Letter 91
Late Antiquity Basil of Caesarea Greek- Οὐαλεριανῷ, ἐπισκόπῳ Ἰλλυριῶν Χάρις τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν ἀρχαίας ἀγάπης καρπὸν ἰδεῖν ἐν τῇ σῇ καθαρότητι, ὅς γε τοσοῦτον διεστὼς τῷ σώματι, συνῆψας ἡμῖν σεαυτὸν διὰ γράμματος, καὶ τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ περιπτυξάμενος ἡμᾶς, ἀμύθητόν τι φίλτρον ταῖς ψυχαῖς ἡμῶν ἐνεποίησας. ἔργῳ γὰρ ἐμάθομεν τῆς παροιμίας τὴν δύναμιν, ὅτι Ὥσπερ ψυχῇ διψώσῃ ψυχρὸν ὕδωρ, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν. Δεινὸς γάρ ἐστι παρʼ ἡμῖν λιμὸς ἀγάπης, ἀδελφὲ τιμιώτατε. καὶ ἡ αἰτία πρόδηλος, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη. διὰ τοῦτο καὶ πολλοῦ ἄξιον ἡμῖν ἐφάνη τὸ γράμμα, καὶ ἀμειβόμεθά σε διὰ τοῦ αὐτοῦ ἀνδρὸς τοῦ εὐλαβεστάτου συνδιακόνου ἡμῶν καὶ ἀδελφοῦ Σαβίνου· δι’ οὗ καὶ γνωρίζομέν σοι ἑαυτούς καὶ παρακαλοῦμέν σε ἐπαγρυπνεῖν ταῖς ὑπὲρ ἡμῶν προσευχαῖς, ἵνα δῷ ποτὲ ὁ ἅγιος Θεὸς καὶ τοῖς ἐνταῦθα πράγμασι γαλήνην καὶ ἡσυχίαν, καὶ ἐπιτιμήσῃ τῷ ἀνέμῳ τούτῳ καὶ τῇ θαλάσσῃ, ὥστε παύσασθαι ἡμᾶς τοῦ σάλου καὶ τῆς ἀνατροπῆς, ἐν ᾗ νῦν καθεστήκαμεν, ἀεὶ καταποντισθήσεσθαι παντελῶς ἀναμένοντες. Ἀλλὰ τοῦτο μεγάλως ἐν τοῖς παροῦσιν ὁ Κύριος ἡμῖν ἐχαρίσατο, τὸ ὑμᾶς ἀκούειν ἐν ἀκριβεῖ συμφωνίᾳ καὶ ἑνότητι εἶναι πρὸς ἀλλήλους, καὶ ἀκωλύτως παρʼ ὑμῖν τὸ κήρυγμα τῆς εὐσεβείας περιαγγέλλεσθαι. ὁτεδήποτε γὰρ (εἴπερ μὴ συγκέκλεισται λοιπὸν ὁ χρόνος τοῦ κόσμου τούτου, ἀλλʼ ἔτι ἡμέραι τῆς ἀνθρωπίνης ζωῆς ὑπολείπονται) ἀνάγκη παρʼ ὑμῶν ἀνανεωθῆναι τὴν πίστιν τῇ ἀνατολῇ, καὶ ὧν ἐλάβετε παρʼ αὐτῆς ἀγαθῶν, τούτων ἐν καιρῷ παρασχέσθαι αὐτῇ τὴν ἀντίδοσιν. τὸ γὰρ ὑγιαῖνον ἐνταῦθα μέρος καὶ τὴν τῶν πατέρων εὐσέβειαν ἐκδικοῦν ἱκανῶς κέκμηκε, πολλαῖς καὶ ποικίλαις μηχανημάτων προσβολαῖς ἐν τῇ ἑαυτοῦ μεθοδείᾳ τοῦ διαβόλου αὐτὸ κατασείσαντος. ἀλλʼ εὐχαῖς ὑμετέραις τῶν ἀγαπώντων τὸν Κύριον σβεσθείη μὲν ἡ πονηρὰ καὶ λαοπλάνος αἵρεσις τῆς Ἀρείου κακοδοξίας· ἀναλάμψειε δὲ ἡ ἀγαθὴ τῶν πατέρων ἡμῶν διδασκαλία τῶν συνελθόντων κατὰ τὴν Νίκαιαν, ὥστε σύμφωνον τῷ σωτηρίῳ βαπτίσματι τὴν δοξολογίαν ἀποπληροῦσθαι τῇ μακαρίᾳ Τριάδι.