Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 87

    Basil of Caesarea

    In the atlas

    1 min
    1. Ἀνεπίγραφος ὑπὲρ τῶν αὐτῶν Ἐθαύμασα πῶς, σοῦ μεσιτεύοντος, τοσοῦτον ἐτολμήθη κακὸν κατὰ τοῦ συμπρεσβυτέρου ὥστε ἣν μόνην εἶχεν ἀφορμὴν τοῦ βίου, ταύτην διαρπασθῆναι, καὶ τὸ δεινότατον, ὅτι οἱ τοῦτο τετολμηκότες ἐπὶ σὲ τὴν αἰτίαν ὧν πεποιήκασιν ἀναφέρουσιν· ὃν οὐχ ὅπως ἐπιτρέπειν τὰ τοιαῦτα γίνεσθαι, ἀλλὰ καὶ παντὶ σθένει διακωλύειν ἀκόλουθον ἦν, μάλιστα μὲν κατὰ πάντων, εἰ δʼ ἄρα, κατὰ γοῦν τῶν πρεσβυτέρων, καὶ τούτων ὅσοι ἡμῖν ὁμόψυχοι, καὶ τὴν αὐτὴν τῆς εὐσεβείας ὁδὸν πορευόμενοι. εἴ τι οὖν φροντίζεις τοῦ ἀναπαῦσαι ἡμᾶς, ταχέως διορθωθῆναι τὰ γενόμενα ποίησον. δύνασαι γὰρ σὺν Θεῷ καὶ ταῦτα καὶ ἔτι μείζω τούτων κατορθοῦν, οἷς ἂν ἐθέλῃς. ἐπέστειλα δὲ καὶ τῷ ἄρχοντι τῆς πατρίδος, ἵνα, ἐὰν ἀφʼ ἑαυτῶν μὴ θελήσωσι ποιῆσαι τὰ δίκαια, ἐκ τῆς κινήσεως τῶν δικαστηρίων ἀναγκασθῶσι ποιῆσαι.