Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Letters

    Letter 97

    Basil of Caesarea

    In the atlas

    2 min
    1. Τῇ βουλῇ Τυάνων Ὁ ἀνακαλύπτων βαθέα καὶ φανερῶν βουλὰς καρδιῶν Κύριος ἔδωκε καὶ τοῖς ταπεινοῖς σύνεσιν τῶν δυσθεωρήτων, ὥς τινες οἴονται, τεχνασμάτων. οὐδὲν οὖν ἡμᾶς ἔλαθεν, οὔτε τῶν πεπραγμένων τι κεκρυμμένον. ἀλλʼ ὅμως ἡμεῖς οὔτε ὁρῶμεν οὔτε ἀκούομεν ἄλλο τι ἢ τὴν εἰρήνην τοῦ Θεοῦ καὶ ὅσα πρὸς αὐτὴν φέρει. εἰ γὰρ καὶ ἕτεροι δυνατοί, καὶ μεγάλοι, καὶ ἑαυτοῖς πεποιθότες, ἀλλʼ ἡμεῖς οἱ μηδέν, καὶ τοῦ μηδενὸς ἄξιοι· ὥστε οὐκ ἄν ποτε τοσοῦτον ἑαυτοῖς λάβοιμεν, ὡς ἐν τῇ μονώσει δύνασθαι νομίσαι περιέσεσθαι τῶν πραγμάτων, ἀκριβῶς εἰδότες, ὅτι πλέον ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. ἐπεὶ καὶ ἐξ αὐτῆς τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς τὸ ἀναγκαῖον τῆς κοινωνίας ὁ Κύριος ἡμᾶς ἐδίδαξεν. ὅταν γὰρ πρὸς αὐτὰ ταῦτα ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲν ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέρου, οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον καὶ μετʼ αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. ἡ ἀκοὴ ἀκριβεστέρα ἡ δι’ ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη, καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. καὶ ἁπαξαπλῶς οὐδὲν οὔτε τῶν ἐκ φύσεως οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ μὴ ἔχουσα τοὺς συμφωνοῦντας ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς, καὶ ὁ Κύριος ἐπηγγείλατο μέσος γενήσεσθαι μεταξὺ δύο ἢ τριῶν ἐπικαλουμένων αὐτὸν ἐν ὁμονοίᾳ. καὶ αὐτὴν δὲ τὴν οἰκονομίαν ὁ Κύριος κατεδέξατο, ἵνα εἰρηνοποιήσῃ ποιήσῃ διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ὥστε, διὰ ταῦτα πάντα, ἐν εἰρήνῃ μένειν τὰς λειπομένας ἡμῶν ἡμέρας εὐχόμεθα, ἐν εἰρήνῃ δὲ γενέσθαι τὴν κοίμησιν ἡμῶν αἰτοῦμεν. ὑπὲρ ταύτης οὐδὲ πόνον ἐλλείπειν ὅντινα οὖν ἔγνωκα, οὐ ταπεινόν τι φθέγξασθαι ἢ ποιῆσαι, οὐχ ὁδοιπορίας μῆκος ὑπολογίσασθαι, οὐκ ἄλλο τι τῶν ὀχληρῶν ὑποστείλασθαι, ὥστε τῶν μισθῶν τῆς εἰρηνοποιίας ἐπιτυχεῖν. κἂν μὲν ἕπηταί τις ταῦτα καθηγουμένοις ἡμῖν, τοῦτο ἄριστον, καὶ εὐχὴ τυγχάνει πέρας· ἐὰν δὲ πρὸς τὴν ἐναντίαν ἀφέλκῃ, ἐγὼ μὲν οὐδὲ οὕτω τῆς ἐμαυτοῦ κρίσεως ἀποστήσομαι. αὐτὸς δὲ ἕκαστος τῆς οἰκείας ἐργασίας ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως τοὺς καρποὺς ἐπιγνώσεται.