Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 89

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας Ὁ ἀγαθὸς Θεός, παρασχόμενος ἡμῖν προφάσεις προσηγοριῶν πρὸς τὴν σὴν τιμιότητα, τὸ σφοδρὸν τοῦ πόθου παραμυθεῖται. μάρτυς γὰρ αὐτὸς τῆς ἐπιθυμίας ἡμῶν ἣν ἔχομεν εἰς τὸ θεάσασθαί σου τὸ πρόσωπον, καὶ ἀπολαῦσαι τῆς ἀγαθῆς σου καὶ ψυχωφελοῦς διδασκαλίας. καὶ νῦν δὲ διὰ τοῦ εὐλαβεστάτου καὶ σπουδαιοτάτου ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἐρχομένου παρακαλοῦμέν σε προηγουμένως προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα μὴ πρόσκομμα ὦμεν τῷ λαῷ, μηδὲ ἐμπόδιον ταῖς ὑμετέραις εὐχαῖς πρὸς τὸ δυσωπῆσαι τὸν Κύριον. ἔπειτα καὶ ὑπομιμνήσκομεν καταξιῶσαί σε πάντα τυπῶσαι διὰ τοῦ προειρημένου ἀδελφοῦ, καὶ εἴ τι δεῖ ἐπισταλῆναι τοῖς κατὰ τὴν δύσιν, διὰ τὸ ὀφείλειν ἀναγκαίως καὶ δι’ ἡμετέρου αὐτοῖς ἀπενεχθῆναι γράμματα, αὐτὸν ὑπαγορεῦσαι τὰς ἐπιστολάς. ἡμεῖς γὰρ ἐπιτυχόντες Σαβίνου, τοῦ παρʼ αὐτῶν ἀποσταλέντος διακόνου, ἐπεστείλαμεν πρός τε τοὺς Ἰλλυριοὺς καὶ πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ἐπισκόπους, καί τινας τῶν ἰδίως πρὸς ἡμᾶς ἐπιστειλάντων. εὔλογον δὲ ὡς ἀπὸ κοινοῦ τῆς συνόδου ἀποσταλῆναί τινα τὸν κομίζοντα δεύτερα γράμματα, ἅπερ αὐτὸς κέλευσον τυπωθῆναι. Καὶ περὶ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Ἀθανασίου ἀκριβῶς γινώσκουσαν τὴν τελείαν σου φρόνησιν ὑπομιμνήσκομεν, ὅτι ἀμήχανον τοῖς παρʼ ἐμοῦ γράμμασιν ἐπιδοῦναι ἢ ποιῆσαί τι τῶν ὀφειλομένων, ἐὰν μὴ καὶ παρʼ ὑμῶν, τῶν τότε τὴν κοινωνίαν αὐτοῦ ἀναβαλλομένων, δέξηταί τινα τρόπον. αὐτὸς γὰρ λέγεται πάνυ ὡρμῆσθαι πρὸς τὸ συναφθῆναι ἡμῖν, καὶ τὰ κατὰ δύναμιν συμβαλέσθαι, λυπεῖσθαι δέ, ὅτι καὶ τότε παρεπέμφθη ἀκοινώνητος, καὶ ἔτι νῦν ἀτελεῖς μένουσιν αἱ ὑποσχέσεις. Τὰ δὲ κατὰ τὴν ἀνατολὴν ὅπως διάκειται οὐκ ἔλαθε πάντως τὰς ἀκοὰς τῆς θεοσεβείας σου, καὶ δι’ ἑαυτοῦ δὲ ἀκριβέστερον πάντα ὁ προειρημένος ἀδελφὸς διηγήσεται. ὃν καταξίωσον εὐθὺς ἐκπέμψαι μετὰ τὸ Πάσχα, διὰ τὸ ἀναμένειν τὰς ἀπὸ Σαμοσάτων ἀποκρίσεις· οὗ καὶ τὴν προθυμίαν ἀπόδεξαι, καὶ εὐχαῖς αὐτὸν ἐνισχύσας, πρόπεμψον εἰς τὰ προκείμενα.