Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Greek Anthology

    Book 3

    Greek Anthology

    30 min
    1. Anonymi Epigrammatici

    εἰς τὸ ποιημάτιον Ἰωάννου Γραμματικοῦ Ζωοτύπος τόλμησεν ἃ μὴ θέμις εἰκόνι γράψαι,

    εὐεπίη δʼ ἐτέλεσσε φύσιν ψευδήμονα κόσμου,

    ἐγγὺς ἀληθείης τε· γραφὴ δʼ ἐψεύσατο πάντα.

    1. Anonymi Epigrammatici

    εἰς τὴν πόλιν τῶν Μύρων τῆς Λυκίας Καλλιχόρου τόδε τεῖχος ἀνηέξησε πόληος

    Μαρκιανὸς σκηπτοῦχος, ὑπʼ ἐννεσίῃσιν ὑπάρχου

    Παλλαδίου, θεσμοῖς τε περίφρονος Ἀρτεμεῶνος·

    ἡ δὲ πόλις παλίνορσον ἑὸν χρόνῳ εὕρατο μέτρον.

    1. Anonymi Epigrammatici

    εἰς τὸν τάφον τοῦ ἁγίου Νικάνδρου ἑπτά με καὶ δέκα παῖδʼ ἐτέων ἀκέραιον, ἄχραντον,

    Νίκανδρον πιστὸν μάρτυρα θῆκε θεός.

    1. Anonymi Epigrammatici

    ἐπιτύμβιον ἐν Νικαίᾳ πλησίον τῆς λίμνης ἐν τῷ ὀβελίσκῳ Αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον,

    καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα·

    ἃ τὸν ἐνὶ ζῳοῖς βεβοαμένον ἱεροφάνταν

    κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον.

    ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας

    μνᾶμα τόδʼ ᾧ γείτων οὐρανός, οὐκ ἀίδας.

    1. Anonymi Epigrammatici

    οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶς

    ἀνδρός, ἴσον βιότῳ καὶ τάφον εὑραμένου,

    ἄστροις γειτονέοντα· φέρει δʼ ὅσον οὔτινα τύμβος

    ἀνέρα,, τὸν τελετᾶς οὐρανίδος ζάκορον,

    τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα,

    τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα·

    ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσα

    Ἀτθίς, χἀ κόλποις ὀστέα δεξαμένα.

    1. Anonymi Epigrammatici

    τοῦτο Σακέρδωτος μεγάλου μέγα σῆμα τέτυκται

    παμφαές, Ἀσκανίης ἄστρον ἐπιχθόνιον,

    ἀκτίνων ἀντωπὸν ὁ δʼ ἥσυχος ἔνδοθι δαίμων

    κεῖται, ὁ καὶ πάτρᾐ δεξιτερὴν τανύσας

    κεκλιμένῃ, καὶ στέμμα περὶ κροτάφοισιν ἀνάψας

    ἱερὸνἐκ πατρὸς παιδὶ νεαζόμενον

    ὃν πάτρη μὲν ἔδεκτο φίλον νέκυν, ἥγνισε δʼ Ἀτθὶς

    πυρκαϊῇ, σέβεται δʼ Ἑλλὰς ἅπασα πόλις.

    1. Anonymi Epigrammatici

    ἁ πάτρα Νίκαια, πατήρ δέ μοι ὀργιοφάντας

    οὐρανοῦ, αὐτάρ ἐγὼ κλαρονόμος τελετᾶς·

    οὗτος ὁ καὶ σεισθεῖσαν ἐμὰν πόλιν ἐξ ἀίδαο

    ῥυσάμενος δώροις Αὐσονίοιο Διός·

    θνᾴσκω δʼ Ἀσκανίας μὲν ἀπόπροθεν, ἠδʼ ἐπὶ γαίας

    Ἀτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν.

    μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππῳ

    παῖς ἐμός· ἁ δʼ ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους.

    1. Anonymi Epigrammatici

    εἷς γάμος ἀμφοτέρων, ξυνὸς βίος, οὐδὲ θανόντων

    μνήμονες ἀλλήλων ἔσχον ἀποικεσίην·

    καὶ σ’ αἱ μὲν τελεταί τε καὶ ἄρρενος ἔργα, Σακέρδως,

    κηρύξει βίοτον πάντας ἐς ἠελίους·

    αὐτάρ ἐμὲ Σευουήραν ἀνήρ, τέκος, ἤθεα, κάλλος,

    τῆς πρὶν Πηνελόπης θήσει ἀοιδοτέρην.

    1. Flavius Cyrus

    ἐγκώμιον εἰς Θεοδόσιον τὸν βασιλέα

    πάντα μὲν Αἰακίδαο φέρεις ἀριδείκετα ἔργα,

    νόσφι λοχαίου ἔρωτος· ὀιστεύεις δʼ ἅτε Τεῦκρος,

    ἀλλʼ οὔ τοι νόθον ἦμαρ ἔχεις δʼ ἐρικυδέα μορφήν,

    τὴν Ἀγαμεμνονέην, ἀλλʼ οὐ φρένας οἶνος ὀρίνει·

    ἐς πινυτὴν δʼ Ὀδυσῆι δαΐφρονι πᾶν σε ἐΐσκω,

    ἀλλὰ κακῶν ἀπάνευθε δόλων Πυλίου δὲ γέροντος

    ἶσον ἀποστάζεις, βασιλεῦ, μελιηδέα φωνήν,

    πρὶν χρόνον ἀθρήσεις τριτάτην ψαύοντα γενέθλην.

    1. Anonymi Epigrammatici

    μάρτυρας ἐν πελάγει πόθεν εὕρομεν; εἴπατε πέτραι,

    εἴπατε κύματα μακρά, πόσαις ἐμάχοντο θυέλλαις.

    ναῦς ἐάγη, πέσεν ἱστός, ἔδυ τρόπις, ὤλετο φόρτος.

    1. Anonymi Epigrammatici

    ἐν τῷ Κάστρῳ τῆς Λίνδου εὐρὺ μὲν ἀρχαίης Λίνδου κλέος, Ἀτρυτώνην

    δεξαμένης ὄχθοις οὐρανίοισιν ἄκρης·

    μέζων δʼ αὖ κατὰ γαῖαν ἐπήρατος ἔπλετο φῆμις

    παρθενικῆς γλαυκῶν πλησαμένῃ χαρίτων.

    νῦν γὰρ Ἀθηναίης βοάᾳ θαλερὸς ἔμεν οἶκος

    χῶρος καρπογόνους δερκόμενοις σκοπέλους·

    ἄνθεμα γὰρ τόδε λαρὸν Ἀθηναίῃ πόρεν ἱρεὺς

    Ἀγλώχαρτος, ἑῶν νειμάμενος κτεάνων,

    κρέσσων καὶ Κελεοῖο καὶ Ἰκαρίοιο κατʼ αἶαν

    πάμπαν ἀεξῆσαι τὴν ἱερὴν ἐλέην.

    1. Leo Philosophus

    εὖγε Τύχη με ποεῖς, ἀπραγμοσύνῃ μʼ Ἐπικούρου

    ἡδίστῃ κομέουσα, καὶ ἡσυχίῃ τέρπουσα·

    τίπτε δέ μοι χρέος ἀσχολίης πολυκηδέος ἀνδρῶν;

    οὐκ ἐθέλω πλοῦτον, τυφλὸν φίλον, ἀλλοπρόσαλλον,

    οὐ τιμάς· τιμαὶ δὲ βροτῶν ἀμενηνὸς ὄνειρος.

    ἔρρε μοι, ὦ Κίρκης δνοφερὸν σπέος· αἰδέομαι γὰρ

    οὐράνιος γεγαὼς βαλάνους ἅτε θηρίον ἔσθειν·

    μισῶ Λωτοφάγων γλυκερὴν λιπόπατριν ἐδωδήν·

    Σειρηνων τε μέλος καταγωγὸν ἀναίνομαι ἐχθρόν·

    ἀλλὰ λαβεῖν θεόθεν ψυχοσσόον εὔχομαι ἄνθος,

    μῶλυ, κακῶν δοξῶν ἀλκτήριον ὦτα δὲ κηρῷ

    ἀσφαλέως κλείσας προφυγεῖν γενετήσιον ὁρμήν.

    ταῦτα λέγων τε γράφων τε πέρας βιότοιο κιχείην,

    1. Constantinus

    εἰς τὸν θρόνον αὐτοῦ εἰ μέν τις σοφός ἐσσι, ἐφέζεο· εἰ δέ γε Μούσης

    δακτύλῳ ἀκροτάτῳ ἀπεγεύσαο, . . .

    πόρρω στῆθʼ ἀπʼ ἐμεῖο, καὶ ἄλλοθι δίζεο ἕδρην

    κλισμὸς ἐγὼ φορέων σοφίης ἐπιΐστορας ἄνδρας.

    1. Theophanes Confessor

    ἀντίγραφον πρὸς ταῦτα

    καὶ τί γε σῆμα φέρεις ἐξαίρετον, ὦ κενεαυχές,

    ὅττι σοφοὺς φιλέεις μέν, ἀμούσους δʼ ἀνταπερύκεις;

    οὐ χρυσὸν φορέεις, οὐκ ἄργυρον, οὐκ ἐλέφαντα,

    ἀλλά σε τεκτονίης ἡγήτορες ἄνδρες ἔτευξαν,

    Καλλιόπης ἀΐδρεις καὶ ἀπευθέες Ἡφαίστοιο,

    πᾶσι σοφοῖς τʼ ἀσόφοις τε δορήϊον ἔμμεναι ἕδρην.

    1. Constantinus

    εἰς τὸν σταυρὸν ὃν ἀνέθετο.ἐν τῇ Λίνδῳ Κωνσταντῖνος Ἰωάννου ἠδʼ Εὐδοκίης με

    τέκνον ἔτευξεν ἀγακλυτόν, ὃν Λίνδος μεγάλαυχος

    ἤνεγκε προτέρης γενεῆς προφερέστερον ἄνδρα,

    καὶ πιστὸν θεράποντα σκηπτούχοιο Λέοντος·

    ᾧ Ἀλέξανδρος ἀδελφὸς ἰδʼ υἱὸς Κωνσταντῖνος

    σκῆπτρα θεοστήρικτα συνεξαγέτην βασιλείης.

    1. Constantinus

    εἰς τὸν αὐτὸν σταυρόν ἅπαν μὲν ἔργον οὐ πρὸς ἀξίαν πέλει

    τὴν σήν, ὑπερθαύμαστε κόσμου δεσπότι·

    ἔργων γὰρ ἔξω καὶ φθορᾶς τὸ σὸν κλέος·

    τὸ δʼ ἔργον, ὃ προσῆξέ σοι Κωνσταντίνος,

    ἐπάξιον πέφυκεν, εἰ δή, Παρθένε,

    τοῦ σοῦ τόκου τὸ σκῆπτρον εὖ διαγράφει,

    καὶ σαρκὸς αὐτοῦ τὸ τρισόλβιον πάθος.

    1. Constantinus

    εἰς τὴν εἰκόνα τῆς Θεοτόκου εἰ ζωγραφεῖν τις ἤθελέν σε, Παρθένε,

    ἄστρων ἐδεῖτο μᾶλλον ἀντὶ χρωμάτων,

    ἵνʼ ἐγράφης φωστῆρσιν, ὡς φωτὸς πύλη·

    ἀλλʼ οὐχ ὑπείκει ταῦτα τοῖς βροτῶν λόγοις·

    ἃ δʼ οὖν φύσις παρέσχε καὶ γραφῆς νόμος,

    τούτοις παρʼ ἡμῶν ἱστορῇ τε καὶ γράφῃ.

    1. Anonymi Epigrammatici

    εἰς τὴν τάβλαν ὀστέα σου, Παλάμηδες, ἔδει πρισθέντα γενέσθαι

    ὄργανα τῆς τέχνης τῆς ἀπὸ τοῦ πολέμου·

    ἐν πολέμοις γὰρ ἐὼν ἕτερον πόλεμον κατέδειξας,

    ἐν ξυλίνῳ σταδίῳ τὸν φιλικὸν πόλεμον.

    1. Anonymi Epigrammatici

    εἴς τινα ἰατρὸν Ἀσκληπιάδην Ἀσκληπιάδης ἰατρὸς ἥρπασεν κόρην.

    μετὰ τὴν φθορὰν δὲ τοῦ γάμου τῆς ἁρπαγῆς

    ἐκάλεσε πλῆθος εἰς τὸν αὐθέντην γάμον

    ἀνδρῶν χορευτῶν καὶ γυναικῶν ἀθλίων·

    τῆς οἰκίας δὲ συμπεσούσης ἑσπέρας,

    πάντες κατηνέχθησαν εἰς ᾅδου δόμους,

    νεκροὶ δʼ ἔκειντο περὶ νεκροῖς πεπτωκότες·

    νυμφὼν δʼ ὁ σεμνὸς, ἐκ ῥόδων πεπλεγμένος,

    ἐκ τῶν φόνων ἔσταξεν αἷμα φοίνιον.

    1. Palladas

    σιγῶν παρέρχου τὸν ταλαίπωρον βίον,

    αὐτὸν σιωπᾖ τὸν χρόνον μιμούμενος·

    λαθὼν δὲ καὶ βίωσον, εἰ δὲ μή, θανών.

    1. Theocritus

    οὐδενὸς εὐνάτειρα, Μακροπτολέμοιο δὲ μάτηρ,

    μαίας ἀντιπέτροιο θοὸν τέκεν ἰθυντῆρα,

    οὐχὶ Κεράσταν, ὅν ποτʼ ἐθρέψατο ταυροπάτωρ,

    ἀλλʼ οὗ πιλιπὲς αἶθε πάρος φρένα τέρμα σάκους,

    οὔνομʼ ὅλον, δίζων, ὃς τᾶς Μέροπος πόθον

    κούρας γηρυγόνας ἔχε τᾶς ἀνεμώδεος·

    ὃς Μοίσᾳ λιγὺ πᾶξεν ἰοστεφάνῳ,

    ἕλκος, ἄγαλμα πόθοιο πυρισμαράγω·

    ὃς σβέσεν ἀνορέαν ἰσαυδέα

    παπποφίνου Τυρίαν τʼ . . . ,

    ᾧ τόδε τυφλοφόρων ἐρατὸν

    πᾶμα Πάρις θέτο Σιμιχίδας.

    ψυχάν, ᾇ βοτοβάμων,

    στήτας οἶστρε Σαέττας,

    κλωποπάτωρ, ἀπάτωρ,

    λαρνακόγυιε, χαρεὶς

    ἁδὺ μελίσδοις

    ἔλλοπι κούρᾳ,

    Καλλιόπᾳ,

    νηλεύστῳ.

    1. Simias

    To be written thus: Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ

    τᾶμος, ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν

    οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,

    νῦν δʼ ἐς Ὁμήρειον ἔβα κέλευθον,

    τρὶς μάκαρ, ὃν σὺ θυμῷ

    ὅδʼ ὄλβος

    ἀεὶ πνεῖ.

    ἵλαος ἀμφιδερχθῇς.

    σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς·

    ἀλλʼ ἀπὸ κρανῶν ἰθαρᾶν νᾶμα κόμιζε δυσκλής·

    Δαρδανιδᾶν, χρυσοβαφεῖς τʼ ἐστυφέλιξʼ ἐκ θεμέθλων ἄνακτας·

    ὤπασ’ Ἐπειὸς πέλεκυν, τῷ ποκὰ πύργων θεοτεύκτων κατέρειψεν αἶπος.

    To be read thus:

    Ἀνδροθέᾳ δῶρον ὁ Φωκεὺς κρατερᾶς μηδοσύνας ἦρα τίνων Ἀθάνᾳ

    ὠπασ’ Ἐπειὸς πέλεκυν, τῷ ποκὰ πύργων θεοτεύκτων κατέρειψεν αἶπος,

    τᾶμος, ἐπεὶ τὰν ἱερὰν κηρὶ πυρίπνῳ πόλιν ᾐθάλωσεν

    Δαρδανιδᾶν, χρυσοβαφεῖς τʼ ἐστυφέλιξʼ ἐκ θεμέθλων ἄνακτας·

    οὐκ ἐνάριθμος γεγαὼς ἐν προμάχοις Ἀχαιῶν,

    ἀλλʼ ἀπὸ κρανῶν ἰθαρᾶν νᾶμα κέλευθον δυσκλής·

    νῦν δʼ ἐς Ὁμήρειον ἔβα κέλευθον,

    σὰν χάριν, ἁγνὰ πολύβουλε Παλλάς·

    τρὶς μάκαρ ὃν σὺ θυμῷ

    ἵλαος ἀμφιδερχθῇς.

    ὅδʼ ὄλβος

    ἀεὶ πνεῖ.

    1. Anonymi Epigrammatici

    εἰς τὴν βίβλον Μάρκου εἰ λύπης κρατέειν ἐθέλεις,

    τήνδε μάκαιραν ἀναπτύσσων

    βίβλον ἐπέρχεο ἐνδυκέως,

    ἧς ὕπο γνώμην ὀλβίστην

    ῥεῖά κεν ὄψεαι ἐσσομένων,

    ὄντων ἠδὲ παροιχομένων,

    τερπωλὴν τʼ ἀνίην τε

    καπνοῦ μηδὲν ἀρειοτέρην.

    1. Simias

    λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτʼ, Ἀκμονίδαν τʼ ἄλλυδις ἑδράσαντα,

    μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια.

    τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκʼ ἔκραινʼ Ἀνάγκα,

    πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖς

    ἑρπετά, † πάνθʼ ὅσ’ ἕρπει

    διʼ αἴθρας.

    χάους δέ,

    οὔτι γε Κύπριδος παῖς

    ὠκυπέτας οὐδʼ Ἄρεος καλεῦμαι·

    οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋλόγῳ δὲ πειθοῖ·

    εἶκε δέ μοι Γαῖα, Θαλάσσας τε μυχοί, χάλκεος Οὐρανός τε·

    τῶν δʼ ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.

    1. Besantinus

    Ὀλὸς οὔ με λιβρὸς ἱρῶν

    Λιβάδεσσιν, οἷα κάλχη

    Ὑποφοινίῃσι τέγγει·

    Μαύλιες δʼ ὕπερθε πέτρης Ναξίας θοούμεναι

    Παμάτων φείδοντο Πανός· οὐ στροβίλῳ λιγνύι

    Ἰξὸς εὐώδης μελαίνει τρεχνέων με Νυσίων.

    ἐς γὰρ βωμὸν ὁρῆς με μήτε γλούρου

    πλίνθοις, μήτʼ Ἀλύβης παγέντα βώλοις·

    οὐδʼ ὃν Κυνθογενὴς ἔτευξε φύτλη

    λαβόντε μηκάδων κέρα,

    Λισσαῖσιν ἀμφὶ δειράσιν

    ὅσσαι νέμονται Κυνθίαις,

    ἰσόρροπος πελοιτό μοι.

    σὺν Οὐρανοῦ γὰρ ἐκγόνοις

    εἰνὰς μʼ ἔτευξε γηγενής·

    τάων ἀείζῳον τέχνην

    ἔνευσε πάλμυς ἀφθίτων.

    σὺ δʼ ὦ πιὼν κρήνηθεν, ἣν

    ἶνις κόλαψε Γοργόνος,

    Θύοις τʼ ἐπισπένδοις τέ μοι

    Ὑμηττιαδᾶν πολὺ λαροτέρην

    σπονδὴν ἄδην ἴθι δὴ θαρσέων

    ἐς ἐμὴν τεῦξιν καθαρὸς γὰρ ἐγὼ

    ἰὸν ἱέντων τεράων, οἷα κέκευθʼ ἐκεῖνος

    ἀμφὶ Νέαις Θρηικίαις, ὃν σχεδόθεν Μυρίνης

    σοί, Τριπάτωρ, πορφυρέου φώρ ἀνέθηκε κριοῦ.

    1. Dosiadas

    Εἱμάρσενός με στήτας

    πόσις, μέροψ δίσαβος,

    τεῦξʼ, οὐ σποδεύνας, ἶνις ἐμπούσας, μόρος

    Τεύκροιο βούτα καὶ κυνὸς τεκνώματος,

    Χρύσας δʼ ἀίτας, ἆμος ἑψάνδρα

    τὸν γυιόχαλκον οὖρον ἔρραισεν,

    ὃν ὡπάτωρ δίσευνος

    μόρησε ματρόρριπτος.

    ἐμὸν δὲ τεῦγμʼ ἀθρήσας

    Θεοκρίτοιο κτάντας,

    τριεσπέροιο καύτας,

    θώυξεν † ἀνιύξας

    χάλεψε γάρ νιν ἰῷ

    σύργαστρος ἐκδὺς γῆρας.

    τὸν δʼ † ἀεὶ λινεῦντʼ ἐν ἀμφικλύστῳ

    Πανός τε ματρὸς εὐνέτας, φὼρ

    δίζῳος, ἶνίς τʼ ἀνδροβρῶτος ἰλιοραιστᾶν

    ἦρʼ ἀρδίων ἐς Τευκρίδʼ ἄγαγον τρίπορθον.

    1. Simias

    Σιμίου ᾤον Κωτίλας

    τῆ τόδʼ ἄτριον νέον

    πρόφρων δὲ θυμῷ δέξο· δὴ γὰρ ἁγνᾶς

    τὸ μὲν θεῶν ἐριβόας Ἑρμᾶς ἔκιξε κᾶρυξ

    ἄνωγε δʼ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθʼ ἀέξειν

    θοῶς δʼ ὕπερθεν ὦκα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν

    θοαῖς ἴσ’ αἰόλαις νεβροῖς κῶλʼ ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσιν

    πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατʼ ἀρθμίας ἴχνος τιθήνας

    καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψʼ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ

    καἶτʼ ὦκα βοᾶς ἀκοὰν μεθέπων, ὅγʼ ἄφαρ λάσιον νιφοβόλων ἀνʼ ὀρέων ἔσσυται ἄγκος

    ταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶς

    ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσ’ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκος

    βλαχαὶ δʼ οἴων πολυβότων ἀνʼ ὀρέων νομὸν ἔβαν τανυσφύρων ἐς ἀνʼ ἄντρα Νυμφῶν

    ταὶ δʼ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντʼ αἶψα μεθʼ ἱμερόεντα μαζὸν

    ἴχνει θένων . . . ταν παναίολον Πιερίδων μονόδουπον αὐδὰν

    ἀριθμὸν εἰς ἄκραν δεκάδʼ ἰχνίων κόσμον νέμοντα ῥυθμῶν

    φῦλʼ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός

    λιγειά μιν κάμʼ ἶφι ματρὸς ὠδίς

    Δωρίας ἀηδόνος

    ματέρος.

    To be read as in the main text but to be written thus:

    Κωτίλας

    ματέρος

    τῆ τόδʼ ἄτριον νέον

    Δωρίας ἀηδόνος

    πρόφρων δὲ θυμῷ δέξο· δἢ; γὰρ ἁγνᾶς

    λίγειά μιν κάμʼ ἶφι ματρὸς ὠδίς·

    τὸ μὲν θεῶν ἐριβόας Ἐρμᾶς ἔκιξε κάρυξ

    φῦλʼ ἐς βροτῶν, ὑπὸ φίλας ἑλὼν πτεροῖσι ματρός·

    ἄνωγε δʼ ἐκ μέτρου μονοβάμονος μέγαν πάροιθʼ ἀέξειν

    ἀριθμὸν εἰς ἄκραν δεκάδʼ ἰχνίων κόσμον νέμοντα ῥυθμῶν.

    θοῶς δʼ ὕπερθεν ʽὦκα λέχριον φέρων νεῦμα ποδῶν σποράδων πίφαυσκεν

    ἴχνει θένων . . ταν παναίολον Πιερίδων μονόδουπον αὐδάν,

    θοαῖς ἴσ’ αἰόλαις αἰόλαις κῶλʼ ἀλλάσσων ὀρσιπόδων ἐλάφων τέκεσσιν·

    ταὶ δʼ ἀμβρότῳ πόθῳ φίλας ματρὸς ῥώοντʼ αἶψα μεθʼ ἱμερόεντα μαζόν,

    πᾶσαι κραιπνοῖς ὑπὲρ ἄκρων ἱέμεναι ποσὶ λόφων κατʼ ἀρθμίας ἴχνος τιθῆνας·

    βλαχαὶ δʼ οἴων πολυβότων ἀνʼ ὀρέων νομὸν ἐβαν ταννσφνρων ἐς ἀνʼ ἄντρα Νυμφῶν·

    καί τις ὠμόθυμος ἀμφίπαλτον αἶψʼ αὐδὰν θὴρ ἐν κόλπῳ δεξάμενος θαλαμᾶν μυχοιτάτῳ

    ῥίμφα πετρόκοιτον ἐκλιπὼν ὄρουσ’ εὐνάν, ματρὸς πλαγκτὸν μαιόμενος βαλίας ἑλεῖν τέκος·

    καἶιτʼ ὦκα Βοᾶς ἀκοὰν μεθέπων, ὅγʼ ἄφαρ λάσιον νιφοβόλων ἀνʼ ὀρέων ἔσσυται ἄγκος·

    ταῖσι δὴ δαίμων κλυτᾶς ἶσα θοοῖς δονέων ποσὶ πολύπλοκα μετίει μέτρα μολπᾶς.

    1. Anastasius Traulus

    εἰς τὴν σταύρωσιν Χριστὸς ἐπὶ σταυροῖο πεπαρμένος ἦν ποτε γυμνός,

    μεσσόθι, ληιστῆρας ἔχων ἑκάτερθε παγέντας·

    καί μιν ἀκηχεμένη λιγέως ὀλοφύρετο μήτηρ

    λύγδην ἱσταμένη, καὶ παρθένος ἄλλος ἑταῖρος·

    καί μιν καγχαλόωντες ἐνείκεον ἄνδρες ὁδῖται

    κάμμορον, οὐτιδανὸν καὶ ἀνάλκιδα φῶτα καλεῦντες·

    καὶ οἱ διψαλέῳ στυγερὴν ὤρεξε ποτῆτα

    λαὸς Ἰουδαίων ἀθεμίστιος, αἱματοχάρμης,

    ὄξεϊ κιρνάμενος πικρὸν δέπας, εἶδαρ ὀλέθρου.

    ἀλλʼ ἀκέων τετάνυστο καὶ οὐκ ἀπαμύνετο Χριστός,

    Χριστός, ὁ καὶ Μαρίης καὶ ἀθανάτου πατρὸς υἱός.

    ταῦτα τίς ἀνθρώπων ἀγέρωχος νήπιος ἔσται

    κῆρι λογιζόμενος καὶ ὁρώμενος ἐν πινάκεσσιν·

    ἀνδρὸς γὰρ θεός ἐστιν, ὁ δὲ βροτὸς οὐδὲν ἀρείων.

    1. Ignatius

    Ἰγνάτιος πολλῇσιν ἐν ἀμπλακίῃσι βιώσας,

    ἔλλιπον ἡδυφαοῦς ἠελίοιο σέλας·

    καὶ νῦν ἐς δνοφερὸν κατακεύθομαι ἐνθάδε τύμβον,

    οἴμοι· ψυχῇ μου μακρὰ κολαζόμενος.

    ἀλλά, κριτὰ ʽβροτός εἰμι, σὺ δʼ ἄφθιτος ἠδʼ ἐλεήμωνʼ,

    ἵλαθι, ἵλαθί μοι ὄμματι εὐμενέι.

    1. Ignatius

    εἰς Παῦλον μοναχόν σῶμα μέν, οὐκ ἀρετὴν ὅδε τύμβος νέρθε κέκευθε

    κεδνοῦ Παύλοιο· ὥστε γὰρ ἠελίου

    τοῦδὲ γʼ ἀπαστράπτουσιν ἀριπρεπέες λόγοι αἴγλῃ,

    ἠδʼ ἀρετῆς κάματοι εὖχος ἔχουσι μέγα.

    εἴκοσιν ἐς λυκάβαντας ἰδὲ τρισὶν ἤρκεσε γαίῃ,

    ζήσας δʼ αὖ λογικῶς ἐσθλὸν ἔδεκτο τέλος.

    1. Ignatius

    εἰς Σαμουὴλ διάκονον τῆς μεγάλης ἐκκλησίας ἱερὸς ἐν λαγόνεσσι Σαμουὴλ κεύθεται γαίης,

    πάντα λιπὼν βιότου, ὅσσα περ εἶχε, θεῷ·

    καὶ νῦν εὐσεβέων εἰσέδραμε φαίδιμον αὐλὴν,

    δόξαν ὑπὲρ μεγάλων ληψόμενος καμάτων.

    1. Arethas

    γεγονότος δὲ καί ʽἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ἐπὶ τῇ ἰδίᾳ, ἀδελφῇ εἰ καί μοι λύχνον αἰῶνος ταχὺς ἔσβεσεν οἶτος,

    λαμπάδος ἡμετέρης φέγγος ἀμερσάμενος,

    ἀλλὰ γʼ ἄρʼ ἤρκεσε λύσσῃ ἑῆς κακότητος ὁ δαίμων

    πᾶσαν ἐμὴν τελέσαι στυγναλέην βιοτὴν

    θῆκέ με χήρην ἐγγὺς ἀειρομένου μοι μαζοῦ,

    οὐδʼ ἐπὶ τέκνον ἴδον καλὸν ἀθυρόμενον,

    ἡδὺ τοκεῦσιν ἄγαλμα παραγκάς· τῷ γέ με πένθος

    ἄτλητον μαλερῷ τηκεδόνος δάμασε

    πυρσῷ. τρεῖς πρὸς ἐείκοσ’ ἐποιχομένην ἐνιαυτοὺς

    ἔσχεν τύμβος ὅδε ξεινοδόκος γενέθλης

    ἡμετέρης· ἔνθʼ ὕφηνον γενετῆρες ἅπασι

    γηραλέοι θρῆνον τιλλόμενοι πολιήν,

    καὶ χορὸς εὐγενέων στενάχοντες ἀδελφῶν Ἄννης

    μνώμενοι ἀσπασίως εἴδεος ἀγλαΐης.

    1. Arethas

    εἰς τὴν αὐτήν τὸ σεμνὸν ἦθος, τὴν φιλάνθρωπον χάριν,

    τὸ πρὸς τεκόντας τοῦ τρόπου πειθήνιον

    ʽἁἰδὼς γὰρ ἦγεν ὡς διδάσκαλος μέγας

    παρών̓, τὰ λαμπρὰ τοῦ γένους γνωρίσματα,

    καὶ τὰς φιλάνδρους ἐνστάσεις πρὸς τὴν φύσιν

    κλονοῦσαν ἀστήρικτα χηρείας βίᾳ,

    ἀντεμπλοκῇ δὲ κρειττόνων ἡττωμένην

    ʽἁ̓φʼ ὧν τὰ φαιδρὰ στέμματα πρὸς ἀξίαν

    μόνανδρον ἐκλάμποντἁ τὴν παρρησίαν

    Ἄννης ἀμαυροῦν οὐ δυνήσεται τάφος.

    πάντων γὰρ αὐτῆς οὐδαμῶς λάθοι στόμα

    καλὸν φερούσης νονθέτημα τῷ βίῳ

    εἰ δʼ οὖν, λαλήσει καὶ γραφὴ πάντων πλέον

    αὕτη παρʼ αὐτὸν τὸν τάφον τεθειμένη.

    1. Arethas

    εἰς Φεβρωνίαν μοναχήν Δρᾶσέ τί που καὶ νερτερίοις μετὰ πνεύμασιν ἀνδρῶν

    Φεβρωνία ἑῆς σύμβολα συμπαθίης,

    εἴ τις κἀνθάδε χρειὼ ἀφνειῶν ἦε πένησιν

    οὐδὲ γὰρ οὐδʼ αὐτοῦ τῆς σφετέρης ἐς ἅπαν

    ψυχαὶ λήθονται μεγαθύμων εὐεργείης·

    ἔμπα γε μὴν αἰὼν ἡμετέρου βιότου

    ἄρκιος εἴη θεῖον ἐπὶ προέμεν θάλαμόν μιν

    Χριστοῦ, τὸν ῥα νυὸν σεμνὸν ἕλʼ ἀφθορίης,

    λαμπάδʼ ἐλαίῳ φαιδρύνουσα φιλοπτωχείης·

    ἧς τόδε σῆμʼ ὕπνου γνῶθι πολυχρονίου.

    1. Theophanes Confessor

    εἴθε κρίνον γενόμην ἀργένναον, ὄφρα με χερσὶν

    ἀρσαμένη μᾶλλον σῆς χροτιῆς κορέσῃς.

    1. Cometas Grammaticus

    ἀμφοτέρας, πολύμυθε, Κομητᾶς σεῖο ἀθρήσας

    κύρβεις γηραλέας, θῆκεν ἀειθαλέας.

    1. Cometas Grammaticus

    εἰς τὴν ὑπʼ αὐτοῦ διωρθωμένην Ὁμήρου ποίησιν σεῖο βίβλους, μεγάθυμε, Κομητάς, Ὅμηρε, δύʼ ἄρδην

    εὑρὼν γηραλέας, τεύξατο ὁπλοτέρας·

    γῆρας ἀποξύσας γὰρ ἀριπρεπέας τε βροτοῖσι

    πάμπαν ἔδειξε σοφοῖς, οἷσιν ἔνεστι νόος.

    1. Cometas Grammaticus

    εἰς τὸ αὐτό εὑρὼν Κομητᾶς τὰς Ὁμηρείους βίβλους

    ἐφθαρμένας τε κοὐδαμῶς ἐστιγμένας,

    στίξας διεσμίλευσα ταύτας ἐντέχνως,

    τὴν σαπρίαν ῥύψας μὲν ὡς ἀχρηστίαν,

    γράψας δʼ.ʼ ἐκαινούργησα τὴν εὐχρηστίαν.

    ἐντεῦθεν οἱ γράφοντες οὐκ ἐσφαλμένως

    μαθητιῶσιν, ὡς ἔοικε μανθάνειν.

    1. Ignatius

    εἰς τὰ αὑτοῦ Ἰγνάτιος τάδε τεῦξε σοφῆς πολύιδρις ἀοιδῆς·

    Ἰγνάτιος τάδε τεῦξεν, ὃς ἐς φάος ἤγαγε τέχνην

    γραμματικὴν, λήθης κευθομένην πελάγει.

    39A. Ignatius

    τὰ τοῦ Πλάτωνος ἐξερευνήσας βάθη

    τὰ τῶν λογισμῶν ἐξερίζωσας πάθη.

    1. Cometas Grammaticus

    ὁππότε Παμμεδέοντος ἐὺς πάις, ὄρχαμος ἀνδρῶν,

    ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,

    ἀσπαλιεῦσιν ἔειπε μαθητῇσιν πινυτοῖσι·

    “ Λάζαρος ἄμμι φίλος φάος ἔλλιπεν ἠελίοιο

    οὔποτε, τόφρα κέκευθε τεθρήμερον ἄπλετος αἶα.”

    ἀλλʼ ἄνεὠ ˘ μὲν ἔκειτο, μεμυκὼς χείλεα σιγῇ,

    σῶμά τε πυθόμενος καὶ ὀστέα καὶ χρόα καλόν,

    ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη ἄιδόσδε κατῆλθεν,

    ἄρρητον δὲ φίλοισι γόον καὶ πένθος ἔθηκεν,

    ἐκ πάντων δὲ μάλιστα Μάρθῃ Μαρίῃ τε ὁμαίμοις

    αὐτοκασιγνήταις·

    ψυχῆς γὰρ φιλέεσκον ἀδελφεόν, ὅστις ἔκειτο

    μεσσόθι ἐν νεκάδεσσιν ἀκήριος, ἄψυχος αὕτως.

    τοῦ πότμον γοόωσαι ὀδυρόμεναί τε ἐθρήνευν,

    σήματος ἔκτοθι οὖσαι καὶ ἑζόμεναι περὶ τύμβῳ.

    ὄφρα μὲν ἠέλιος τρίτον ἠνυσεν ἦμαρ ἐς αἶαν,

    τόφρα δὲ κἀν νεκάδεσσιν ἐτήκετο Λάζαρος ἄπνους·

    ἀλλʼ ὅτε δὴ τετράτη ῥοδοειδὴς ἤλυθεν Ἠώς,

    καὶ τότε δὴ προσέειπε θεοῖο πάις μεγάλοιο

    εὐπατρίδῃσι φίλοις, οἳ πὰρ θεοῦ ἐκγεγάαντο,

    οἳ πέρι μὲν βουλῇ μερόπων, πέρι δʼ ἦον ἁπάντων,

    οὓς ἔκπαγλʼ ἐφίλησ’, ὡσεὶ θεοῦ υἷας ἐόντας,

    ὧν καὶ ἀπὸ γλώσσης γλυκίων μέλιτος ῥέεν αὐδὴ,

    καὶ ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσιν

    “ὦ φίλοι ἀγλαόθυμοι, ἐπεὶ θεὸς ἐστὶ σὺν ἄμμι,

    κέκλυτέ μευ πάντες τε ὅσοι θεὸν ἔνδον ἔχοιτε,

    ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·

    δεῦτʼ ἐς Βηθανίην, ὅθι Λάζαρον ἔλλιπε θυμός,

    σπεύσομεν ὅττι τάχιστʼ, ὄφρα κλέος ἄφθιτον ἴσχω·

    ἀνστῆσαι γὰρ ἔπειμι καὶ ἐξ Ἐρέβευς φίλον ἁμόν.”

    τὸν δʼ αὖτε προσέειπον εὐήνορες ἀγλαόθυμοι·

    ἴομεν, ὡς ἐκέλευσας, ἀλίγκιε πατρὸς ἑοῖο.

    εἶπον ὃ δʼ αὐτὸς ἔβαινε, καὶ ἡγεμόνευε μαθηταῖς.

    σπερχόμενοι δʼ εἵποντο μετʼ ἴχνια Παμμεδέοντος,

    ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδινάων,

    πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων

    ὣς εἵποντο ὄπισθε θεοῦ μεγάλοιο μαθηταί.

    ἀλλʼ ὅτε δὴ ῥʼ ἱκάνοντο πολυκλαύστῳ ἐνὶ τύμβῳ,

    καὶ τότε δὴ λίσσοντο κυλινδόμεναι παρὰ ποσσὶν

    Χριστὸν παμμεδέοντα κασίγνηταί τε ἔται τε·

    “ Γουνούμεσθὰ σ’, ἄναξ, ὃς ὑπέρτατα δώματα ναίεις·

    Λάζαρον ὃν φιλέεσκες, ἐν ἔγκασιν ἤλυθεν ᾅδου·

    εἰ γὰρ τῇδε ἔησθα, ἄναξ νεκάδων Ἀϊδωνεὺς

    οὔποτʼ ἔτλη μεῖναι, ἐπειὴ πολὺ φέρτατος ἦσθα·

    ἀλλὰ καὶ ὣς ἐθέλων δύνασαι πάλιν αὐτὸν ἐγεῖραι.”

    καὶ τότε δὴ ὕψιστος ἀμείβετο· ποῦ ποτε κεῖται;

    αἳ δʼ ἄρα ὀτραλέως ἀνὰ ἠρίον ἤλυθον ἄρδην

    δὴ τότʼ ἐπεὶ δεῖξαν θεῷ αὐτὸν σῆμά τε λυγρόν,

    εἶπεν ἄρʼ· ὁρμηθέντες ἀείρατε πῶμα τάφοιο

    αὐτὰρ ἐπεὶ ἀνέῳκτο τάφος λυγρὸς φθιμένοιο,

    καὶ τότε δὴ μέγʼ ἄυσε θεὸς μέγας ἠδὲ καὶ ἀνήρ

    Λάζαρε, δεῦρʼ ἴθι, κλῦθι ἐμεῖο, καὶ ἔρχεο ἔξω.

    ὡς οὖν νεκρὸς ἄκουσε θεοῖο Λόγου φήσαντος,

    λυσιμελὴς ἀνέδυ, πεπεδημένος, ἔμπνους, ὀδωδώς.

    τὸν καὶ ἰδόντες ὅμιλοι ἐθάμβεον ἐν κραδίῃσιν.

    αὐτίκα δʼ ὑψιμέδοντα ἐκύδαινον θεὸν ἐσθλόν,

    καὶ κλέος ἄφθιτον ἔσχε πατὴρ μέγας υἷος ἐῆος.

    1. Anonymi Epigrammatici

    εἰς τὴν εἰκόνα Κωνσταντίνου ἡνιόχου χάλκεος οὐκ ἔστης βιόων ἔτι, Κωνσταντῖνε·

    ἀντὶ γὰρ εὐκλείης ἤρκεσε βασκανίη.

    ὡς δὲ θάνες, τότε δή σε πόλις ξύμπασα γεραίρει

    οἷς δύναται τί δὲ σῆς ἄξιον ἱπποσύνης;

    1. Anonymi Epigrammatici

    ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω,

    ᾤχετο σὺν κείνῳ πᾶν κλέος ἡνιόχων.

    1. Anonymi Epigrammatici

    χρύσεον ἀντʼ ἀρετῆς γέρας ἔπρεπε Κωνσταντίνῳ,

    οὐδένα τῆς τέχνης τοῖον ἐνεγκαμένης.

    κουρίζων νίκησεν ἀειδομένους ἐλατῆρας·

    γηραλέος δὲ νέους δεῖξεν ἀφαυροτέρους.

    ὅντινα καὶ μετὰ πότμον ἀειμνήστῳ τινὶ θεσμῷ

    δῆμος καὶ βασιλεὺς ἵδρυσαν ἁζόμενοι.

    1. Anonymi Epigrammatici

    εἰς Πορφύριον τὸν ἡνίοχον Πορφύριον λήξαντα πόνων, λύσαντά τε μίτρην,

    καὶ πάρος ἀντʼ ἀρετῆς χάλκεον ἑσταότα,

    τῇδε πάλιν χαλκοῦ τε καὶ ἀργύρου ἱδρύσαντο.

    πρέσβυ, σὺ δὲ ξείνων ἀντιάσας γεράων,

    δήμου μὲν βοόωντος ἕλες παλίνορσον ἱμάσθην,

    ὡς δὲ δὶς ἡβήσας μαίνεαι ἐν σταδίοις.

    1. Anonymi Epigrammatici

    εἰς Ἰουλιανὸν τὸν ἡνίοχον τοῦτον Ἰουλιανόν, Τυρίης βλάστημα τιθήνης,

    ἡνίοχον πολλοὺς δεξάμενον στεφάνους,

    αὐτὸς ἄναξ καὶ δῆμος ἅπας καὶ πότνια βουλὴ

    ἔστησαν, κοινὴν ψῆφον ἐνεγκάμενοι.

    γήραϊ γὰρ σταδίων ἀπεπαύσατο· πᾶσι δὲ φίλτρον

    κάλλιπεν, οἷσιν ἔρως ἤνθεεν ἀντιπάλων.

    1. Anonymi Epigrammatici

    εἰς Πορφύριον τὸν ἡνίοχον Πορφύριος Λίβυς οὗτος· ἀεθλοφόρων δʼ ἐπὶ δίφρων

    μοῦνος παντοδαποὺς ἀμφέθετο στεφάνους.

    νίκη γὰρ βασίλεια μεριζομένη κατὰ δῆμον,

    χρώμασι καὶ πέπλοις συμμετάβαλλε τύχας·

    ἥρμοσε δʼ αὐτὸν ἔχειν Βενέτοις πλέον, ἔνθεν ἀνέστη

    χρύσεος ἀντʼ ἀρετῆς, χάλκεος ἀντὶ πόνων.

    1. Anonymi Epigrammatici

    τοῦτον Πορφύριον Λιβύη τέκε, θρέψε δὲ Ῥώμη,

    νίκη δʼ ἐστεφάνωσεν ἀμοιβαδόν, ἄλλοτʼ ἀπʼ ἄλλου

    χρώματος ἄκρα φέροντα καρήατι σύμβολα νίκης.

    πολλάκι γὰρ δήμους ἠλλάξατο, πολλάκι πώλους·

    νῦν μὲν ἐὼν πρῶτος, τοτὲ δʼ ἔσχατος, ἄλλοτε μέσσος,

    πάντας ὁμοῦ νίκησε καὶ ἀντιπάλους καὶ ἑταίρους.

    1. Anonymi Epigrammatici

    εἰς Οὐράνιον τὸν ἡνίοχον ἶσον κυδαλίμοις, Φαυστινιάδῃ τε καὶ αὐτῷ

    Φαυστίνῳ, βασιλεὺς στῆσε παρʼ ἀμφοτέροις

    οὐράνιον, τῷ δῆμος ἀμετρήτους διὰ νίκας

    ἠγαθέου Πέλοπος θῆκεν ἐπωνυμίην.

    “ ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον

    ” τούσδε τις εἰσορόων φθέγξεται ἀτρεκέως.

    1. Anonymi Epigrammatici

    σοὶ καὶ ἀεθλεύοντι μόνῳ, λήξαντὶ τʼ ἀέθλων

    τοῦτο γέρας Νίκη δὶς πόρεν, Οὐράνιε,

    δήμου ἀπʼ ἀμφοτέροιο· σὺ γὰρ πάρος ἐν Βενέτοις μὲν

    εἴκοσι κυδίστων στέμμα φέρεις ἐτέων.

    παύσαο δʼ ἱπποσύνης· Πρασίνων δέ σε δίζετο δῆμος·

    τοῖσδε σὺ μὲν νίκην, οἳ δʼ ἄρα σοὶ τὸ γέρας.

    1. Anonymi Epigrammatici

    ὤφελες ὅπλα φέρειν, οὐ φάρεα ταῦτα κομίζειν,

    ὡς ἐλατὴρ τελέθων, καὶ πολέμων πρόμαχος.

    εὖτε γὰρ ἦλθεν ἄνακτος ὀλεσσιτύραννος ἀκωκή,

    καὶ σὺ συναιχμάζων ἥψαο ναυμαχίης·

    καὶ διπλῆς, πολύμητι, σοφῶς ἐδράξαο νίκης,

    τῆς μὲν πωλομάχου, τῆς δὲ τυραννοφόνου.

    1. Archias

    εἰς τὸν Καλυδώνιον σῦν χάλκεος, ἀλλʼ ἄθρησον ὅσον θράσος ἄνυσε κάπρου

    ὁ πλάστας, ἔμπνουν θῆρα τυπωσάμενος,

    χαίτας αὐχενίους πεφρικότα, θηκτὸν ὀδόντα

    βρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας,

    ἀφρῷ χείλεα πάντα δεδευμένον· οὐκέτι θάμβος,

    εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιθέων.