Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 90

    Basil of Caesarea

    In the atlas

    4 min
    1. Τοῖς ἁγιωτάτοις ἀδελφοῖς καὶ ἐπισκόποις τοῖς ἐν τῇ δύσει Ὁ ἀγαθὸς Θεός, ὁ ἀεὶ ταῖς θλίψεσι τὰς παρακλήσεις παραζευγνύς, ἔδωκεν ἡμῖν καὶ νῦν ἐπὶ τῷ πλήθει τῶν ὀδυνῶν εὑρέσθαι τινὰ μετρίαν παράκλησιν ἐκ τῶν γραμμάτων, ἃ παρὰ τῆς ὑμετέρας ὀρθότητος ὁ τιμιώτατος πατὴρ ἡμῶν Ἀθανάσιος ὁ ἐπίσκοπος δεξάμενος διεπέμψατο ἡμῖν, ὑγιοῦς πίστεως μαρτυρίαν, καὶ τῆς ἀνεπηρεάστου ὑμῶν ὁμονοίας καὶ συμπνοίας ἀπόδειξιν ἔχοντα, ὥστε καὶ ποιμένας ἀναδεικνύναι τοῖς ἴχνεσι τῶν πατέρων ἀκολουθοῦντας καὶ τὸν λαὸν τοῦ Κυρίου μετʼ ἐπιστήμης ποιμαίνοντας. ταῦτα πάντα ηὔφρανεν ἡμᾶς τοσοῦτον, ὥστε λῦσαι ἡμῶν τὴν κατήφειαν, καὶ μειδίαμά τι βραχὺ ταῖς ψυχαῖς ἡμῶν ἐμποιῆσαι ἀπὸ τῆς σκυθρωπῆς ταύτης τῶν πραγμάτων καταστάσεως, ἐν ᾗ νῦν καθεστήκαμεν. Ἐπέτεινε δὲ ἡμῖν τὴν παράκλησιν ὁ Κύριος διὰ τοῦ υἱοῦ ἡμῶν τοῦ εὐλαβεστάτου συνδιακόνου Σαβίνου, ὃς καὶ τὰ παρʼ ὑμῖν καλὰ διηγησάμενος ἀκριβῶς ἔθρεψεν ἡμῶν τὰς ψυχάς· καὶ τὰ ἡμέτερα δέ, τῇ πείρᾳ μαθών, ἐναργῶς ὑμῖν ἀναγγελεῖ, ἵνα προηγουμένως μὲν διὰ τῆς ἐκτενοῦς καὶ φιλοπόνου δεήσεως τῆς πρὸς τὸν Κύριον συναγωνίζησθε ἡμῖν, ἔπειτα δὲ καὶ τὴν ἐνδεχομένην ὑμῖν παραμυθίαν ταῖς καταπονουμέναις ἐκκλησίαις εἰσενέγκασθαι μὴ παραιτήσησθε. κέκμηκε γὰρ τὰ ἐνταῦθα, ἀδελφοὶ τιμιώτατοι, καὶ ἀπείρηκε πρὸς τὰς συνεχεῖς προσβολὰς τῶν ἐναντίων ἡ Ἐκκλησία, ὥσπερ τι πλοῖον ἐν πελάγει μέσῳ ταῖς ἐπαλλήλοις πληγαῖς τῶν κυμάτων βασανιζόμενον, εἰ μή τις γένοιτο ταχεῖα ἐπισκοπὴ τῆς ἀγαθότητος τοῦ Κυρίου. ὥσπερ οὖν ἡμεῖς ἴδιον ἑαυτῶν ἀγαθὸν ποιούμεθα τὴν ὑμετέραν πρὸς ἀλλήλους σύμπνοιάν τε καὶ ἑνότητα, οὕτω καὶ ὑμᾶς παρακαλοῦμεν συμπαθῆσαι ἡμῶν ταῖς διαιρέσεσι, καὶ μή, ὅτι τῇ θέσει τῶν τόπων διεστήκαμεν, χωρίζειν ἡμᾶς ἀφʼ ἑαυτῶν, ἀλλʼ ὅτι ἑνούμεθα τῇ κατὰ τὸ Πνεῦμα κοινωνίᾳ, εἰς τὴν ἑνὸς σώματος ἡμᾶς συμφωνίαν ἀναλαμβάνειν. Γνώριμα δὲ τὰ θλίβοντα ἡμᾶς, κἂν ἡμεῖς μὴ λέγωμεν· εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην λοιπὸν ἐξήχηται. καταπεφρόνηται τὰ τῶν πατέρων δογματα· ἀποστολικαὶ παραδόσεις ἐξουδένωνται· νεωτεροποιῶν ἀνθρώπων ἐφευρέματα ταῖς ἐκκλησίαις ἐμπολιτεύεται· τεχνολογοῦσι λοιπόν, οὐ θεολογοῦσιν, οἱ ἄνθρωποι· ἡ τοῦ κόσμου σοφία τὰ πρωτεῖα φέρεται, παρωσαμένη τὸ καύχημα τοῦ σταυροῦ. ποιμένες ἀπελαύνονται, ἀντεισάγονται δὲ λύκοι βαρεῖς, διασπῶντες τὸ ποίμνιον τοῦ Χριστοῦ. οἶκοι εὐκτήριοι ἔρημοι τῶν ἐκκλησιαζόντων· αἱ ἐρημίαι πλήρεις τῶν ὀδυρομένων. οἱ πρεσβύτεροι ὀδύρονται, τὰ παλαιὰ συγκρίνοντες τοῖς παροῦσιν· οἱ νέοι ἐλεεινότεροι, μὴ εἰδότες οἵων ἐστέρηνται. Ταῦτα ἱκανὰ μὲν κινῆσαι πρὸς συμπάθειαν τοὺς τὴν Χριστοῦ ἀγάπην πεπαιδευμένους· συγκρινόμενος δὲ τῇ ἀληθείᾳ τῶν πραγμάτων ὁ λόγος παρὰ πολὺ τῆς ἀξίας αὐτῶν ἀπολείπεται. εἴ τι οὖν παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα οἰκτιρμῶν, κινήθητε πρὸς τὴν ἀντίληψιν ἡμῶν. λάβετε ζῆλον εὐσεβείας, ἐξέλεσθε ἡμᾶς τοῦ χειμῶνος τούτου. λαλείσθω καὶ παρʼ ἡμῖν μετὰ παρρησίας τὸ ἀγαθὸν ἐκεῖνο κήρυγμα τῶν πατέρων, τὸ καταστρέφον μὲν τὴν δυσώνυμον αἵρεσιν τὴν Ἀρείου, οἰκοδομοῦν δὲ τὰς ἐκκλησίας ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἐν ᾗ ὁ Υἱὸς ὁμοούσιος ὁμολογεῖται τῷ Πατρί, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁμοτίμως συναριθμεῖταί τε καὶ συλλατρεύεται· ἵνα ἣν ὑμῖν ἔδωκεν ὁ Κύριος ὑπὲρ τῆς ἀληθείας παρρησίαν, καὶ τὸ ἐπὶ τῇ ὁμολογίᾳ τῆς θείας καὶ σωτηρίου Τριάδος καύχημα, τοῦτο καὶ ἡμῖν διὰ τῶν ὑμετέρων εὐχῶν καὶ τῆς συνεργίας ὑμῶν χαρίσηται. τὸ δὲ καθέκαστον αὐτὸς ὁ προειρημένος συνδιάκονος ἀναγγελεῖ ὑμῶν τῇ ἀγάπῃ. καὶ πᾶσι δὲ τοῖς γενομένοις κανονικῶς παρὰ τῆς ὑμετέρας τιμιότητος συνεθέμεθα, τὸν ἀποστολικὸν ὑμῶν ζῆλον ὑπὲρ τῆς ὀρθοδοξίας ἀποδεξάμενοι.