Letter 98
Late Antiquity Basil of Caesarea Greek- Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων Πάνυ ὡρμημένος καταλαβεῖν τὴν Νικόπολιν, μετὰ τὸ δέξασθαι τὰ παρὰ τῆς ὁσιότητός σου γράμματα ἄρνησιν ἔχοντα τῆς ἀφίξεως, παρείθην ἀπὸ τῆς ἐπιθυμίας καὶ πάσης ὁμοῦ τῆς ἀσθενείας ἀνεμνήσθην. ἦλθε δέ μοι εἰς ἔννοιαν καὶ ἡ τῶν κεκληκότων ἀφοσίωσις, ὅτι, παροδικὴν πρὸς ἡμᾶς ποιησάμενοι τὴν κλῆσιν διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου τοῦ ἐξισοῦντος Ναζιανζόν, δεύτερον περὶ τῶν αὐτῶν ὑπομιμνήσκοντα ἢ ὁδηγοῦντα ἡμᾶς οὐ κατηξίωσαν ἀποστεῖλαι. ἐπεὶ οὖν ὕποπτοι αὐτοῖς ἐσμὲν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐφοβήθημεν μή που τὸ φαιδρὸν αὐτοῖς τῆς πανηγύρεως τῇ παρουσίᾳ ἡμῶν ἐπιθολώσωμεν. μετὰ μὲν γὰρ τῆς σῆς μεγαλοφυΐας καὶ πρὸς τοὺς μεγάλους ἀποδύσασθαι πειρασμοὺς οὐκ ὀκνοῦμεν, ἄνευ δὲ σοῦ οὐδὲ ταῖς τυχούσαις θλίψεσιν ἀντιβλέψαι αὐτάρκως ἔχομεν. ἐπεὶ οὖν ἐκκλησιαστικῶν ἕνεκεν γίνεσθαι ἡμῶν ἡ πρὸς αὐτοὺς ἔντευξις ἔμελλε, τὸν μὲν τῆς πανηγύρεως καιρὸν παρελίπομεν, εἰς ἡσυχίαν δὲ καὶ ἀτάραχον διαγωγὴν τὴν συντυχίαν ὑπερεθέμεθα, καὶ προῃρήμεθα καταλαβόντες τὴν Νικόπολιν διαλεχθῆναι περὶ τῶν ταῖς ἐκκλησίαις ἀναγκαίων τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ, εἰ μέλλοι παραιτεῖσθαι τὴν ἐπὶ Σαμόσατα ὁδόν· εἰ δὲ μή, αὐτῷ συνδραμούμεθα, ἐὰν παρʼ ἀμφοτέρων τοῦτο ἡμῖν κατάδηλον γένηται, παρά τε αὐτοῦ ἐκείνου ἀντιγράψαντος ἡμῖν περὶ τούτων (ἐπεστείλαμεν γάρ), καὶ παρὰ τῆς σῆς θεοσεβείας. Ἐπισκόποις δὲ τοῖς ἐκ τῆς δευτέρας Καππαδοκίας συντυγχάνειν ἐμέλλομεν· οἵ, ἐπειδὴ ἑτέρας ὠνομάσθησαν ἐπαρχίας, ἐνόμισαν ἀθρόως καὶ ἀλλοεθνεῖς καὶ ἀλλόφυλοι πρὸς ἡμᾶς γεγενῆσθαι οἳ τοσοῦτον ἡμᾶς ἠγνόησαν, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν πεπειραμένοι, μηδὲ εἰς λόγους ποτὲ ἀφικόμενοι. προσεδοκᾶτο δὲ καὶ ἑτέρα συντυχία τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Εὐσταθίου, ἡ καὶ γενομένη ἡμῖν. διὰ γὰρ τὸ παρὰ πολλῶν καταβοᾶσθαι αὐτὸν ὡς περὶ τὴν πίστιν παραχαράσσοντά τι, ἀφικόμεθα αὐτῷ εἰς λόγους, καὶ εὕρομεν σὺν Θεῷ πρὸς πᾶσαν ὀρθότητα εὐγνωμόνως ἀκολουθοῦντα. τὰ δὲ τῶν ἐπισκόπων γράμματα παρὰ τὴν αἰτίαν αὐτῶν ἐκείνων οὐκ ἐκομίσθη τῇ τιμιότητί σου, οὓς ἐχρῆν τὰ παρʼ ἡμῶν διαπέμψασθαι· ἀλλὰ καὶ ἐμὲ παρῆλθε, τῇ συνεχείᾳ τῶν φροντίδων ἐκκρουσθέντα τῆς μνήμης. Τὸν δʼ ἀδελφὸν Γρηγόριον κἀγὼ ἠβουλόμην οἰκονομεῖν ἐκκλησίαν τῇ αὐτοῦ φύσει σύμμετρον. αὕτη δὲ ἦν πᾶσα εἰς ἓν συναχθεῖσα ἡ ὑφʼ ἡλίῳ. ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, ἔστω ἐπίσκοπος, μὴ ἐκ τοῦ τόπου σεμνυνόμενος, ἀλλὰ τὸν τόπον σεμνύνων ἀφʼ ἑαυτοῦ. ὄντως γὰρ μεγάλου ἐστὶν οὐ τοῖς μεγάλοις μόνον ἀρκεῖν, ἀλλὰ καὶ τὰ μικρὰ μεγάλα ποιεῖν τῇ ἑαυτοῦ δυνάμει. Τί δὲ δεῖ ποιῆσαι τῷ Παλματίῳ, μετὰ τοσαύτας παρακλήσεις τῶν ἀδελφῶν ἔτι ὑπηρετοῦντι τῷ Μαξίμῳ πρὸς τοὺς διωγμούς; ἀλλʼ ὅμως οὐδὲ νῦν ὀκνοῦσιν ἐπιστεῖλαι· παραγενέσθαι γὰρ καὶ ὑπὸ ἀσθενείας σώματος καὶ ὑπὸ ἀσχολιῶν οἰκειακῶν οὐκ ἐπιτρέπονται. Γίνωσκε μέντοι, θεοφιλέστατε πάτερ, ὅτι πάνυ χρῄζει τῆς παρουσίας σου τὰ ἡμέτερα, καὶ ἀνάγκη σε τὸ τίμιον γῆρας ἔτι ἅπαξ κινῆσαι, ὑπὲρ τοῦ στῆσαι περιφερομένην λοιπὸν καὶ ἐγγὺς πτώματος οὖσαν τὴν Καππαδοκίαν.