Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 81

    Basil of Caesarea

    In the atlas

    3 min
    1. Ἰννοκεντίῳ ἐπισκόπῳ Ὅσον εὐθύμησα δεξάμενος γράμματα τῆς ἀγάπης σου, τοσοῦτον ἐλυπήθην, ὅτι βάρος ἐπέθηκας ἡμῖν φροντίδος τῆς ὑπερβαινούσης ἡμᾶς. πῶς γὰρ δυνηθῶμεν ἀπὸ τοσούτου διαστήματος τοσαύτης ἡμεῖς οἰκονομίας περιγενέσθαι; ἕως μὲν γὰρ ὑμᾶς ἔχει ἡ Ἐκκλησία, ὡς ἰδίοις στηρίγμασιν ἐπαναπαύεται, ἐὰν δέ τι περὶ τῆς ὑμετέρας ζωῆς ὁ Κύριος οἰκονομήσῃ, τίνας δύναμαι ὁμοτίμους ἐντεῦθεν ὑμῖν εἰς τὴν ἐπιμέλειαν τῶν ἀδελφῶν ἐκπέμπειν; ὅπερ σὺ ἐπεζήτησας διὰ τῶν γραμμάτων, καλῶς ποιῶν καὶ ἐμφρόνως, βουλόμενος ζῶν ἰδεῖν τὸν μετὰ σὲ μέλλοντα κυβερνᾷν τὸ ἐκλεκτὸν ποίμνιον τοῦ Κυρίου· ὃ καὶ ὁ μακάριος Μωϋσῆς καὶ ἐπεθύμησε καὶ εἶδεν· ἐπεὶ οὖν καὶ ὁ τόπος μέγας καὶ περιβόητος, καὶ τὸ σὸν ἔργον παρὰ πολλοῖς ὀνομαστόν, καὶ οἱ καιροὶ χαλεποί, μεγάλου χρείαν ἔχοντες κυβερνήτου διὰ τὰς συνεχεῖς ζάλας καὶ τοὺς ἐπανισταμένους κλύδωνας τῇ Ἐκκλησίᾳ, οὐκ ἐνόμισα ἀσφαλὲς εἶναι τῇ ἐμῇ ψυχῇ ἀφωσιωμένως τῷ πράγματι χρήσασθαι, μάλιστα μεμνημένος ὧν ἔγραψας, ὅτι μέλλεις ἐπὶ τοῦ Κυρίου ἀντικαθίστασθαί μοι, δικαζόμενος πρός με ὑπὲρ τῆς ἀμελείας τῶν ἐκκλησιῶν. Ἵνα οὖν μὴ εἰσέλθω εἰς κρίσιν μετὰ σοῦ, ἀλλὰ μᾶλλον κοινωνόν σε εὕρω τῆς ἀπολογίας μου τῆς ἐπὶ τοῦ Χριστοῦ, περιβλεψάμενος ἐν τῷ συνεδρίῳ τοῦ πρεσβυτερίου τοῦ κατὰ τὴν πόλιν, ἐξελεξάμην τὸ τιμιώτατον σκεῦος, τὸν ἔκγονον τοῦ μακαρίου Ἑρμογένους, τοῦ τὴν μεγάλην καὶ ἄρρηκτον πίστιν γράψαντος ἐν τῇ μεγάλῃ συνόδῳ· πρεσβύτερον τῆς ἐκκλησίας ἐκ πολλῶν ἤδη ἐτῶν, εὐσταθῆ τὸν τρόπον, ἔμπειρον κανόνων, ἀκριβῆ τὴν πίστιν, ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει μέχρι νῦν διάγοντα· εἰ καὶ ὅτι τὸ εὔτονον αὐτοῦ τῆς σκληραγωγίας λοιπὸν κατεδαπάνησε τὴν σάρκα· πτωχὸν καὶ μηδένα πορισμὸν ἔχοντα ἐν τῷ κόσμῳ τούτῳ, ὡς μηδὲ ἄρτου αὐτὸν εὐπορεῖν, ἀλλὰ διὰ τῶν χειρῶν ἐκπλέκειν τὸν βίον μετὰ τῶν ἀδελφῶν τῶν συνόντων αὐτῷ. τοῦτον ἐμοὶ βουλητόν ἐστιν ἀποστεῖλαι. Εἰ οὖν καὶ αὐτὸς τοιούτου χρῄζεις ἀνδρός, ἀλλὰ μὴ αὐτὸ τοῦτο νεωτέρου τινὸς ἐπιτηδείου μόνον πρὸς τὸ πέμπεσθαι καὶ τὰς βιωτικὰς ἐξανύειν χρείας, ταχύ μοι διὰ πρώτης ἀφορμῆς ἐπιστεῖλαι καταξίωσον, ἵνα πέμψω σοι τοῦτον τὸν ἄνδρα, ἐκλεκτὸν ὄντα τοῦ Θεοῦ, καὶ τῷ πράγματι ἐπιτήδειον, αἰδέσιμον τοῖς ἐντυγχάνουσι, καὶ ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. ὃν ἠδυνάμην καὶ εὐθὺς ἐκπέμψαι· ἀλλʼ ἐπειδὴ αὐτὸς προλαβὼν ἐπεζήτησας ἄνθρωπον, τὰ μὲν ἄλλα καλὸν καὶ ἀγαπητὸν ἡμῖν, τοῦ δὲ προειρημένου ἀνδρὸς παραπολὺ ἀποδέοντα, ἠβουλήθην σοι φανερὰν γενέσθαι τὴν ἐμαυτοῦ γνώμην ἵνʼ, εἰ χρῄζεις ἀνδρὸς τοιούτου, ἢ ἐκπέμψῃς τινὰ τῶν ἀδελφῶν τὸν συμπαραληψόμενον αὐτὸν περὶ τὰς νηστείας, ἢ ἐπιστείλῃς ἡμῖν, ἐὰν μηδένα ἔχῃς τὸν δυνάμενον τῆς μέχρις ἡμῶν ὁδοιπορίας τὸν κάματον ὑποστῆναι.