Letter 96
Late Antiquity Basil of Caesarea Greek- Σωφρονίῳ μαγίστρῳ Καὶ τίς οὕτω φιλόπολις, ὃς τὴν ἐνεγκοῦσαν καὶ θρεψαμένην πατρίδα ἴσα γονεῦσι τιμῶν, ὡς αὐτὸς σύ, κοινῇ τε πάσῃ τῇ πόλει καὶ ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθὰ συνευχόμενος, καὶ οὐκ εὐχόμενος μόνον, ἀλλὰ καὶ βεβαιῶν τὰς εὐχὰς διὰ σαυτοῦ; δύνασαι γάρ που σὺν Θεῷ τὰ τοιαῦτα, καὶ δύναιό γε ἐπὶ μήκιστον, οὕτω χρηστὸς ὤν. Ἀλλʼ ὅμως ἐπὶ σοῦ ὄναρ ἐπλούτησεν ἡ πατρὶς ἡμῶν, ἄνδρα μὲν ἔχουσα τὸν τὴν ἐπιμέλειαν αὐτῆς ἐπιτραπέντα, οἷον οὔ φασιν ἄλλον οἱ τὰ παλαιότατα τῶν παρʼ ἡμῖν ἐπιστάμενοι ἐπὶ τῶν ἀρχικῶν θρόνων πρότερον ἀναβῆναι, ἐπηρείᾳ δέ τινων ἀφαιρεθεῖσα ταχέως, οἳ τὸ ἐλεύθερον τοῦ ἀνδρὸς καὶ ἀθώπευτον τοῦ πρὸς αὐτὸν πολέμου ἀφορμὴν ἐποιήσαντο, καὶ διαβολὰς αὐτῷ κατεσκεύασαν, λαθόντες τὰς ἀκοὰς τῆς σῆς τελειότητος. διὸ πανδημεὶ πάντες σκυθρωπάζομεν, ζημιωθέντες ἄρχοντα μόνον δυνάμενον εἰς γόνυ κλιθεῖσαν ἤδη τὴν πόλιν ἡμῶν ἀνορθῶσαι, ἀληθῆ φύλακα τοῦ δικαίου, εὐπρόσιτον τοῖς ἀδικουμένοις, φοβερὸν τοῖς παρανομοῦσιν, ἴσον καὶ πένησι καὶ πλουσίοις, καὶ τὸ μέγιστον, τὰ τῶν Χριστιανῶν πράγματα πρὸς τὴν ἀρχαίαν ἐπανάγοντα τιμήν. τὸ γάρ, ὅτι ἀδωρότατος ὧν ἴσμεν ἀνθρώπων, καὶ οὐδενὶ παρὰ τὸ δίκαιον χαριζόμενος, ὡς μικρότερα τῆς λοιπῆς ἀρετῆς τοῦ ἀνδρὸς παρελίπομεν. Ταῦτα ὀψὲ μὲν τοῦ καιροῦ μαρτυροῦμεν, ὥσπερ οἱ μονῳδοῦντες ἑαυτοὺς παραμυθούμενοι, οὐχὶ τοῖς πράγμασί τι ποιοῦντες χρήσιμον. πλὴν οὐδὲ τοῦτο ἄχρηστον, ἐν τῇ μεγάλῃ σου ψυχῇ τὴν μνήμην τοῦ ἀνδρὸς ἀποκεῖσθαι, χάριν τε εἰδέναι ὡς εὐεργέτῃ τῆς ἐνεγκούσης, καὶ εἴ τις ἐπιφύοιτο αὐτῷ τῶν διὰ τὸ μὴ προτιμηθῆναι τοῦ δικαίου χαλεπαινόντων, ὑπερμαχεῖν καὶ προΐστασθαι, πᾶσι ποιήσαντα φανερόν, ὅτι οἰκεῖον σεαυτῷ τὸν ἄνδρα τίθεσαι, ἀρκοῦσαν ἀφορμὴν εἰς οἰκειότητα τὴν ἀγαθὴν περὶ αὐτοῦ μαρτυρίαν τιθέμενος καὶ τὴν τῶν πραγμάτων πεῖραν, οὐ κατὰ τὴν τῶν χρόνων ἀναλογίαν ὑπάρχουσαν. ἃ γὰρ οὐδʼ ἂν ἐν πολλοῖς ἔτεσι παρʼ ἄλλου γένοιτο, ταῦτα ἐν ὀλίγῳ παρʼ αὐτοῦ κατώρθωται. ἀρκοῦσα δʼ ἡμῖν χάρις καὶ τῶν συμβάντων παραμυθία, ἐὰν καὶ βασιλεῖ συστήσῃς αὐτόν, καὶ τὰς ἐπενεχθείσας αὐτῷ διαβολὰς ἀποσκευάσῃ. ταῦτά σοι πᾶσαν οἴου τὴν πατρίδα διὰ μιᾶς τῆς ἡμετέρας φωνῆς διαλέγεσθαι, καὶ κοινὴν εἶναι πάντων εὐχήν, γενέσθαι τι τῷ ἀνδρὶ διὰ τῆς σῆς τελειότητος δεξιόν.