Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 86

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Τῷ ἡγεμόνι Οἶδα μεγίστην καὶ πρώτην σπουδὴν οὖσαν τῇ τιμιότητί σου πάντα τρόπον χαρίζεσθαι τῷ δικαίῳ, δευτέραν δὲ τὸ καὶ τοὺς φίλους εὖ ποιεῖν καὶ τῶν προσφευγόντων τῇ προστασίᾳ τῆς σῆς μεγαλονοίας ἀντιποιεῖσθαι. πάντα τοίνυν εἰς ταὐτὸν συνέδραμεν ἐπὶ τῆς παρούσης ὑποθέσεως. καὶ γὰρ δίκαιόν ἐστι τὸ πρᾶγμα, ὑπὲρ οὗ τὴν πρεσβείαν ποιούμεθα, καὶ ἡμῖν κεχαρισμένον, οὓς ἐν τοῖς φίλοις ἀριθμεῖν τοῖς σεαυτοῦ κατηξίωσας, καὶ ὀφειλόμενον τοῖς τὴν στερρότητά σου εἰς τὴν ὑπὲρ ὧν πεπόνθασι βοήθειαν ἐπικαλουμένοις. Σῖτον γάρ, ὃν μόνον εἶχε πρὸς τὴν ἀναγκαίαν τοῦ βίου διαγωγὴν ὁ ποθεινότατος ἀδελφὸς Δωρόθεος, διήρπασάν τινες ἐν Βηρίσοις τῶν τὰ δημόσια διοικεῖν πεπιστευμένων, εἴτε ἀφʼ ἑαυτῶν ἐλθόντες ἐπὶ τὴν βίαν, εἴτε καὶ ἑτέρων αὐτοῖς ὑποθεμένων. πλὴν οὐδαμόθεν αὐτοῖς τὸ πρᾶγμα ἀνέγκλητον, τί γὰρ ἧττον ἀδικεῖ ὁ οἴκοθεν πονηρὸς ἢ ὁ ἑτέρων κακίᾳ ὑπηρετούμενος ; καὶ τοῖς πεπονθόσιν ἡ ζημία ὁμοία. τοῦτον ἀξιοῦμεν, δι’ ὧν ἀφῃρέθη μὲν ἀπολαβεῖν, καὶ μὴ ἐξεῖναι αὐτοῖς ἐπὶ ἑτέροις τὴν αἰτίαν τῶν τετολμημένων ἀναφέρειν· ὅσου δὲ ἄξιον τὸ τὴν ἐκ τῆς σιτοδείας διαφυγεῖν ἀνάγκην, τοσούτου τὴν χάριν τιμησόμεθα τὴν παρὰ τῆς σῆς μεγαλοφυΐας, ἐὰν ἄρα δοῦναι καταξιώσῃς.