Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Greek Anthology

    Book 2

    Greek Anthology

    50 min
    1. Socrates

    Πολυκράτης ὄλβιε Πυθαγόρη, Μουσέων Ἑλικώνιον ἔρνος,

    εἰπέ μοι εἰρομένῳ, ὁπόσοι σοφίης κατʼ ἀγῶνα

    σοῖσι δόμοισιν ἔασιν, ἀεθλεύοντες ἄριστα.

    Πυθαγόρας τοιγὰρ ἐγὼν εἴποιμι, Πολύκρατες· ἡμίσεες μὲν

    ἀμφὶ καλὰ σπεύδουσι μαθήματα· τέτρατοι αὖτε

    ἀθανάτου φύσεως πεπονήαται· ἑβδομάτοις δὲ

    σιγὴ πᾶσα μέμηλε, καὶ ἄφθιτοι ἔνδοθι μῦθοι·

    τρεῖς δὲ γυναῖκες ἔασι, Θεανὼ δʼ ἔξοχος ἄλλων.

    τόσσους Πιερίδων ὑποφήτορας αὐτὸς ἀγινῶ.

    1. Anonymi Epigrammatici

    εἰς ἄγαλμα Παλλάδος Παλλὰς ἐγὼ χρυσῆ σφυρήλατος· αὐτὰρ ὁ χρυσὸς

    αἰζηῶν πέλεται δῶρον ἀοιδοπόλων.

    ἥμισυ μὲν χρυσοῖο Χαρίσιος, ὀγδοάτην δὲ

    Θέσπις, καὶ δεκάτην μοῖραν ἔδωκε Σόλων,

    αὐτὰρ ἐεικοστὴν Θεμίσων τὰ δὲ λοιπὰ τάλαντα

    ἐννέα, καὶ τέχνη δῶρον Ἀριστοδίκου.

    1. Anonymi Epigrammatici

    ἁ Κύπρις τὸν Ἔρωτα κατηφιόωντα προσηύδα·

    τίπτε τοι, ὦ τέκος, ἄλγος ἐπέχραεν; ὃς δʼ ἀπάμειπτο·

    “ Πιερίδες μοι μῆλα διήρπασαν ἄλλυδις ἄλλη,

    αἰνύμεναι κόλποιο, τὰ δὴ φέρον ἐξ Ἑλικῶνος.

    Κλειὼ μὲν μήλων πέμπτον λάβε· δωδέκατον δὲ

    Εὐτέρπη· ἀτὰρ ὀγδοάτην λάχε δῖα Θάλεια·

    Μελπομένη δʼ εἰκοστὸν ἀπαίνυτο· Τερψιχόρη δὲ

    τέτρατον ἑβδομάτην δʼ Ἐρατὼ μετεκίαθε μοίρην

    ἡ δὲ τριηκόντων με Πολύμνια νόσφισε μήλων,

    Οὐρανίη δʼ ἑκατόν τε καὶ εἴκοσι· Καλλιόπη δὲ

    βριθομένη μήλοισι τριηκοσίοισι βέβηκε.

    σοὶ δʼ ἄρα κουφοτέρῃσιν ἐγὼ σὺν χερσὶν ἱκάνω,

    πεντήκοντα φέρων τάδε λείψανα μῆλα θεάων.”

    1. Anonymi Epigrammatici

    εἰς τὴν Αὐγείου κόπρον Αὐγείην ἐρέεινε μέγα σθένος Ἀλκεΐδαο,

    πληθὺν βουκολίων διζήμενος· ὃς δʼ ἀπάμειπτο·

    “ ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε·

    μοίρη δʼ ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται·

    δωδεκάτη δʼ ἀπάνευθε Ταραξίπποιο παρʼ ἱρὸν

    ἀμφὶ δʼ ἄρʼ Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται·

    αὐτὰρ ἐν Ἀρκαδίῃ γε τριηκοστὴν προλέλοιπα·

    λοιπὰς δʼ αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.”

    1. Anonymi Epigrammatici

    εἰμὶ πατρὸς λευκοῖο μέλαν τέκος, ἄπτερος ὄρνις,

    ἄχρι καὶ οὐρανίων ἱπτάμενος νεφέων

    κούραις δʼ ἀντομένῃσιν ἀπενθέα δάκρυα τίκτω·

    εὐθὺ δὲ γεννηθεὶς λύομαι εἰς ἀέρα.

    1. Anonymi Epigrammatici

    Ὡρονόμων ὄχʼ ἄριστε, πόσον παρελήλυθεν ἠοῦς;

    ὅσσον ἀποιχομένοιο δύο τρίτα, δὶς τόσα λείπει.

    1. Anonymi Epigrammatici

    χάλκεός εἰμι λέων κρουνοὶ δέ μοι ὄμματα δοιά,

    καὶ στόμα, καὶ δὲ θέναρ δεξιτεροῖο ποδός.

    πλήθει δὲ κρητῆρα δύʼ ἤμασι δεξιὸν ὄμμα,

    καὶ λαιὸν τρισσοῖς, καὶ πισύροισι θέναρ·

    ἄρκιον ἓξ ὥραις πλῆσαι στόμα· σὺν δʼ ἅμα πάντα,

    καὶ στόμα καὶ γλῆναι καὶ θέναρ, εἰπὲ πόσον.

    1. Anonymi Epigrammatici

    ἕξ, ἕν, πέντε, δύο, τρία, τέσσαρα κῦβος ἐλαύνει.

    1. Anonymi Epigrammatici

    ἄνδρʼ ἐμὸν ἔκτανʼ ἑκυρός, ἑκυρὸν δʼ ἔκτανεν ἀνὴρ,

    καὶ δαὴρ ἑκυρόν, καὶ ἑκυρὸς γενέτην.

    1. Anonymi Epigrammatici

    λέβητας ἔγνων μὴ σιωπᾶν εἰδότας,

    πλὴν ἄρτια τὸν χαλκὸν ἠχεῖν προτρέπειν,

    ἀντικτυποῦντος τοῦ πρώτου τῷ δευτέρῳ,

    καὶ μεταδιδόντος τῷ τετάρτῳ τοῦ τρίτου.

    ἐὰν δὲ τὸ κινοῦν ἠρεμῇ καὶ μὴ πνέῃ,

    ἄφωνος ὁ λέβης· τῇ φύσει γὰρ οὐ λάλος.

    τῶν σῶν δὲ λεβήτων ἡ φύσις μὲν εὔστομος·

    σῇ ˘ δʼ ἐντυχοῦσα γίνετʼ εὐστομωτέρα,

    σιγῶσ’ ὅταν δεῖ, καὶ λαλοῦσ’ ὅταν δέοι.

    1. Anonymi Epigrammatici

    τοὺς χιλίους στατῆρας, οὓς ἐκτησάμην,

    λαβεῖν κελεύω τοὺς ἐμοὺς παῖδας δύο·

    πλὴν γνησίου τὸ πέμπτον ηὐξήσθω δέκα

    μέτρου τετάρτου τῶν λαχόντων τῷ νόθῳ.

    1. Anonymi Epigrammatici

    ἓξ μνῶν ἓξ φιάλας Κροῖσος βασιλεὺς ἀνέθηκεν

    δραχμῇ τὴν ἑτέρην μείζονα τῆς ἑτέρης.

    1. Anonymi Epigrammatici

    ἄμφω μὲν ἡμεῖς εἴκοσι μνᾶς ἕλκομεν,

    Ζῆθός τε χὠ ξύναιμος· ἢν δέ μου λάβῃς

    τρίτον, τό τέτρατον τε τοῦδʼ Ἀμφίονος,

    ἓξ πάντʼ ἀνευρὼν, μητρὸς εὑρήσεις σταθμόν.

    1. Anonymi Epigrammatici

    εἷς ἄνεμος· δύο νῆες· ἐρέττουσιν δέκα ναῦται·

    εἷς δὲ κυβερνήτης ἀμφοτέρας ἐλάει.

    1. Anonymi Epigrammatici

    ἓξ πόδες ἐν χώραισι τόσαις μετροῦσιν ἴαμβον,

    σπονδεῖος, χόριος, καὶ δάκτυλος ἠδʼ ἀνάπαιστος,

    πυρρίχιος καὶ ἴαμβος· ἔχει δέ τε οἶκον ἕκαστος.

    πυρριχίου τέλος ἔσθʼ ὃς μακρὰν οἶδεν ἐν ἀρχῇ,

    πρώτη καὶ τριτάτη, πέμπτη δέ τε τούσδε κατίσχει.

    οἱ δʼ ἄλλοι κατὰ πᾶσαν ὁμῶς βαίνουσιν ἀταρπόν·

    μοῦνον ἴαμβον ἄνακτα φέρει τόπος, ὃν κʼ ἐθελήσῃ.

    1. Anonymi Epigrammatici

    νῆσος ὅλη, μύκημα βοός, φωνή τε δανειστοῦ.

    1. Anonymi Epigrammatici

    Θήρη μὲν πολέμου μελέτη· θήρη δὲ διδάσκει

    κρυπτὸν ἑλεῖν, ἐπιόντα μένειν, φεύγοντα, διώκειν.

    1. Anonymi Epigrammatici

    Ἕκτορα τὸν Ἕκτορα Διομήδης ἔκτανεν ἀνὴρ

    Αἴας πρὸ Τρώων ἔγχεϊ μαρνάμενον.

    1. Anonymi Epigrammatici

    εἶδον ἐγώ ποτε θῆρα διʼ ὕλης τμητοσιδήρου

    ὕπτιον ὀρθὰ τρέχοντα, ποσὶν δʼ οὐχ ἥπτετο γαίης.

    1. Anonymi Epigrammatici

    εἰ πυρὸς αἰθομένου μέσσην ἑκατοντάδα θείης,

    παρθένου εὑρήσεις υἱέα καὶ φονέα.

    1. Anonymi Epigrammatici

    ἐς μέσον Ἡφαίστοιο βαλὼν ἑκατοντάδα μούνην,

    παρθένου εὑρήσεις υἱέα καὶ φονέα.

    1. Anonymi Epigrammatici

    μὴ λέγε, καὶ λέξεις ἐμὸν οὔνομα. δεῖ δέ σε λέξαι;

    ὧδε πάλιν, μέγα θαῦμα, λέγων ἐμὸν οὔνομα λέξεις.

    1. Anonymi Epigrammatici

    Νηρέος ὄντα με παῖδα φέρει γαιήιος υἱός,

    τὸν Στυγὸς ἱμερτοῖς νάμασι δυόμενον.

    1. Anonymi Epigrammatici

    . . . μεον Διόνυσον ὁρᾷς ἐμέ· τίκτε με νηδὺς

    διχθαδίη, μνήμης δὲ πατήρ ἐμὸς ἡγεμονεύει.

    θηροφόρον δέ με πρῶτον ἐγείνατο νηλεόθυμον

    αὐτοκασιγνήτης δὲ προκὸς φίλον υἷα κατακτάς,

    οὐκέτι θῆρα φέρω, ἀλλʼ οὐρανὸν ἠδὲ θάλασσαν,

    καὶ χθόνα, καὶ μακάρων ἱερὸν χορὸν ἄφθιτον αἰεί.

    1. Anonymi Epigrammatici

    ὀφθαλμοὺς Σκύλλης ποθέω, τοὺς ἔσβεσεν αὐτὸς

    ἠέλιος, μήνη τε· πατὴρ δέ με δείδιε κούρην

    λοῦμαι δʼ ἀενάοισι δύω ποταμοῖσι θανοῦσα,

    οὓς κορυφὴ προΐησιν ἐπʼ ὀφρυόεντι κολωνῷ.

    1. Anonymi Epigrammatici

    ξανθὴ μέν τις ἐγὼν ἤμην πάρος, ἀλλὰ κοπεῖσα

    γίνομαι ἀργεννῆς λευκοτέρη χιόνος·

    χαίρω δὲ γλυκερῷ τε καὶ ἰχθυόεντι λοετρῷ,

    πρώτη δαιτυμόνων ἐς χορὸν ἐρχομένη.

    1. Anonymi Epigrammatici

    παρθένον ἐν πελάγει ζητῶν τὴν πρόσθε λέοντα,

    τηθὴν εὑρήσεις παιδοφόνου Ἑκάβης.

    1. Anonymi Epigrammatici

    ἐξ ἁλὸς ἰχθυόεν γένος ἔλλαχον· εἷς δὲ μʼ ἄεθλος

    εἰς Διονυσιακοὺς οἶδεν ἀγῶνας ἄγειν·

    καὶ δέμας ἐν σταδίοισιν ἀλειψάμενος λίπʼ ἐλαίῳ,

    υἱέα μὲν Δηοῦς ὤλεσα χερσὶν ἐμαῖς·

    δεύτερον αὖτε Γίγαντας ἀολλέας ἄλλοθεν ἄλλους

    ἐκπέμπω πολλαῖς χείρεσιν ἑλκομένους.

    1. Anonymi Epigrammatici

    μούνῳ μοι φίλον ἐστὶ γυναιξί περ ἐν φιλότητι

    μίγνυσθαι, αὐτῶν λισσομένων ποσίων.

    1. Anonymi Epigrammatici

    κριὸν ἔχω γενετῆρα, τέκεν δέ με τῷδε χελώνη·

    τικτομένη δʼ ἄμφω πέφνον ἐμοὺς γονέας.

    1. Anonymi Epigrammatici

    οἴνου τὴν ἑτέρην γράφε μητέρα, καὶ θὲς ἐπʼ ἄρθρῳ

    ἄρθρον τοῦ πάτρη πατρὸς ἄκοιτις ὁρᾷς.

    1. Anonymi Epigrammatici

    Κτανθεὶς τὸν κτείναντα κατέκτανον· ἀλλʼ ὁ μὲν οὐδʼ ὣς

    ἤλυθεν εἰς Ἀίδην αὐτάρ ἔγωγʼ ἔθανον.

    1. Anonymi Epigrammatici

    τόν με κατακτείναντα κατέκτανον, οὐ δέ μοι ἦδος·

    θῆκε γὰρ ἀθάνατον τὸν κτάμενον θάνατος.

    1. Anonymi Epigrammatici

    νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα,

    ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπʼ ἠπείροιο φέρουσα·

    ἔνθʼ ἀπʼ ἐμῆς ἔσθʼ αἷμα ὁμοῦ καὶ Κέκροπος αἷμα·

    ἔνθʼ Ἥφαιστος ἔχει χαίρων γλαυκῶπιν Ἀθήνην

    κεῖθι θυηπολίην πέμπειν κελόμην Ἡρακλεῖ.

    1. Anonymi Epigrammatici

    ἀνθρώπου μέλος εἰμί ὃ καὶ τέμνει με σίδηρος·

    γράμματος αἰρομένου δύεται ἠέλιος.

    1. Anonymi Epigrammatici

    πικρή μοι ζωή, θάνατος γλυκύς, ὕδατα δʼ ἄμφω·

    θνῄσκω ἀναιμάκτοις ἔγχεσι νυσσόμενος·

    ἢν δέ τις ἐν ζώοντι νέκυν τύμβῳ με καλύψῃ,

    αἵματι συγγενέων πρῶτον ἀποβρέχομαι.

    1. Anonymi Epigrammatici

    Παλλάδος εἰμὶ φίλη, τίκτω δʼ ἀπερείσια τέκνα,

    ἃ κατὰ πετράων ἄνδρες βάλον ὀλλυμένων δέ,

    Πηλείδῃ φάος ἔσκε, βροτῶν ἄκος, ἕρκος ἀγώνων.

    1. Anonymi Epigrammatici

    κτεῖνα κάσιν, κτάνε δʼ αὖ με κάσις, θάνομεν δʼ ὑπὸ πατρός·

    μητέρα δʼ ἀμφότεροι τεθναότες κτάνομεν.

    1. Anonymi Epigrammatici

    νῆσόν τις καλέων μʼ οὐ ψεύσεται· ὡς ἐτεὸν γὰρ

    πολλοὺς ἐς κελάδους οὔνομʼ ἔθηκεν ἐμόν.

    1. Anonymi Epigrammatici

    εἰσὶ κασίγνηται δύʼ ἀδελφεαί· ἡ μία τίκτει

    τὴν ἑτέρην, αὐτὴ δὲ τεκοῦσ’ ἀπὸ τῆσδε τεκνοῦται·

    ὥστε κασιγνήτας οὔσας ἅμα καὶ συνομαίμους,

    αὐτοκασιγνήτας κοινῇ καὶ μητέρας εἶναι.

    1. Anonymi Epigrammatici

    μητέρʼ ἐμὴν τίκτω καὶ τίκτομαι εἰμὶ δὲ ταύτης

    ἄλλοτε μὲν μείζων, ἄλλοτε μειοτέρη.

    1. Anonymi Epigrammatici

    παρθένος εἰμὶ γυνή, καὶ παρθένου εἰμὶ γυναικός,

    καὶ κατʼ ἔτος τίκτω παρθένος οὖσα γυνή.

    1. Anonymi Epigrammatici

    εἰμὶ πόλου μίμημα· δύω δέ με θῆρες ἄγουσι,

    πρόσθε μὲν Ἠριγόνης, Πασιφάης δʼ ὄπιθεν

    Ἡρακλέους τηρεῖ με συνευνέτις, ἡ δέ με Φοίβου

    τείρει νύμφα φίλη πολλάκι δαιομένη.

    1. Anonymi Epigrammatici

    νυκτὶ μιῇ καὶ Τρωσὶν ἐπήλυθα, καὶ τὰ Πελασγῶν

    φῦλα διατμήξας εἷλον ἄνευ δόρατος·

    οὐ μὲν ὁ Τυδείδης, οὐδʼ ὁ πτολίπορθος Ὀδυσσεὺς

    τὸν θρασὺν ἐκ νηῶν ἔσθενον ἐξελάσαι·

    ἀλλὰ μένος καὶ θάρσος ἐνὶ στήθεσσιν ἀέξων

    Ἀργείων στρατιὴν ὤλεσα καὶ Φρυγίων.

    1. Anonymi Epigrammatici

    εἰμὶ μέλας, λευκός, ξανθός, ξηρός τε καὶ ὑγρός·

    εὖτε δὲ δουρατέων πεδίων ὕπερ ἐντανύσῃς με,

    Ἄρεϊ καὶ παλάμῃ φθέγγομαι οὐ λαλέων.

    1. Anonymi Epigrammatici

    γράμματος ἀρνυμένου πληγὴν ποδὸς οὔνομα τεύχει

    ἡμέτερον· πταίειν δὲ βροτῶν πόδας οὔποτʼ ἐάσει.

    1. Anonymi Epigrammatici

    εἵνεκα φωτὸς ἐγὼ φῶς ὤλεσα· φὼς δὲ παραστὰς

    φῶς μοι ὄπασσε φίλον ποσσὶ χαριζόμενος.

    1. Anonymi Epigrammatici

    αἱ Χάριτες μήλων καλάθους φέρον, ἐν δὲ ἑκάστῃ

    ἶσον ἔην πλῆθος. Μοῦσαι σφίσιν ἀντεβόλησαν

    ἐννέα, καὶ μήλων σφέας ᾔτεον αἳ δʼ ἄρʼ ἔδωκαν

    ἶσον ἑκάστῃ πλῆθος, ἔχον δʼ ἴσα ἐννέα καὶ τρεῖς.

    εἰπὲ πόσον μὲν δῶκαν, ὅπως δʼ ἴσα πᾶσαι ἔχεσκον.

    1. Anonymi Epigrammatici

    τεῦξόν μοι στέφανον, χρυσὸν χαλκόν τε κεράσσας,

    κασσίτερὸν θʼ ἅμα τοῖσι, πολύκμητόν τε σίδηρον,

    μνῶν ἑξήκοντα· χρυσὸς δʼ ἐχέτω μετὰ χαλκοῦ

    δοιὰ μέρη τρισσῶν χρυσὸς δʼ ἅμα κασσίτερός τε

    τρισσὰ μέρη τετόρων χρυσὸς δʼ αὖτʼ ἠδὲ σίδηρος

    τόσσα μέρη τῶν πέντε. πόσον δʼ ἄρα δεῖ σε κεράσσαι

    λέξον τοῦ χρυσοῦ, χαλκοῦ πόσον, ἀλλʼ ἔτι λέξον

    κασσιτέροιο πόσον, λοιποῦ πόσον εἰπὲ σιδήρου,

    ὥστε σε τὸν στέφανον τεῦξαι μνῶν ἑξήκοντα.

    1. Anonymi Epigrammatici

    τὸ τρίτον, ἀργυροποιέ, προσέμβαλε καὶ τὸ τέταρτον

    τῆς φιάλης εἰς ἕν, καὶ τὸ δυωδέκατον,

    εἰς δὲ κάμινον ἔλαυνε βαλὼν, καὶ πάντα κυκήσας

    ἔξελέ μοι βῶλον μνᾶν δέ μοι ἑλκυσάτω.

    1. Anonymi Epigrammatici

    α. ἔχω τὸν ἑξῆς, καὶ τὸ τοῦ τρίτου τρίτον.

    β. κἀγὼ τὸν ἑξῆς, καὶ τὸ τοῦ πρώτου τρίτον.

    γ. κἀγὼ δέκα μνᾶς, καὶ τὸ τοῦ μέσου τρίτον.

    1. Anonymi Epigrammatici

    εἰς οἶνον ἦν ὅτε σὺν Λαπίθῃσι καὶ ἀλκίμῳ Ἡρακλῆι

    Κενταύρους διφυεῖς ὤλεσα μαρνάμενος·

    ἦν ὅτε μουνογένεια κόρη θάνεν ἐν τρισὶ πληγαῖς

    ἡμετέραις, Κρονίδην δʼ ἤκαχον εἰνάλιον

    νῦν δέ με Μοῦσα τρίτη πυρίναις Νύμφαισι μιγέντα

    δέρκεται ὑελίνῳ κείμενον ἐν δαπέδῳ.

    1. Anonymi Epigrammatici

    εἰς λύχνον Ἡφαίστῳ ποτὲ Παλλὰς ὑπʼ ἀγκοίνῃσι δαμεῖσα

    εἰς εὐνὴν ἐμίγη Πηλέος ἐν θαλάμοις·

    τοὶ δʼ ὡς οὖν λιπαρῇσι καλυφθήτην ὀθόνῃσιν,

    αὐτίκʼ ἐγεννήθη νυκτιπόλος Φαέθων.

    1. Anonymi Epigrammatici

    εἰς σικύαν κἀμὲ σοφὴ ποίησε τέχνη Παιήονος ἔμπνουν

    πῦρ ὑπὸ χαλκελάτοις χείλεσι κευθομένην

    δειλῶν δʼ αἷμα κελαινὸν ἀπʼ ἀνθρώπων ἐρύουσα,

    Ἥφαιστον κτείνω γαστρὶ περισχομένη.

    1. Anonymi Epigrammatici

    εἰς κλυστῆρα. μούνῳ μοι θέμις ἐστὶ γυναικῶν ἐν φιλότητι

    μίσγεσθαι φανερῶς, λισσομένων ποσίων

    μοῦνος δʼ ἠιθέοισι, καὶ ἀνδράσιν, ἠδὲ γέρουσιν,

    παρθενικαῖς τʼ ἐπέβην ἀχνυμένων τοκέων.

    μαχλοσύνην ἤχθηρα· φιλεῖ δέ με παιονίη χείρ,

    Ἀμφιτρυωνιάδην ἐκτελέοντα πόνον.

    ἀμφὶ δʼ ὀπυιομένοισι καὶ ἂν Πλουτῆι μαχοίμην

    αἰὲν ὑπὲρ ψυχῆς τῶν ὁπόσοις ἐμίγην.

    εὔρινον δέ με παῖδα καὶ ἀργιόδοντα τίθησιν

    ἰδρείῃ μερόπων αἰγὶ μιγεὶς ἐλέφας.

    1. Anonymi Epigrammatici

    εἰς εἴσοπτρον ἄν μʼ ἐσίδῃς, καὶ ἐγὼ σέ. σὺ μὲν βλεφάροισι δέδορκας,

    ἀλλʼ ἐγὼ οὐ βλεφάροις· οὐ γὰρ ἔχω βλέφαρα.

    ἂν δʼ ἐθέλῃς, λαλέω φωνῆς δίχα· σοὶ γὰρ ὑπάρχει

    φωνή, ἐμοὶ δὲ μάτην χείλεʼ ἀνοιγόμενα.

    1. Anonymi Epigrammatici

    εἰς φοινίκων βάλανον οὔνομα μητρὸς ἔχω· γλυκερώτερός εἰμι τεκούσης·

    ἀλλʼ ἡ μὲν δολιχή, τυτθὸς ἐγὼ δὲ πέλω·

    ἄβρωτος κείνη πλὴν κράατος· εἰμὶ δʼ ἔγωγε

    τρωκτὸς ἅπας, μοῦνον δʼ ἔντερʼ ἄβρωτα φέρω.

    1. Anonymi Epigrammatici

    εἰς κινάραν ἐγκέφαλον φορέω κεφαλῆς ἄτερ· εἰμὶ δὲ χλωρὴ

    αὐχένος ἐκ δολιχοῦ γῆθεν ἀειρομένη·

    σφαίρῃ δʼ ὡς ὑπὲρ αὐλὸν ἐείδομαι· ἢν δὲ ματεύσῃς

    ἔνδον ἐμῶν λαγόνων, μητρὸς ἔχω πατέρα.

    1. Anonymi Epigrammatici

    εἰς τὴν Ἀργώ υἷας πεντήκοντα μιῇ ἐνὶ γαστρὶ λαβοῦσα

    † μηληστῶν πάντων ἔκτανον ἡγεμόνα.

    αὐτὰρ ὃ δὶς τέθνηκεν, ἐπεὶ δύο γαστέρες αὐτὸν

    τίκτον, χαλκείη, καὶ πάρος ἀνδρομέη.

    1. Anonymi Epigrammatici

    Δελτός ὕλη μέν με τέκεν, καινούργησεν δὲ σίδηρος·

    εἰμὶ δὲ Μουσάων μυστικὸν ἐκδόχιον·

    κλειομένη σιγῶ· λαλέω δʼ, ὅταν ἐκπετάσῃς με,

    κοινωνὸν τὸν Ἄρη μοῦνον ἔχουσα λόγων.

    1. Anonymi Epigrammatici

    οὔρεσι μὲν γενόμην, δένδρον δέ μοι ἔπλετο μήτηρ,

    πῦρ δὲ πατήρ, βῶλος δʼ εἰμὶ μελαινομένη·

    ἢν δὲ μʼ ἔσω κεράμοιο πατήρ τήξῃσι βαθείης,

    ἅρματος ὠτειλὰς ῥύομαι εἰναλίου.

    1. Anonymi Epigrammatici

    εἰς σφαῖραν λίην ἔντριχός εἰμι, τὰ φύλλα δέ μου κατακρύπτει

    τὰς τρίχας, εἰ τρύπη φαίνεται οὐδαμόθεν

    πολλοῖς παιδαρίοις ἐμπαίζομαι· εἰ δὲ τίς ἐστιν

    εἰς τὸ βαλεῖν ἀφυής, ἵσταται ὥσπερ ὄνος..

    1. Mesomedes

    ἕρπουσα, πετωμένα, βεβῶσα κούρα,

    νόθον ἴχνος ἀραμένα δρομαία λέαινα,

    πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά,

    τὰ δὲ μέσσα βρέμουσα λέαινα θήρ.

    τὰ δʼ ὄπισθεν ἑλισσόμενος δράκων.

    οὔθʼ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά,

    οὔτʼ ὄρνις ὅλον δέμας, οὔτε θήρ·

    κόρη γὰρ ἐφαίνετʼ ἄνευ ποδῶν,

    κεφαλὰν δʼ οὐκ ἔσχε βρέμουσα θήρ.

    φύσιν εἶχεν ἄτακτα κεκραμέναν,

    ἀτέλεστα τέλεια μεμιγμέναν.

    1. Anonymi Epigrammatici

    τὸ αἴνιγμα τῆς Σφιγγός ἔστι δίπουν ἐπὶ γῆς, καὶ τετράπον, οὗ μία φωνή,

    καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον, ὅσσ’ ἐπὶ γαῖαν

    ἑρπετὰ κινεῖται, ἀνὰ τʼ αἰθέρα καὶ κατὰ πόντον.

    ἀλλʼ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ βαίνῃ,

    ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς Ὁμήρῳ ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα

    δέξεται· ἀλλὰ νέων παίδων αἴνιγμα φύλαξαι.

    1. Anonymi Epigrammatici

    ἕτερος πρὸς τὸν αὐτόν ὄλβιε καὶ δύσδαιμον ʽ ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισἰ,

    πατρίδα δίζηαι· μητρὸς δέ τοι, οὐ πατρός ἐστι

    μητρόπολις ἐν νήσῳ ἀπὸ Κρήτης εὐρείης

    Μίνωος γαίης οὔτε σχεδόν, οὔτʼ ἀποτηλοῦ

    ἐν τῇ μοῖρʼ ἐστίν σε τελευτῆσαι βιότοιο,

    εὖτʼ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐσακούσας

    δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον

    δοιὰς γὰρ ζωῆς μοίρας λάχες· ἣν μὲν ἀμαυρὰν

    ἠελίων δισσῶν, τὴν δʼ ἀθανάτοις ἰσόμοιρον,

    ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δʼ ἔτι πολλὸν ἀγήρως.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς Λαΐῳ τῷ Θηβαίῳ Λάϊε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς.

    δώσω τοι φίλον υἱὸν ἀτὰρ πεπρωμένον ἐστί,

    τοῦ παιδὸς χερσὶν λείψειν φάος· ὣς γὰρ ἔνευσα.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς Καρύστῳ Χείρωνος φίλε τέκνον ἀγακλειτοῖο, Κάρυστε,

    Πηλίον ἐκπρολιπὼν Εὐβοίας ἄκρον ἱκέσθαι·

    ἔνθʼ ἱερὰν χώραν κτίζειν σοι θέσφατόν ἐστιν.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς Λυκούργῳ ἥκεις, ὦ Λυκόοργε, ἐμὸν ποτὶ πίονα νηόν,

    Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματʼ ἔχουσιν.

    δίζω ἤ σε θεὸν μαντεύσομαι, ἠέπερ ἄνδρα·

    ἀλλʼ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόοργε.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς ἐκ τοῦ Σαράπιδος μὴ μεμψιμοίρει μὴ θεοὺς μηδέν, ξένε·

    ὥρην δὲ μέμφου, ᾗ πατὴρ ἔσπειρέ σε.

    1. Anonymi Epigrammatici

    χρησμὸς τῆς Πυθίας ἁγνὸς πρὸς τέμενος καθαροῦ ξένε, δαίμονος ἔρχου

    ψυχήν, νυμφαίου νάματος ἁψάμενος·

    ὡς ἀγαθοῖς ἀρκεῖ βαιὴ λιβάς· ἄνδρα δὲ φαῦλον

    οὐδʼ ἂν ὁ πᾶς νίψαι νάμασιν Ὠκεανός.

    1. Anonymi Epigrammatici

    χρησμὸς ἐρωτήσαντι Ῥουφίνῳ, πῶς ἂν λάβοι ὅρκον παρὰ τοῦ ἰδίου ναυκλήρου εὖτʼ ἂν ὑπὲρ γαίης ἀνέχῃ δρόμον ὄρθρια Τιτάν,

    λύσας ἀκτῖσι ζοφερῆς δηλήματα νυκτός,

    λάμπῃ δʼ αἰγλήεσσα νέον φάος Ἠριγένεια,

    δὴ τότʼ ἄγων παρὰ θῖνας, ἁλιρράντους τε παρʼ ἀκτὰς

    φῶτα στῆσον ἔναντα δεδορκότα πρὸς φάος αὐγῆς

    ἠελίου. καὶ τὸν μὲν ἔσω πόδα χεύματος ἐντὸς

    δεξιὸν ἐν δίναις ἐχέτω, λαιὸν δʼ ἐπὶ γαίης

    στηρισάτω· χείρεσσι δʼ ἐπιψαύων ἑκάτερθε,

    τῇ μὲν ἁλός, τραφερῆς δʼ ἑτέρῃ, πιστούμενος ὅρκον

    οὐρανὸν ὀμνυέτω, χθόνα τʼ ἄσπετον, ἠδʼ ἁλὸς ὅρμους,

    αἰθερίου τε πυρὸς βιοδώτορα ἡγεμονῆα·

    τοῖον γὰρ θεοὶ ὅρκον ὑπὸ στομάτεσσιν ἀτίζειν

    οὐδʼ αὐτοὶ τολμῶσιν, ἀγήνορες Οὐρανίωνες.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς τοῖς Μεγαρεῦσι γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον,

    ἵπποι Θεσσαλικαί, Λακεδαιμόνιαί τε γυναῖκες,

    ἄνδρες δʼ οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης·

    ἀλλʼ ἔτι καὶ τῶν εἰσιν ἀμείνονες, οἳ τὸ μεσηγὺ

    Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου,

    Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο·

    ὑμεῖς δʼ, ὦ Μεγαρεῖς, οὐδὲ τρίτοι, οὐδὲ τέταρτοι,

    οὐδὲ δυωδέκατοι, οὔτʼ ἐν λόγῳ, οὔτʼ ἐν ἀριθμῷ.

    1. Anonymi Epigrammatici

    χρησμὸς τῆς Πυθίας ἱρὰ θεῶν ἀγαθοῖς ἀναπέπταται, οὐδὲ καθαρμῶν

    χρειώ· τῆς ἀρετῆς ἥψατο οὐδὲν ἄγος.

    ὅστις δʼ οὐλοὸς ἦτορ, ἀπόστιχε· οὔποτε γὰρ σὴν

    ψυχὴν ἐκνίψει σῶμα διαινόμενον.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς ἐν Ἡλίου πόλει, ὅτε ἐναυάγησαν οἱ κίονες τοῦ ἱεροῦ Διὸς τοῦ ὄντος ἐκεῖσε, οἳ νῦν ἐν Βηρύτῳ εἰπὲ Ποσειδάωνι· “κασιηνήτοις πεπιθέσθαι

    πρεσβυτέροις ἐπέοικεν· ἐμῆς ἐρικυδέος αὐλῆς

    κίοσιν οὐ κατὰ κόσμον ἀγάλλεαι·” εἰπὲ τινάξας

    τρὶς ἅλα μαρμαρέην, καὶ πείσεται. ἢν δʼ ἀπιθήσῃ,

    φραζέσθω, μὴ πᾶσαν ἐνιπρήσαιμι θάλασσαν

    οὐδὲ γὰρ οὐδὲ θάλασσα Διὸς σβέννυσι κεραυνόν.

    1. Anonymi Epigrammatici

    χρησμὸς Πυθίας Ἀρκαδίην μʼ αἰτεῖς· μέγα μʼ αἰτεῖς· οὔ τοι δώσω·

    πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν,

    οἳ σ’ ἀποκωλύσουσιν ἐγὼ δέ τοι οὔτι μεγαίρω.

    δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι,

    καὶ καλὸν πεδίον σχοίνῳ διαμετρήσασθαι.

    1. Anonymi Epigrammatici

    χρησμὸς ἐν τοῖς Θήσεως βίοις ἀναφερόμενος ὄλβιος οὗτος ἀνήρ, ὃς νῦν κατὰ λάινον οὐδὸν

    Φοίβου Ἀπόλλωνος χρηστήριον εἰσαναβαίνει,

    ἤλυθεν εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι

    δώσω ἣν οὐκ ἄλλη ἐπιχθονίων πόλις ἕξει.

    1. Anonymi Epigrammatici

    χρησμὸς Πυθίας ἔστι τις Ἀρκαδίης Τεγέη λευρῷ ἐνὶ χώρῳ·

    ἔνθʼ ἄνεμοι πνείουσι δύο κρατερῆς ὑπʼ ἀνάγκης,

    καὶ τύπος ἀντίτυπος καὶ πῆμʼ ἐπὶ πήματι κεῖται·

    ἔνθʼ Ἀγαμεμνονίδην κατέχει φυσίζοος αἶα·

    τὸν σὺ κομισσάμενος, Τεγέης ἐπιτάρροθος ἔσσῃ.

    1. Anonymi Epigrammatici

    Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,

    μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματʼ ἀκούειν

    παιδὸς φθεγγομένου· τὸ δέ σοι πολὺ λώιον ἀμφὶς

    ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.

    1. Anonymi Epigrammatici

    τὴν πεπρωμένην μοίρην ἀδύνατά ἐστιν

    ἀποφυγέειν καὶ θεῷ.

    1. Anonymi Epigrammatici

    ἰσθμὸν δὲ μὴ πυριγοῦτε, μηδʼ ὀρύσσετε·

    Ζεὺς γάρ κʼ ἔθηκε νῆσον, εἲ κʼ ἐβούλετο.

    1. Anonymi Epigrammatici

    ἀλλʼ ὅταν ἐν Σίφνῳ πρυτανήϊα λευκὰ γένηται,

    λεύκοφρύς τʼ ἀγορή, τότε δὴ δεῖ φράδμονος ἀνδρὸς

    φράσσασθαι ξύλινόν τε λόχον κήρυκὰ τʼ ἐρυθρόν.

    1. Anonymi Epigrammatici

    Βάττʼ, ἐπὶ φωνὴν ἦλθες· ἄναξ δέ σε Φοῖβος Ἀπόλλων

    ἐς Λιβύην πέμπει μηλοτρόφον οἰκιστῆρα.

    1. Anonymi Epigrammatici

    αἰ τὺ ἐμεῦ Λιβύην μηλοτρόφον οἶδας ἄμεινον

    μὴ ἐλθὼν ἐλθόντος, ἄγαν ἄγαμαι σοφίην σεῦ.

    1. Anonymi Epigrammatici

    ὃς δέ κεν ἐς Λιβύην πολυήρατον ὕστερον ἔλθῃ

    γᾶς ἀναδαιομένας, μετὰ οἱ ποκά φημι μελήσειν.

    1. Anonymi Epigrammatici

    Ἠετίων, οὔ τίς σε τίει πολύτιτον ἐόντα.

    λάβδα κύει, τέξει δʼ ὀλοίτροχον· ἐν δὲ πεσεῖται

    ἀνδράσι μουνάρχοισι, δικαιώσει δὲ Κόρινθον.

    1. Anonymi Epigrammatici

    χρησμός αἰετὸς ἐν πέτρῃσι κύει, τέξει δὲ λέοντα

    καρτερόν, ὠμηστὴν πολλῶν δʼ ὑπὸ γούνατα λύσει.

    1. Anonymi Epigrammatici

    ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἐσκαταβαίνει,

    Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου,

    αὐτὸς καὶ παῖδες, παίδων γε μὲν οὐκέτι παῖδες.

    1. Anonymi Epigrammatici

    καὶ τότε δή, Μίλητε, κακῶν ἐπιμήχανε ἔργων,

    πολλοῖσιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήσῃ·

    σαὶ δʼ ἄλοχοι πολλοῖσι πόδας νίψουσι κομήταις·

    νηοῦ δʼ ἡμετέρου Διδύμοις ἄλλοισι μελήσει.

    1. Anonymi Epigrammatici

    ἀλλʼ ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα

    ἐξελάσῃ, καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,

    πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει·

    ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων·

    δεινὸς ὄφις ἀέλικτος ἀπώλετο δουρὶ δαμασθείς.

    1. Anonymi Epigrammatici

    γλαῦκʼ Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτως,

    ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι.

    ὄμνυʼ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα.

    ἀλλʼ Ὅρκου πάις ἐστὶν ἀνώνυμος, οὐδʼ ἔπι χεῖρες

    οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰσόκε πᾶσαν

    συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα·

    ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

    1. Anonymi Epigrammatici

    ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγʼ ἔσχατα γαίης

    δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.

    οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον, οὔτε τὸ σῶμα,

    οὔτε πόδες νέατοι, οὔτʼ ὦν χέρες, οὔτε τι μέσσης

    λείπεται, ἀλλʼ ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει

    πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων

    πολλὰ δὲ κἆλλʼ ἀπολεῖ πυργώματα, κοὐ τὸ σὸν οἶον

    πολλοὺς δʼ ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει,

    οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι,

    δείματι παλλόμενοι· κατὰ δʼ ἀκροτάτοις ὀρόφοισιν

    αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκην.

    ἀλλʼ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δʼ ἐπικίδνατε θυμόν.

    1. Anonymi Epigrammatici

    οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι,

    λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ·

    σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας.

    τῶν ἄλλων γὰρ ἁλισκομένων, ὅσα Κέκροπος οὖρος

    ἐντὸς ἔχει, κευθμών τε Κιθαιρῶνος ζαθέοιο,

    τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς

    μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τʼ ὀνήσει.

    μηδὲ σὺ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα

    πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ὑποχωρεῖν,

    νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσσῃ.

    ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν,

    ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης.

    1. Anonymi Epigrammatici

    χρησμὸς Πυθίας ἐχθρὲ περικτιόνεσσι, φίλʼ ἀθανάτοισι θεοῖσι,

    εἴσω τὸν προβόλαιον ἔχων, πεφυλαγμένος ἧσο,

    καὶ κεφαλὴν πεφύλαξο· καὶ δὲ τὸ σῶμα σαώσει.

    1. Anonymi Epigrammatici

    χρησμός ὦ νήπιοι, ἐπιμέμφεσθε ὅσα ὑμῖν ἐκ τῶν

    Μενελάου τιμωρημάτων Μίνως ἔπεμψε μηνίων

    δακρύματα, ὅτι οἱ μὲν οὐ συνεξεπροήξαντο αὐτῷ τὸν

    ἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖς δὲ ἐκείνοισι

    τὴν ἐκ Σπάρτης ἁρπαχθεῖσαν ὑπʼ ἀνδρὸς βαρβάρου γυναῖκα.

    1. Anonymi Epigrammatici

    ὑμῖν δʼ, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο,

    ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπʼ ἀνδράσι Περσεΐδῃσι

    πέρθεται· ἢ τὸ μὲν οὐχί, ἀφʼ Ἡρακλέους δὲ γενέθλης

    πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.

    οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων

    ἀντιβίην Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἑ φημι

    σχήσεσθαι, πρὶν τῶνδʼ ἕτερον διὰ πάντα δάσηται.

    1. Athenaeus

    χρησμὸς Πυθίας φράζεο βαρβαρόφωνος ὅταν ζυγὸν εἰς ἅλα βάλλῃ

    βύβλινον, Εὐβοΐης ἀπέχειν πολυμηκάδας αἶγας.

    1. Athenaeus

    —Βάκιδος χρησμὸς περὶ τῆς τῶν Ἑλλήνων νίκης ἀλλʼ ὅταν Ἀρτέμιδος χρυσαόρου ἱερὸν ἀκτὴν

    νηυσὶ γεφυρώσωσι καὶ εἰναλίην Κυνόσουραν

    ἐλπίδι μαινομένῃ, λιπαρὰς πέρσαντες Ἀθήνας,

    δῖα Δίκη σβέσσει κρατερὸν Κόρον,Ὕβριος υἱόν,

    δεινὸν μαιμώωντα, δοκεῦντʼ ἀνὰ πάντα πιθέσθαι.

    χαλκὸς γὰρ χαλκῷ συμμίξεται, αἵματι δʼ Ἄρης

    πόντον φοινίξει· τότʼ ἐλεύθερον Ἑλλάδος ἦμαρ

    εὐτύοπα Κρονίδης ἐπάγει καὶ πότνια Νίκη.

    1. Athenaeus

    τὴν δʼ ἐπὶ Θερμώδοντι καὶ Ἀσωπῷ λεχεποίῃ

    Ἑλλήνων σύνοδον καὶ βαρβαρόφωνον ἰυγήν,

    τῇ πολλοὶ πεσέονται ὑπὲρ λάχεσίν τε μόρον τε

    τοξοφόρων Μήδων, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς Μενελάῳ καὶ Ἀλεξάνδρῳ τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν,

    οὐ ταὐτὰ φρονέοντες ἐμὸν δόμον εἰσανέβητε,

    ἤτοι ὁ μὲν πώλοιο γόνον διζήμενος εὑρεῖν,

    αὐτὰρ ὁ πῶλον ἄγειν; τί νυ μήσεαι, ὦ μεγάλε Ζεῦ;

    1. Cleobulus

    εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα· τῶν δὲ ἑκάστῳ

    παῖδες δὶς τριήκοντα διάνδιχα εἶδος ἔχουσαι·

    αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δʼ αὖτε μέλαιναι·

    ἀθάνατοι δὲ τʼ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.

    1. Anonymi Epigrammatici

    ἐκ τῆς Πυθίας τῷ βασιλεῖ Ἀδριανῷ ἄγνωστόν μʼ ἐρέεις γενεῆς καὶ πατρίδος αἴης

    ἀμβροσίου Σειρῆνος· ἕδος δʼ Ἰθάκη τις Ὁμήρου·

    Τηλέμαχος δὲ πατήρ, καὶ Νεστορέη Πολυκάστη

    μήτηρ, ἥ μιν ἔτικτε βροτῶν πολυπάνσοφον ἄλλων.

    1. Anonymi Epigrammatici

    εἰς σταφίδα εἴ με νέην ἔλαβες, τάχα μου πίες ἐκχυθὲν αἷμα

    νῦν δʼ ὅτε γηραλέην μʼ ἐξετέλεσσε χρόνος,

    ἔσθιε τὴν ῥυσαινομένην, ὑγρὸν οὐδὲν ἔχουσαν,

    ὀστέα συνθραύων σαρκὶ σὺν ἡμετέρῃ.

    1. Anonymi Epigrammatici

    πήρην σὴν ὀπίσω, κάλαθον χερί, τὸν τράγον ὤμοις,

    αἰπόλε, σῶν ἀγρῶν σύμβολα πάντα φέρεις.

    1. Anonymi Epigrammatici

    εἰμὶ χαμαίζηλον ζῴων μέλος· ἢν δʼ ἀφέλῃς μου

    γράμμα μόνον, κεφαλῆς γίνομαι ἄλλο μέρος·

    ἢν δʼ ἕτερον, ζῷον πάλιν ἔσσομαι· ἢν δὲ καὶ ἄλλο,

    οὐ μόνον εὑρήσεις, ἀλλὰ διηκόσια.

    1. Anonymi Epigrammatici

    τέσσαρα γράμματʼ ἔχων ἀνύω τρίβον ἢν δὲ τὸ πρῶτον

    γράμμʼ ἀφέλῃς, ἀίω· καὶ τὸ μετʼ αὐτὸ πάλιν,

    βορβόρῳ εὑρήσεις ἐμὲ φίλτατον· ἢν δὲ τὸ λοῖσθον

    αἴρῃς, εὑρήσεις ἐπίρρημα τόπου.

    1. Anonymi Epigrammatici

    λαμπάδα μὲν προέηκεν Ἔρως καὶ τόξα καὶ ἰούς,

    Αἰθιόπων δὲ κόνιν ἀντὶ βελῶν προχέει.

    1. Anonymi Epigrammatici

    οὐδὲν ἔσωθεν ἔχω, καὶ πάντα μοι ἔνδοθέν ἐστι,

    προῖκα δʼ ἐμῆς ἀρετῆς πᾶσι δίδωμι χάριν.

    1. Anonymi Epigrammatici

    ἐν πυρὶ κοιμηθεῖσα κόρη θάνεν ὁ προδότης δὲ

    οἶνος· ὑφʼ οὗ δὲ θάνεν, Παλλάδος ἦν στέλεχος·

    ὁ κτείνας ναυηγός· ἐνὶ ζώοντι δὲ τύμβῳ

    κεῖται μεμφομένη τὰς Βρομίου χάριτας.

    109a. Anonymi Epigrammatici

    Παλλὰς καὶ Βρόμιος τε καὶ ὁ κλυτὸς Ἀμφιγυήεις,

    οἱ τρεῖς τὴν μούνην παρθένον ἠφάνισαν.

    1. Anonymi Epigrammatici

    οὐδεὶς βλέπων βλέπει με, μὴ βλέπων δʼ ὁρᾷ·

    ὁ μὴ λαλῶν λαλεῖ, ὁ μὴ τρέχων τρέχει· ˘

    ψευδὴς δʼ ὑπάρχω, πάντα τἀληθῆ λέγων.˘

    1. Anonymi Epigrammatici

    ἄγονος ἐξ ἀγόνων, βελεηφόρος, ἔμβρεφος, ἄρσις.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς Κροίσῳ τῷ Λυδῷ ἀλλʼ ὅταν ἡμίονος βασιλεὺς Μήδοισι γένηται,

    καὶ τότε, Λυδὲ ποδαβρέ, πολυψήφιδα παρʼ Ἕρμον

    φεύγειν, μηδὲ μένειν, μηδʼ αἰδεῖσθαι κακὸς εἶναι.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς Ἀρχιλόχῳ ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις,

    ἔσσετʼ ἐν ἀνθρώποισιν, ὃς ἂν πρῶτός σε προσείπῃ

    νηὸς σῆς ἀποβάντα φίλῃ ἐν πατρίδι γαίῃ.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς τῇ μητρὶ Ἀλεξάνδρου ἐν Κυζίκῳ Πέρσαι λάτριν ἐμὸν σημάντορα χειρὶ βιαίῃ

    ἔκτανον, οἰκεία δὲ κόνις νέκυν ἀμφικαλύπτει·

    τοῦ δʼ ἤν τις Φαέθοντι θοῶς λεύκʼ ὀστέα δείξῃ,

    οὗτός τοι Περσῶν τὸ μέγα κράτος ἔνδοθι θραύσει·

    κεῖται δʼ Ἀσίδος ἐντὸς ὁριζομένᾐ ἐνὶ νήσῳ

    δάφνῃ καὶ ῥείθροισι παραὶ Πελίοιο γέροντος·

    φράζεο δʼ ἀνέρα μάντιν ὑφηγητῆρα κελεύθου

    Φωκέα, ὃς ψαμάθοισιν Ἀπαρνίδος οἰκία ναίει.

    1. Anonymi Epigrammatici

    Κωνσταντῖνος, ἐλθὼν ἐν τῇ Τροίᾳ πλησίον, ἠβουλήθη λήθη κτίσαι πόλιν βασιλικήν, καὶ λαβὼν τὸν

    χρησμὸν ἀνεχώρησεν καὶ κτίζει Κωνσταντινούπολιν

    οὐ θέμις ἐν Τροίης σε πάλαι τμηθέντι θεμείλῳ

    Ῥώμης ἱδρῦσαι νέον οὔνομα· βαῖνε δὲ χαίρων

    ἐς Μεγαρήιον ἄστυ Προποντίδος ἄγχι θαλάσσης,

    ἔνθʼ ἰχθῦς ἔλαφός τε νομὸν βόσκουσι τὸν αὐτόν.

    1. Anonymi Epigrammatici

    τίπτε με τῶν καρύων ἕνεκεν πληγῇσι πιέζεις,

    ὦ μῆτερ; τάδε πάντα καλαὶ διεμοιρήσαντο

    παρθένοι. ἦ γὰρ ἐμεῖο Μελίσσιον ἕβδομα δοιά,

    ἡ δὲ δυωδέκατον Τιτάνη λάβεν· ἕκτον ἔχουσιν

    καὶ τρίτον Ἀστυόχη φιλοπαίγμονες ἠδὲ Φίλιννα·

    εἴκοσι δʼ ἁρπάξασα Θέτις λάβε, δώδεκα Θίσβη·

    ἡ δʼ, ὅρα, ἡδὺ γελᾷ Γλαύκη παλάμῃσιν ἔχουσα

    ἕνδεκα· τοῦτο δέ μοι κάρυον περιλείπεται οἶον.

    1. Anonymi Epigrammatici

    α. ποῦ σοι μῆλα βέβηκεν, ἐμὸν τέκος; β. ἕκτα μὲν Ἰνὼ

    δοιά, καὶ ὀγδοάτην μοῖραν ἔχει Σεμέλη·

    Αὐτονόη δὲ τέταρτον ἀφήρπασεν αὐτάρ Ἀγαυὴ

    πέμπτον ἐμῶν κόλπων ᾤχετʼ ἀπαινυμένη·

    σοὶ δʼ αὐτῇ δέκα μῆλα φυλάσσεται· αὐτάρ ἔγωγε,

    ναὶ μὰ φίλην Κύπριν, ἓν τόδε μοῦνον ἔχω.

    1. Anonymi Epigrammatici

    Δρεψαμένη ποτὲ μῆλα φίλαις διεδάσσατο Μυρτώ·

    Χρυσίδι μὲν μήλων πέμπτον πόρε, τέτρατον Ἡροῖ,

    ἐννεακαιδέκατον Ψαμάθῃ, δέκατον Κλεοπάτρῃ·

    αὐτάρ ἐεικοστον δωρήσατο Παρθενοπείῃ·

    δώδεκα δʼ Εὐάδνῃ μοῦνον πόρεν αὐτάρ ἐς αὐτὴν

    ἤλυθον ἐκ πάντων ἑκατὸν καὶ εἴκοσι μῆλα.

    1. Anonymi Epigrammatici

    Ἀντομέναις ποτὲ μῆλα φίλαις διεμοιρήσαντο

    Ἰνὼ καὶ Σεμέλη δώδεκα παρθενικαῖς.

    καὶ ταῖς μὲν Σεμέλη πόρεν ἄρτια· ταῖς δὲ περισσὰ

    δῶκε κασιγνήτη· μῆλα δʼ ἔχεν πλέονα.

    ἡ μὲν γὰρ τρισσῇσι τρίʼ ἕβδομα δῶκεν ἑταίραις,

    ταῖς δὲ δύο πάντων πέμπτον ἔδωκε λάχος·

    ἕνδεκα δʼ Ἀστυνόμη μιν ἀφείλατο, καὶ οἱ ἔλειπεν

    μοῦνα κασιγνήταις μῆλα δύω φερέμεν.

    ἡ δʼ ἑτέρη πισύρεσσι πόρεν δύο τέτρατα μήλων,

    πέμπτῃ δʼ ἑκταίην μοῖραν ἔδωκεν ἔχειν·

    τέσσαρα δʼ Εὐρυχόρῃ δῶρον πόρε· τέτρασι δʼ ἄλλοις

    μήλοισιν Σεμέλη μίμνεν ἀγαλλομένη.

    1. Anonymi Epigrammatici

    ἡ καρύη πολλοῖσιν ἐβεβρίθει καρύοισιν·

    νῦν δέ τις ἐξαπίνης μιν ἀπέθρισεν ἀλλὰ τί φησιν;

    “ ἐκ μὲν ἐμεῦ καρύων πέμπτον λάβε Παρθενόπεια·

    ὀγδόατον δὲ Φίλιννα φέρει λάχος· ἡ δʼ Ἀγανίππη

    τέτρατον· ἑβδομάτῳ δʼ ἐπιτέρπεται Ὠρείθυια·

    ἕκτην δʼ Εὐρυνόμη καρύων ἐδρέψατο μοίρην

    τρισσαὶ δʼ ἓξ ἑκατὸν Χάριτες διεμοιρήσαντο·

    ἐννάκι δʼ ἐννέα Μοῦσαι ἐμεῦ λάβον ἑπτὰ δὲ λοιπὰ

    δήεις ἀκρεμόνεσσιν ἐφήμενα τηλοτέροισιν.”

    1. Anonymi Epigrammatici

    ἑπτάλοφον ποτὶ ἄστυ Γαδειρόθεν, ἕκτον ὁδοῖο

    Βαίτιος εὐμύκους ἄχρις ἐς ἠιόνας·

    κεῖθεν δʼ αὖ πέμπτον Πυλάδου μετὰ Φώκιον οὖδας,

    Ταύρη χθὼν, βοέης οὔνομʼ ἀπʼ εὐετίης·

    Πυρήνην δέ τοι ἔνθεν ἐπʼ ὀρθόκραιρον ἰόντι

    ὄγδοον, ἠδὲ μιῆς δωδέκατον δεκάτης.

    Πυρήνης δὲ μεσηγὺ καὶ Ἄλπιος ὑψικαρήνου

    τέτρατον· Αὐσονίης αἶψα δυωδέκατον

    ἀρχομένης ἤλεκτρα φαείνεται Ἠριδανοῖο.

    ὦ μάκαρ, ὃς δισσὰς ἤνυσα χιλιάδας,

    πρὸς δʼ ἔτι πέντʼ ἐπὶ ταῖς ἑκατοντάδας ἔνθεν ἐλαύνων

    ἡ γὰρ Ταρπείη μέμβλετʼ ἀνακτορίη.

    1. Anonymi Epigrammatici

    Εὐβλεφάροιο Δίκης ἱερὰ κρήδεμνα μιήνας,

    ὄφρα σε, πανδαμάτωρ χρυσέ, βλέποιμι τόσον,

    οὐδὲν ἔχω· πίσυρας γὰρ ἐπʼ οὐκ ἀγαθοῖσι ταλάντων

    οἰωνοῖσι μάτην δῶκα φίλοις δεκάδας·

    ἥμισυ δʼ αὖ, τρίτατόν τε καὶ ὄγδοον, ὦ πολύμορφοι

    ἀνθρώπων κῆρες, ἐχθρὸν ἔχοντα βλέπω.

    1. Anonymi Epigrammatici

    πέμπτον μοι κλήρου, παῖ, λάμβανε· δωδέκατον δὲ

    δέξο, δάμαρ· πίσυρες δʼ υἱέος οἰχομένου

    παῖδες, ἀδελφειοί τε δύω, καὶ ἀγάστονε μῆτερ,

    ἑνδεκάτην κλήρου μοῖραν ἕκαστος ἔχε.

    αὐτὰρ, ἀνεψιαδοῖ, δυοκαίδεκα δέχθε τάλαντα·

    Εὔβουλος δʼ ἐχέτω πέντε τάλαντα φίλος.

    πιστοτάτοις δμώεσσιν ἐλευθερίην καὶ ἄποινα,

    μισθὸν ὑπηρεσίης, τοῖσδε δίδωμι τάδε·

    ὧδε δὲ λαμβανέτωσαν Ὀνήσιμος εἴκοσι πέντε

    μνᾶς ἐχέτω· Δᾶος δʼ εἴκοσι μνᾶς ἐχέτω,

    πεντήκοντα Σύρος, Συνετὴ δέκα, Τίβιος ὀκτώ·

    ἑπτὰ δὲ μνᾶς Συνετῷ παιδὶ δίδωμι Σύρου.

    ἐκ δὲ τριηκόντων κοσμήσατε σῆμα ταλάντων,

    ῥέζετε δʼ Οὐδαίῳ Ζανὶ θυηπολίην

    δισσῶν ἔς τε πυρὴν καὶ ἄλφιτα καὶ τελαμῶνας,

    εἰκαίην δοιῶν σῶμα χάριν λαβέτω.

    1. Anonymi Epigrammatici

    ἠέλιος, μήνη τε καὶ ἀμφίθέοντος ἀλῆται

    ξωοφόρου τοίην τοι ἐπεκλώσαντο γενέθλην

    ἕκτην μὲν βιότοιο φίλῃ παρὰ μητέρι μεῖναι

    ὀρφανὸν ὀγδοάτην δὲ μετʼ ἀντιβίοισιν ἀνάγκῃ

    θητεύειν, νόστον τε γυναῖκά τε παῖδά τʼ ἐπʼ αὐτῇ

    τηλύγετον δώσουσι θεοὶ τριτάτῃ ἐπὶ μοίρῃ·

    δὴ τότε σοι Σκυθικοῖσιν ὑπʼ ἔγχεσι παῖς τε δάμαρ τε

    ὄλλυνται. σὺ δὲ τοῖσιν ἐπʼ ἄλγεσι δάκρυα χεύσας,

    ἑπτὰ καὶ εἴκοσ’ ἔτεσσι βίου ποτὶ τέρμα περήσεις.

    1. Anonymi Epigrammatici

    τύμβος ἐγώ· κεύθω δὲ πολύστονα τέκνα Φιλίννης,

    τοῖον μαψιτόκων καρπὸν ἔχων λαγόνων

    πέμπτον ἐν ἠιθέοις, τρίτατον δʼ ἐνὶ παρθενικῇσιν,

    τρεῖς δέ μοι ἀρτιγάμους δῶκε Φίλιννα κόρας·

    λοιποὶ δʼ ἠελίοιο πανάμμοροι ἠδὲ καὶ αὐδῆς

    τέσσαρες ἐκ λαγόνων εἰς Ἀχέροντα πέσον.

    1. Anonymi Epigrammatici

    οὗτός τοι Διόφαντον ἔχει τάφος· ἆ μέγα θαῦμα·

    καὶ τάφος ἐκ τέχνης μέτρα βίοιο λέγει.

    ἕκτην κουρίζειν βιότου θεὸς ὤπασε μοίρην

    δωδεκάτην δʼ ἐπιθείς, μῆλα πόρεν χνοάειν·

    τᾖ δʼ ἄρʼ ἐφʼ ἑβδομάτῃ τὸ γαμήλιον ἥψατο φέγγος,

    ἐκ δὲ γάμων πέμπτῳ παῖδʼ ἐπένευσεν ἔτει.

    αἰαῖ, τηλύγετον δειλὸν τέκος, ἥμισυ πατρὸς

    † τοῦδε καὶ ἡ κρυερὸς μέτρον ἑλὼν βιότου.

    πένθος δʼ αὖ πισύρεσσι παρηγορέων ἐνιαυτοῖς

    τῇδε πόσου σοφίᾐ τέρμʼ ἐπέρησε βίου.

    1. Anonymi Epigrammatici

    παντός ὅσου βεβίωκε χρόνου παῖς μὲν τὸ τέταρτον

    Δημοχάρης βεβίωκε· νεηνίσκος δὲ τὸ πέμπτον

    τὸ τρίτον εἰς ἄνδρας· πολιὸν δʼ ὅτʼ ἀφίκετο γῆρας

    ἔζησεν λοιπὰ τρισκαίδεκα γήραος οὐδῷ.

    1. Anonymi Epigrammatici

    οἷον ἀδελφειὸς μʼ ἐβιήσατο, πέντε τάλαντα

    οὐχ ὁσίῃ μοίρῃ πατρικὰ δασσάμενος.

    ἑπτὰ κασιγνήτοιο τόδʼ ἑνδεκάτων πολύδακρυς

    πέμπτον ἔχω μοίρης. Ζεῦ, βαθὺν ὕπνον ἔχεις.

    1. Anonymi Epigrammatici

    εἶπε κυβερνητῆρι, πλατὺν πόρον Ἀδριακοῖο

    τέμνων νηί, ἁλὸς πόσα λείπεται εἰσέτι μέτρα;

    τὸν δʼ ἀπαμείβετο· “ Ναῦτα, μέσον Κριοῖο μετώπου

    Κρηταίου, Σικελῆς τε Πελωρίδος ἑξάκι μέτρα

    χίλια, δοιῶν δʼ αὖτε παροιχομένοιο δρόμοιο

    πέμπτων διπλάσιον Σικελὴν ἐπὶ πορθμίδα λείπει.”

    1. Anonymi Epigrammatici

    τῶν πισύρων κρουνῶν ὁ μὲν ἤματι πλῆσεν ἅπασαν

    δεξαμενήν, δυσὶ δʼ οὗτος, ὃ δʼ ἐν τρισὶν ἤμασιν οὗτος,

    τέτρατος ἐν τετόρεσσι· πόσῳ πλήσουσιν ἅπαντες;

    1. Anonymi Epigrammatici

    οἶγέ με, καὶ πισύρεσσιν ἐνιπλήσω παρεοῦσαν

    δεξαμενὴν ὥραις, κρουνὸς ἅλις προρέων·

    δεξιτερὸς δʼ ἄρʼ ἐμεῖο τόσαις ἀπολείπεται ὥραις,

    ὄφρα μιν ἐμπλήσει· δὶς δὲ τόσαις ὁ τρίτος.

    εἰ δʼ ἄμφω σὺν ἐμοὶ προχέειν ῥόου ἑσμὸν ἀνώγοις,

    εἰν ὀλίγῃ μοίρῃ πλήσομεν ἠματίῃ.

    1. Anonymi Epigrammatici

    Κύκλωψ † ἐγὼ Πολύφημος ὁ χάλκεος· οἷα δʼ ἐπʼ αὐτῷ

    τεῦξέ τις ὀφθαλμὸν καὶ στόμα καὶ παλάμην,

    κρουνοῖς συζεύξας· στάζοντι δὲ πάμπαν ἔοικεν,

    ἠδʼ ἔτι καὶ βλύζων φαίνετʼ ἀπὸ στόματος.

    κρουνῶν δʼ οὔτις ἄτακτος· ὁ μὲν παλάμης τρισὶ μούνοις

    ἤμασιν ἐμπλήσει δεξαμενὴν προρέων

    ἠμάτιος γλήνης· στόμα δʼ ἤματος ἐν δύο πέμπτοις.

    τίς κʼ ἐνέποι τρισσοῖς ἶσα θέοντα χρόνον;

    1. Anonymi Epigrammatici

    ὡς ἀγαθὸν κρητῆρι θοοὶ κερόωσι ῥέεθρον

    οἵδε δύω ποταμοί, καὶ Βρομίοιο Χάρις.

    ἶσος δʼ οὐ πάντεσσι ῥόου δρόμος· ἀλλά μιν οἶος

    Νεῖλος μὲν προρέων ἠμάτιος κορέσει,

    τόσσον ὕδωρ μαζῶν ἀπερεύγεται· ἐκ δʼ ἄρα Βάκχου;

    θύρσος ἐνὶ τρισσοῖς ἤμασιν οἶνον ἱείς·

    σὸν δὲ κέρας, Ἀχελῷε, δύʼ ἤμασι. νῦν δʼ ἅμα πάντες

    ῥεῖτε καὶ εἰν ὥραις πλήσετέ μιν ὀλίγαις.

    1. Anonymi Epigrammatici

    ὦ γύναι, ὡς πενίης ἐπελήσαο· ἣ δʼ ἐπίκειται

    αἰὲν ἀναγκαίῃ κέντρα φέρουσα πόνων.

    μνᾶν ἐρίων νήθεσκες ἐν ἤματι πρεσβυτέρη δὲ

    θυγατέρων καὶ μνᾶν καὶ τρίτον εἷλκε κρόκης·

    ὁπλοτέρη δὲ μιῆς φέρεν ἥμισυ. νῦν δʼ ἅμα πάσαις

    δόρπον ἐφοπλίζεις μνᾶν ἐρύσασα μόνον.

    1. Anonymi Epigrammatici

    οἵδε λοετροχόοι τρεῖς ἕσταμεν ἐνθάδʼ Ἔρωτες,

    καλλιρόου πέμποντες ἐπʼ εὐρίποιο λοετρά.

    δεξιτερὸς μὲν ἔγωγε τανυπτερύγων ἀπὸ ταρσῶν

    ἤματος ἑκταίῃ μοίρῃ ἔνι τόνδε κορέσσω·

    λαιὸς δʼ αὖ πισύρεσσιν ἀπʼ ἀμφιφορῆος ἐν ὥραις·

    ἐκ δʼ ὁ μέσος τόξοιο κατʼ ἤματος αὐτὸ τὸ μέσσον.

    φράζεο δʼ, ὡς ὀλίγῃ κεν ἐνιπλήσαιμεν ἐν ὥρῃ,

    ἐκ πτερύγων τόξου τε καὶ ἀμφιφορῆος ἱέντες.

    1. Anonymi Epigrammatici

    Πλινθουργοί, μάλα τοῦτον ἐπείγομαι οἶκον ἐγεῖραι,

    ἦμαρ δʼ ἀννέφελον τόδε σήμερον, οὐδʼ ἔτι πολλῶν

    χρηίζω, πᾶσαν δὲ τριηκοσίῃσι δέουσαν

    πλίνθον ἔχω. σὺ δὲ μοῦνος ἐν ἤματι τόσσον ἔτευχες·

    παῖς δέ τοι ἐκ καμάτοιο διηκοσίαις ἀπέληγεν

    γαμβρὸς δʼ αὖ τόσσῃσι καὶ εἰσέτι πεντήκοντα.

    τρισσαῖς συζυγίαις πόσσαις τόδε τεύχεται ὥραις;

    1. Anonymi Epigrammatici

    δάκρυ παρὰ στάξαντες ἀμείβετε· οἵδε γὰρ ἡμεῖς,

    οὓς τόδε δῶμα πεσὸν ὤλεσεν Ἀντιόχου

    δαιτυμόνας, ἴσης τε ˘ θεὸς δαιτός τε τάφου τε

    τόνδʼ ἔπορεν χῶρον. τέσσαρες ἐκ Τεγέης

    κείμεθα· Μεσσήνης δὲ δυώδεκα· ἐκ δέ τε πέντε

    Ἄργεος· ἐκ Σπάρτης δʼ ἥμισυ δαιτυμόνων,

    αὐτός τʼ Ἀντίοχος· πέμπτου δέ τε πέμπτον ὄλοντο

    Κεκροπίδαι· σὺ δʼ Ὕλαν κλαῖε, Κόρινθε, μόνον.

    1. Anonymi Epigrammatici

    Νικαρέτη παίζουσα σὺν ἡλικιώτισι πέντε,

    ὧν εἶχεν καρύων Κλεῖτʼ ἔπορεν τὸ τρίτον,

    καὶ Σαπφοῖ τὸ τέταρτον, Ἀριστοδίκᾐ δὲ τὸ πέμπτον,

    εἰκοστὸν Θεανοῖ καὶ πάλι δωδέκατον,

    εἰκοστὸν τέτρατον δὲ Φιλιννίδι· καὶ περιῆν δὲ

    πεντήκοντʼ αὐτῇ Νικαρέτῃ κάρυα.

    1. Anonymi Epigrammatici

    γνωμονικῶν Διόδωρε μέγα κλέος, εἰπέ μοι ὥρην,

    ἡνίκʼ ἀπʼ ἀντολίης πόλον ἥλατο χρύσεα κύκλα

    ἠελίου. “τοῦ δῆτοι ὅσον τρία πέμπτα δρόμοιο,

    τετράκι τόσσον ἔπειτα μεθʼ Ἑσπερίην ἅλα λείπει.”

    1. Anonymi Epigrammatici

    Ζεῦ μάκαρ, ἦ ῥά τοι ἔργα τάδʼ εὔαδεν, οἷα γυναῖκες

    Θεσσαλικαὶ παίζουσι; μαραίνεται ὄμμα Σελήνης

    ἐκ μερόπων ἴδον αὐτός· ἔην δʼ ἔτι νυκτὸς ἐπʼ ἠῶ

    δὶς τόσον ὅσσα δύʼ ἕκτα καὶ ἕβδομον οἰχομένοιο.

    1. Anonymi Epigrammatici

    Ἀπλανέων ἄστρων, παρόδους τ ἐπὶ τοῖσιν ἀλητῶν

    εἰπέ μοι, ἡνίκʼ ἐμὴ χθιζὸν ἔτικτε δάμαρ.

    ἦμαρ “ ἔην, ὅσσον τε δὶς ἕβδομον ἀντολίηθεν,

    ἑξάκι τόσσον ἔην Ἑσπερίην ἐς ἅλα.”

    1. Anonymi Epigrammatici

    ἔγρεσθʼ, Ἠριγένεια παρέδραμε· πέμπτον, ἔριθοι,

    λειπομένης τρισσῶν οἴχεται ὀγδοάτων.

    1. Anonymi Epigrammatici

    Σύρτιος ἐν τενάγεσσι πατήρ θάνεν. ἐκ δʼ ἄρʼ ἐκείνης

    πέντε τάλαντα φέρων ἤλυθε ναυτιλίης

    οὗτος ἀδελφειῶν προφερέστατος· ἦ γὰρ ἔμοιγε

    δῶκεν ἑῆς μοίρης διπλάσιον τριτάτων

    δοιῶν, ἡμετέρης δὲ δύʼ ὄγδοα μητέρι μοίρης

    ὤπασεν, οὐδὲ δίκης ἤμβροτεν ἀθανάτων.

    1. Anonymi Epigrammatici

    α. ἁ βάσις ἃν πατέω σὺν ἐμοὶ βάρος ἁλίκον ἕλκει.

    β. χἀ κρηπὶς σὺν ἐμοὶ τόσσα τάλαντα φέρει.

    α. ἀλλʼ ἐγὼ οἶος ἅπαξ τὰν σὰν βάσιν ἐς δὶς ἀνέλκω.

    β. κἠγὼ μοῦνος ἐὼν σὰν βάσιν ἐς τρὶς ἄγω.

    1. Anonymi Epigrammatici

    α. δός μοι δέκα μνᾶς, καὶ τριπλοῦς σοῦ γίνομαι.

    β. κἀγὼ λαβὼν σοῦ τὰς ἴσας, σοῦ πενταπλοῦς.

    1. Anonymi Epigrammatici

    α. δός μοι δύο μνᾶς, καὶ διπλοῦς σοῦ γίνομαι.

    β. κἀγὼ λαβὼν σοῦ τὰς ἴσας, σοῦ τετραπλοῦς.

    1. Homerus

    Ὅμηρος Ἡσιόδῳ ἐρωτήσαντι, πόσον τὸ τῶν Ἑλλήνων πλῆθος τὸ κατὰ τῆς Ἰλίου στρατεῦσαν

    ἑπτὰ ἔσαν μαλεροῦ πυρὸς ἐσχάραι· ἐν δὲ ἑκάστῃ

    πεντήκοντʼ ὀβελοί, περὶ δὲ κρέα πεντήκοντα·

    τρὶς δὲ τριηκόσιοι περὶ ἓν κρέας ἦσαν Ἀχαιοί.

    1. Germanus

    χρησμὸς δοθεὶς Ἰουλιανῷ τῷ ἀποστάτῃ, ὅτε τὴν γενέθλιον ἡμέραν ἐπιτελῶν ἑαυτοῦ διῆγεν περὶ

    Κτησιφῶντα ἀγῶνας ἱππικοὺς θεώμενος

    γηγενέων ποτὲ φῦλον ἐνήρατο μητίετα Ζεύς,

    ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματʼ ἔχουσιν.

    Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς

    μαρνάμενος πόλιας πόλιας καὶ τείχεα μακρὰ

    ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ,

    νωλεμέως δʼ ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα·

    ὃς ῥα καὶ ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας

    ὑσμίναις πυκναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς Τιμοκράτῃ Ἀθηναίῳ ἐρωτήσαντι περὶ ἐπιληψίας

    μείζονʼ ἀειράμενος κεφαλῆς ποιμνηίου εὐλὴν

    μηκάδος, ἀγρονόμοιο δέμας περικάββαλε μήλου,

    ἑρπηστὰν πολύπλαγκτον ἐϋρρήνου ἀπὸ κόρσης.

    1. Anonymi Epigrammatici

    χρησμὸς δοθεὶς τῷ Αἰγεῖ ἐρωτήσαντι περὶ παιδοποιΐας ἀσκοῦ τὸν προὔχοντα ποδαιόνα, φίλτατε λαῶν,

    μὴ λῦσαι, πρὶν γουνὸν Ἀθηναίων ἀφικέσθαι.