὸ περὶ ἡμᾶς ὑγιαῖνον κατὰ τὴν πίστιν εἰς τὴν πρὸς τοὺς ὁμοδόξους κοινωνίαν καὶ ἕνωσιν, θαρρούντως ἤλθομεν εἰς τὴν παράκλησίν σου τῆς ἀνεξικακίας, ἐπιστεῖλαι πᾶσιν ἡμῖν ἐπιστολὴν μίαν, παραίνεσιν ἔχουσαν τῶν πρακτέων. οὕτω γὰρ βούλονται παρὰ σοῦ τὴν ἀρχὴν ὑπάρξαι αὐτοῖς τῶν κοινωνικῶν διαλέξεων. ἐπειδὴ δὲ ἴσως ὕποπτοι καταφαίνονταί σοι τῇ μνήμῃ τῶν παρελθόντων, ἐκεῖνο ποίησον, θεοφιλέστατε πάτερ· ἐμοὶ τὰς πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς διάπεμψαι ἢ διά τινος τῶν αὐτόθεν πιστῶν, ἢ καὶ διὰ τοῦ ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἡμῶν, ἃς ὑποδεξάμενος οὐ ρότερον δώσω, μὴ λαβὼν τὰς παρʼ αὐτῶν αποκρίοεις· ἐὰν δὲ μή, Ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. πάντως δὲ οὐ πλείονος ἄξιον φόβου τοῦτο τῷ ἐξ ἀρχῆς εἰπόντι πρὸς τὸν πατέρα ἢ ἐμοὶ νῦν πρὸς σὲ τὸν πνευματικὸν πατέρα λέγοντι. εἰ δὲ τοῦτο παντὶ τρόπῳ ἀπηγόρευται παρὰ σοί, ἀλλʼ ἡμᾶς γε τῆς ἐπὶ τῇ διακονίᾳ αἰτίας ἄφες, ἀδόλως καὶ ἀκατασκεύως, ἐπιθυμίᾳ τῆς εἰρήνης καὶ τῆς πρὸς ἀλλήλους ἡμῶν συναφείας τῶν ὁμονοούντων εἰς τὰ πρὸς τὸν Κύριον, ἐπὶ τὴν πρεσβείαν ταύτην καὶ μεσιτείαν ἀφικομένους.