Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Greek Anthology

    Book 1

    Greek Anthology

    12 min
    1. Philippus

    Πεντάμετρον μόνον Ἰίαίρβ θεὰ Παφίη· σὴν γὰ̆ ἀεὶ δύναμιν

    κάλλος τʼ ἀθάνατον καὶ σέβας ἰμβρόβν

    πάντες τιμῶσιν θνατοὶ ἐφαμέριοι

    ἐν πᾶσιν μύθοις ἔργοισίν τε καλοῖς·

    πάντῃ γὰρ πᾶσιν σὴν δηλοῖς τιμήν.

    1. Phaedimus

    τρίμετρον Καλλίστρατός σοι, Ζηνὸς ὦ διάκτορε,

    ἔθηκε μορφῆς ξυνὸν ἥλικος τύπον

    Κηφισιεὺς ὁ κοῦρος· ᾧ χαρείς, ἄναξ,

    Ἀπολλοδώρου παῖδα καὶ πάτραν σάω.

    1. Theocritus

    χωλὸν τρίμετρον ὁ μουσοποιὸς ἐνθάδʼ Ἱππῶναξ κεῖται.

    εἰ μὲν πονηρός, μὴ ποτέρχευ τῷ τύμβῳ·

    εἰ δʼ ἐσσὶ κρήγυός τε καὶ παρὰ χρηστῶν,

    θαρσέων καθίζευ, κἢν θέλῃς, ἀπόβριξον.

    1. Anacreon

    τετράμετρον ἀλκίμων σ’, ὦ ʼριστοκλείδη, πρῶτον οἰκτείρω φίλων

    ὤλεσας δʼ ἥβην, ἀμύνων πατρίδος δουληίην.

    1. Phalaecus

    τρίμετρον μείουρον ἢ κόλουρον νικῶ δίαυλον. ἀλλʼ ἐγὼ παλαίων.

    ἐγὼ δὲ πεντάεθλον. ἀλλʼ ἐγὼ πύξ. —

    καὶ τίς τύ; — Τιμόδημος. ἀλλʼ ἐγὼ Κρής.

    ἐγὼ δὲ Κρηθεύς. ἀλλʼ ἐγὼ Διοκλῆς. —

    καὶ τίς πατήρ τοι; — Κλεῖνος. ὥσπερ ἄμμιν. — Ἔμπη δὲ νικῇς; — Ἰσθμοῖ. — τὺ δʼ ἔμπη; —

    Νέμειον ἂν λειμῶνα, καὶ παρʼ Ἥρᾳ.

    1. Phalaecus

    ἑνδεκασυλλάβιον τρίμετρον οὕτω καλούμενον τοῦτʼ ἐγὼ τὸ περισσὸν εἰκόνισμα

    τοῦ κωμῳδογέλωτος, εἰς θρίαμβον

    κισσῷ καὶ στεφάνοισιν ἀμπυκασθέν,

    ἔστασ’, ὄφρα Λύκωνι σᾶμʼ ἐπείη.

    ὅσσα γὰρ † καθύπερθε λαμπρὸς ἁνήρ·

    μνᾶμα τοῦ χαρίεντος ἔν τε λέσχᾳ

    ἒν τʼ οἴνῳ τόδε κἄτι τοῖς ἔπειτα

    ἄγκειται, παράδειγμα τᾶς ὀπωπᾶς.

    1. Callimachus

    κωμικὸν τετράμετρον ὁ Λύκτιος Μενοίτας τὰ τόξα ταῦτʼ ἐπειπὼν

    ἔθηκε· “τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην,

    Σάραπι· τοὺς δʼ ὀιστοὺς ἔχουσιν Ἑσπερῖται.”

    1. Theodoridas

    Ἑσπερῖται τετράμετρον Ἀρχιλόχειον ἐκ δολίχου τόνδε σφυρήλατον, ὡς τάχει κρατήσας,

    Πᾶις Ἀριστομάχειος ἀνείλετο χάλκεον λέβητα.

    1. Callimachus

    Πεντάμετρον βακχικόν. ἔστι δʼ οὐ τέλειον τὸ ἐπίγραμμα ἔρχεται πολὺς μὲν Αἰγαῖον διατμήξας ἀπʼ οἰνηρῆς Χίου

    ἀμφορεύς, πολὺς δὲ Λεσβίης ἄωτον νέκταρ οἰνάνθης ἄγων.

    1. Callimachus

    τετράμετρον ἑκκαίδεκα συλλαβῶν. οὐ δὲ τοῦτο τέλειον ἁ ναῦς, ἃ τὸ μόνον φέγγος ἐμὶν τὸ γλυκὺ τᾶς ζόας

    ἅρπαξας, ποτὶ τὲ Ζανὸς ἱκνεῦμαι λιμενοσκόπω . . .

    1. Simonides

    πεντάμετρον ὑπορχηματικόν

    α. τίς εἰκόνα τάνδʼ ἀνέθηκεν; β. Δωριεὺς ὁ Θούριος.

    α. οὐ Ῥόδιος γένος ἦν; β. ναί, πρὶν φυγεῖν γε πατρίδα,

    δεινᾷ γε χειρὶ πολλὰ ῥέξας ἔργα καὶ βίαια.

    1. Hegesippus

    ἐπὶ ἑξαμέτρου τρίμετρον ἐπαδόμενον ἐρρέτω ἦμαρ ἐκεῖνο, καὶ οὐλομένη σκοτόμαινα,

    βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός,

    οἵ ποτε νῆʼ ἐκύλισαν, ἐφʼ ἧς ὁ τὰ πολλὰ μελίφρων

    Ἀβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο·

    ῥαίσθη γὰρ διὰ πάντα, προσηνέχθη δὲ κλύδωνι

    τρηχεῖαν εἰς Σέριφον, αἰδοίων ὅθι

    προξείνων ὑπὸ χερσὶ λαχὼν πυρός, ἵκετο πάτρην

    Ἄβδηρα, κρωσσῷ χαλκέῳ περισταλείς.

    1. Anonymi Epigrammatici

    ἐπὶ ἑξαμέτρῳ πεντάμετρον, εἶτα τρίμετρον τόνδε Πύρης ἀνέθηκε Πολυμνήστου φίλος υἱός,

    εὐξάμενος δεκάτην Παλλάδι Τριτογενεῖ,

    Κυδωνιάτας Κρησίλας εἰργάξατο.

    1. Simonides

    ἐπὶ ἑξαμέτρῳ πεντάμετρον καὶ δύο τρίμετροι, εἶτα ἑξάμετρον Ἀργεῖος Δάνδης σταδιοδρόμος ἐνθάδε κεῖται,

    νίκαις ἱππόβοτον πατρίδʼ ἐπευκλεΐσας,

    Ὀλυμπίᾳ δίς, ἐν δὲ Πυθῶνι τρία,

    δύω δʼ ἐν Ἰσθμῷ, πεντεκαίδεκʼ ἐν Νεμέᾳ·

    τὰς δʼ ἄλλας νίκας οὐκ εὐμαρές ἐστʼ ἀριθμῆσαι.

    1. Anonymi Epigrammatici

    ἐπὶ δύο ἑξαμέτροις πεντάμετρον εἰμὶ Δίκων υἱὸς Καλλιμβρότου· αὐτὰρ ἐνίκων

    τετράκις ἐν Νεμέᾳ, δὶς Ὀλύμπια, πεντάκι Πυθοῖ,

    τρὶς δʼ Ἰσθμῷ· στεφανῶ δʼ ἄστυ Συρακοσίων.

    1. Anonymi Epigrammatici

    ἐπὶ τρισὶν ἑξαμέτροις πεντάμετρον. Σπάρτας μὲν βασιλῆες ἐμοὶ πατέρες καὶ ἀδελφοί·

    ἅρμασι δʼ ὠκυπόδων ἵππων νικῶσα Κυνίσκα

    εἰκόνα τάνδʼ ἔστησα. μόναν δέ με φαμι γυναικῶν

    Ἑλλάδος ἐκ πάσας τόνδε λαβεῖν στέφανον.

    1. Anonymi Epigrammatici

    ἐπὶ ἑξαμέτρῳ δίμετρον Ἰφίων ἔγραψεν ἑᾷ χερί, τόν ποκα ὕδωρ

    ἔθρεψε Πειρήνης ἄπο.

    1. Parmeniscus

    ἐπὶ ἑξαμέτρῳ ἑνδεκασύλλαβον χάλκεα ἔργα, λέγοισθε θοῆς ἐπινίκια πώλου,

    ἥτις κεντροραγὴς βαλοῦσα παῖδα,

    ψιλὴ λευρὸν ἔθυσε περὶ δρόμον. ἐκ δʼ ἄρʼ ἐκείνου

    Παρμένων χρυσέης κύρησε νίκης.

    Φώκριτε, σῷ δʼ ἄρα παιδὶ Ἀμυκλαΐδαι ˘ βασιλῆες

    πατρῴων ἔδοσαν λαχεῖν ἀέθλων.

    1. Simonides

    ἐπὶ ἑξαμέτρῳ ἑννεασύλλαβον ἄνθηκεν τόδʼ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα

    ἐν Δελφοῖς ποσὶ Νικολᾴδας,

    καὶ Παναθηναίοις στεφάνους λάβε πέντʼ ἐπʼ ἀέθλοις

    ἑξῆς ἀμφιφορεῖς ἐλαίου·

    Ἰσθμῷ δʼ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ οἶδεν ἑλόντα

    ἀκτὴ Ποντομέδοντος ἆθλον·

    καὶ Νεμέᾳ τρὶς ἐνίκησεν, καὶ τετράκις ἄλλα

    Πελλάνᾳ, δύο δʼ ἐν Λυκαίῳ,

    καὶ Τεγέᾳ, καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τʼ Ἐπιδαύρῳ,

    καὶ Θήβᾳ, Μεγάρων τε δάμῳ·

    ἐν δὲ Φλιοῦντι σταδίῳ, τά τε πέντε κρατήσας

    ηὔφρανεν μεγάλαν Κόρινθον.

    1. Simonides

    ἐπὶ ἑξαμέτρῳ ἐναλλὰξ τό τε κωμικὸν τετράμετρον δύο συλλαβαῖς λεῖπον καὶ τὸ Ἀρχιλόχειον σκάζον τρίμετρον

    πατρίδα κυδαίνων ἱερὴν πόλιν Ὦπις Ἀθανᾶς,

    τέκνον μελαίνης γῆς, χαρίεντας αὐλοὺς

    τούσδε σὺν Ἡφαίστῳ τελέσας, ἀνέθηκʼ Ἀφροδίτῃ.καλοῦ,

    δαμασθεὶς ἱμέρῳ Βρύσωνος.

    1. Theodoridas

    ἐπὶ τῷ ἀρτίῳ τριμέτρῳ δίμετρον ἀπὸ τοῦ ὑπορχηματικοῦ πενταμέτρου Μνασάλκεος τὸ σᾶμα τῶ Πλαταΐδα,

    τῶ λεγῃοποιῶ·

    ἁ Μῶσα δʼ αὐτῶ τᾶς Σιμωνίδα πλάτας

    ἦς ἀποσπάραγμα·

    κενά τε κλαγγὰν κἀπιλακυθίστρια διθυραμβοχάνα.

    τέθνακε, μὴ βάλωμες· εἰ δέ κε ζόεν,

    τύμπανὸν κʼ ἐφύση.

    1. Phaedimus

    ἐπὶ τριμέτρῳ ἀρτίῳ ἐπῳδὸν τετράμετρον ἡρωικὸν κατὰ τὴν παρεσχάτην σκάζον τόξον μέν, ᾧ Γίγαντος ὤλεσας σθένος,

    ἴσχε βίης, Ἑκάεργʼ ἀνάσσων·

    † οὒ οἱ φαρέτρη λύεται λυκοκτόνος·

    τοῖσδε δʼ ἐπʼ ἠιθέοις ὀιστὸν ˘

    στρέφειν Ἔρωτος, τόφρʼ ἀλέξωνται πάτρῃ,

    θαρσαλέοι φιλότατι κούρων

    πυροῖ γὰρ ἀλκήν,˘ καὶ θεῶν ὑπέρτατος

    αἰὲν ὅδε προμάχους ἀέξειν.

    Μελιστίωνος δʼ, ὦ πατρώιον σέβας

    Σχοινιέων, ἐπίηρα δέχθαι.

    1. Asclepiades

    ἐπὶ τετραμέτρῳ τῷ γεγονότι ἀπὸ ἀρτίου τριμέτρου κατὰ πρόσθεσιν βάσεως τελευταίας μείουρον τρίμετρον ἰὼ παρέρπων, μικρόν, εἴ τι κἀγκονεῖς, ἄκουσον

    τὰ Βότρυος περισσὰ δῆτα κήδη,

    ὃς πρέσβυς ὀγδώκοντʼ ἐτῶν τὸν ἐννέων ἔθαψεν

    ἤδη τι τέχνᾳ καὶ σοφὸν λέγοντα.

    φεῦ τὸν τεκόντα, φεῦ δὲ καὶ σέ, Βότρυος φίλος παῖ,

    ὅσων ἄμοιρος ἡδονῶν ἀπώλευ.

    1. Callimachus

    ἐπὶ τῇ τοὖ προάγοντος τετραμέτρου ἐσχάτῃ διποδίᾳ ἑνδεκασύλλαβον τὰ δῶρα τῇ Ἀφροδίτῃ

    Σῖμον ἡ περίφοιτος εἰκόνʼ αὑτῆς

    ἔθηκε, τήν τε μίτρην,

    ἣ μαστοὺς ἐφίλησε τόν τε πανὸν

    καὶ τοὺς ποτʼ ἀντίναξεν

    ἀυτοῦσ’ ἀν ὄρη τάλαινα θύρσους.

    1. Callimachus

    ἐπὶ διπλασιασθείσῃ τᾖ διποδίᾳ ἐπῳδὸς τετράμετρος, πλεονάζων μίᾳ συλλαβῇ τοὖ ἑξαμέτρου Δήμητρι τῇ Πυλαίῃ, τῇ τοῦτον οὑκ Πελασγῶν

    Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθʼ ὁ Ναυκρατίτης

    καὶ τῇ κάτω θυγατρὶ τὰ δῶρα Τιμόδημος

    εἵσατο, τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθʼ οὕτως.

    1. Simonides

    ἐπὶ τῷ αὐτῷ ˘ τετραμέτρῳ μείουρον τρίμετρον μνήσομαι· οὐ γὰρ ἔοικεν ἀνώνυμον ἐνθάδʼ Ἀρχεναύτεω

    κεῖσθαι θανοῦσαν ἀγλαὰν ἄκοιτιν,

    Ξανθίππην Περιάνδρου ἀπέκγονον, ὃς ποθʼ ὑψιπύργου

    σήμαινε λαοῖς τέρμʼ ἔχων Κορίνθου.

    1. Phalaecus

    ἐπὶ τετραμέτρῳ τρίμετρον ἄρτιον, εἶθʼ ἑξάμετρον ἐναλλάξ Φῶκος ἐπὶ ξείνῃ μὲν ἀπέφθιτο· κῦμα γὰρ μέλαινα

    νεῦς οὐχ ὑπεξήνεικεν, οὐδʼ % ἐδέξατο,

    ἀλλὰ κατʼ Αἰγαίοιο πολὺν βυθὸν ˘ ᾤχετο πόντου,

    βίῃ Νότου πρήσαντος ἐσχάτην ἅλα.

    τύμβου δʼ ἐν πατέρων κενεοῦ λάχεν ὃν πέρι Προμηθὶς

    μήτηρ, λυγρῇ ὄρνιθι πότμον εἰκέλη,

    αἰαῖ κωκύει τὸν ἑὸν γόνον ἤματα πάντα,

    λέγουσα τὸν πρόωρον ὡς ἀπέφθιτο.

    27a. Callimachus

    ἐπὶ τῷ αὐτῷ τετραμέτρῳ ἐνδεκασύλλαβον

    1. Simonides

    ἐπὶ τῷ αὐτῷ τετραμέτρῳ τετράμετρον ὅμοιον τῷ εἴ μοι γένοιτο παρθένος καλή τε καί τέρεινα μία δὲ μόνον συλλαβῇ πλεονάζον· ἐπὶ τοῦ τετάρτου ποδὸς οὐκ ἔχει ἴαμβον, ἀλλʼ ἀνάπαιστον πολλάκι δὴ φυλῆς Ἀκαμαντίδος ἐν χοροῖσιν Ὧραι

    ἀνωλόλυξαν κισσοφόροις ἐπὶ διθυράμβοις

    αἱ Διονυσιάδες, μίτραισι δὲ καὶ ῥόδων ἀώτοις

    σοφῶν ἀοιδῶν ἐσκίασαν λιπαρὰν ἔθειραν,

    οἳ τόνδε τρίποδά σφισι μάρτυρα Βακχίων ἀέθλων

    ἔθηκαν· κείνους δʼ Ἀντιγένης ἐδίδασκεν ἄνδρας.

    εὖ δʼ ἐτιθηνεῖτο γλυκερὰν ὄπα Δωρίοις Ἀρίστων

    Ἀργεῖος ἡδὺ πνεῦμα χέων καθαρῶς ἐν αὐλοῖς·

    τῶν ἐχορήγησεν κύκλον μελίγηρυν Ἱππόνικος

    Στρούθωνος υἱός, ἅρμασιν ἐν Χαρίτων φορηθείς,

    αἳ οἱ ἐπʼ ἀνθρώπους ὄνομα κλυτὸν ἀγλαάν τε νίκαν

    θῆκαν ἰοστεφάνων θεᾶν ἕκατι Μοισᾶν.

    1. Nicaenetus

    ἐπὶ ἑξαμέτρῳ τρίμετρον οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ·

    ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοις σοφόν.

    τοῦτʼ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ

    Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.

    τοιγὰρ ὑπὸ στεφάνοις μέγας ἔβρυεν, εἶχε δὲ κισσῷ

    μέτωπον ὥσπερ καὶ σὺ κεκροκωμένον.

    1. Simonides

    ἑξάμετρος καὶ οὗτος τροχαϊκὸς τετράμετρος κατὰ μετάθεσιν τῆς λέξεως

    Μοῦσά μοι Ἀλκμήνης καλλισφύρου υἱὸν ἄειδε.

    υἱὸν Ἀλκμήνης ἄειδε Μοῦσά μοι καλλισφύρου.

    1. Timocreon

    ὁμοίως Κηία με προσῆλθε φλυαρία οὐκ ἐθέλοντα.

    οὐκ ἐθέλοντά με προσῆλθε Κηΐα φλυαρία.