Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Greek Anthology

    Book 4

    Greek Anthology

    2 hr 44 min
    1. Damagetus

    οὔτʼ ἀπὸ Μεσσάνας, οὔτʼ Ἀργόθεν εἰμὶ παλαιστάς·

    σπάρτα μοι Σπάρτα κυδιάνειρα πατρίς.

    κεῖνοι τεχνάεντες· ἐγώ γε μέν, ὡς ἐπέοικε

    τοῖς Λακεδαιμονίων παισί, βίᾳ κρατέω.

    1. Simonides

    γνῶθι Θεόγνητον προσιδών, τὸν Ὀλυμπιονίκαν

    παῖδα, παλαισμοσύνας δεξιὸν ἡνίοχον,

    κάλλιστον μὲν ἰδεῖν, ἀθλεῖν δʼ οὐ χείρονα μορφῆς,

    ὃς πατέρων ἀγαθῶν ἐστεφάνωσε πόλιν.

    1. Simonides

    Ἴσθμια καὶ Πυθοῖ Διοφῶν ὁ Φίλωνος ἐνίκα,

    ἅλμα, ποδωκείην, δίσκον, ἄκοντα, πάλην.

    1. Anonymi Epigrammatici

    τίνας ἂν εἴποι λόγους Ἕκτωρ τιτρωσκόμενος ὑπὸ Ἑλλήνων

    βάλλετε νῦν μετὰ πότμον ἐμὸν δέμας, ὅττι καὶ αὐτοὶ

    νεκροῦ σῶμα λέοντος ἐφυβρίζουσι λαγωοί.

    1. Alcaeus

    ἄγαγε καὶ Ξέρξης Πέρσαν στρατὸν Ἑλλάδος ἐς γᾶν,

    καὶ Τίτος εὐρείας ἄγαγʼ ἀπʼ Ἰταλίας·

    ἀλλʼ ὁ μὲν Εὐρώπᾳ δοῦλον ζυγὸν αὐχένι θήσων

    ἦλθεν, ὁ δʼ ἀμπαύσων Ἑλλάδα δουλοσύνας.

    1. Anonymi Epigrammatici

    κοίρανος Εὐρώπας, ὁ καὶ εἰν ἁλὶ καὶ κατὰ χέρσον

    τόσσον ἄναξ θνατῶν, Ζεὺς ὅσον ἀθανάτων,

    Εἰνοδίᾳ τὰ λάφυρʼ Ἑκάτᾳ θρασέος Κιροάδα,

    καὶ τέκνων, καὶ ὅλας γᾶς ἔθετʼ Ὀδρυσίδος,

    υἱὸς ἐυμμελία Δαματρίου· ἁ δὲ Φιλίππου

    δόξα πάλιν θείων ἄγχι βέβακε θρόνων.

    6a. Panteleus

    παντελευς εἰς Καλλίμαχον καὶ Κυναίγειρον ὤ κενεοῦ καμάτοιο καὶ ἀπρήκτου πολέμοιο·

    ἡμετέρῳ βασιλῆι τί λέξομεν ἀθανάτους;

    ὦ βασιλεῦ, τί μʼ ἔπεμπες ἐπʼ ἀθανάτους πολεμιστάς;

    βάλλομεν, οὐ πίπτουσι· τιτρώσκομεν, οὐ φοβέονται.

    μοῦνος ἀνὴρ σύλησεν ὅλον στρατόν· ἐν δʼ ἄρα μέσσῳ

    αἱματόεις ἕστηκεν, ἀτείρεος Ἄρεος εἰκών,

    δένδρον δʼ ὡς ἕστηκε σιδηρείαις ὑπὸ ῥίζαις,

    κοὐκ ἐθέλεν πεσέειν· τάχα δʼ ἔρχεται, ἔνδοθι νηῶν.

    λῦε, κυβερνήτα, νέκυος προφύγωμεν ἀπειλάς.

    1. Alcaeus

    σύμφωνον μαλακοῖσι κερασσάμενος θρόον αὐλοῖς

    Δωρόθεος γοεροὺς ἔπνεε Δαρδανίδας,

    καὶ Σεμέλας ὠδῖνα κεραύνιον, ἔπνεε δʼ ἵππου

    ἔργματʼ, ἀειζώων ἁψάμενος Χαρίτων

    μοῦνος δʼ εἰν ἱεροῖσι Διωνύσοιο προφήταις

    μώμου λαιψηρὰς ἐξέφυγε πτέρυγας,

    Θηβαῖος γενεήν, Σωσικλέος· ἐν δὲ Λυαίου

    νηῷ φορβειὰν ˘ θήκατο καὶ καλάμους.

    1. Alcaeus

    οὐκέτʼ ἀνὰ Φρυγίην πιτυοτρόφον, ὥς ποτε, μέλψεις,

    κροῦμα διʼ εὐτρήτων φθεγγόμενος δονάκων,

    οὐδʼ ἔτι σαῖς παλάμαις Τριτωνίδος ἔργον Ἀθάνας,

    ὡς πρίν, ἐπανθήσει, νυμφογενὲς Σάτυρε.

    δὴ γὰρ ἀλυκτοπέδαις σφίγγῃ χέρας, οὕνεκα Φοίβῳ,

    θνατὸς ἐὼν, θείαν εἰς ἔριν ἠντίασας.

    λωτοὶ δʼ οἱ κλάζοντες ἴσον φόρμιγγι μελιχρὸν

    ὤπασαν ἐξ ἀέθλων οὐ στέφος, ἀλλʼ ἀίδαν.

    1. Anonymi Epigrammatici

    ὦ γαστὴρ κυνόμυια, διʼ ἣν κόλακες παράσιτοι

    ζωμοῦ πωλοῦσιν θεσμὸν ἐλευθερίης.

    1. ῀.

    2. Hermocreon

    ἵζευ ὑπὸ σκιερὰν πλάτανον, ξένε, τάνδε παρέρπων,

    ἇς ἁπαλῷ Ζέφυρος πνεύματι φύλλα δονεῖ,

    ἔνθα με Νικαγόρας κλυτὸν εἵσατο Μαιάδος Ἑρμᾶν,

    ἀγροῦ καρποτόκου ῥύτορα καὶ κτεάνων.

    1. Anonymi Epigrammatici

    ἔρχευ, καὶ κατʼ ἐμὰν ἵζευ πίτυν, ἃ τὸ μελιχρὸν

    πρὸς μαλακοὺς ἠχεῖ κεκλιμένα ζεφύρους.

    ἠνίδε καὶ κρούνισμα μελισταγές, ἔνθα μελίσδων

    ἡδὺν ἐρημαίοις ὕπνον ἄγω καλάμοις.

    1. Plato

    Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν

    φρίσσουσαν πυκινοῖς κῶνον ὑπὸ ζεφύροις,

    καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σύριγξ

    θελγομένων ἄξει κῶμα κατὰ βλεφάρων,

    1. Zenodotus

    τίς γλύψας τὸν Ἔρωτα παρὰ κρήνῃσιν ἔθηκεν,

    οἰόμενος παύσειν τοῦτο τὸ πῦρ ὕδατι;

    1. Anonymi Epigrammatici

    ὁ πρὶν ἀεὶ Βρομίου μεμεθυσμένος οἰνάδι πηγῇ,

    σύντροφος εὐασταῖς, αἰγοπόδης Σάτυρος

    διχθάδιον κατὰ κῶλον ἀλυκτοπέδῃσι λυγωθεὶς

    ἔντεα παιδὶ θεᾶς χαλκοτορεῖ Θέτιδος,

    οὐ σοφὸν ἐκ τέχνας ἀσκῶν πόνον, ἀλλὰ πενιχρὰν

    ἐργάτιν ἐκ μόχθων ῥυόμενος βιοτάν.

    15a. Anonymi Epigrammatici

    α. ποῦ σοι κεῖνα κύπελλα, λαφύστιε; ποῦ καλὰ θύρσων

    † πήγματα, καὶ κῶμοι, σκιρτοπόδη Σάτυρε;

    τίς σε παρὰ σμίλαισι, ποδίκροτον ἅμμα καθάψας,

    θήκατο, τὸν Βρομίῳ σπάργανʼ ἑλιξάμενον;

    β. ἀσχήμων ἔνδεια, καὶ ἁ πάντολμος ἀνάγκα,

    ἅ με παρʼ Ἡφαίστῳ θῆκε μαριλοπόταν.

    1. Anonymi Epigrammatici

    πᾶν τὸ περιττὸν ἄκαιρον· ἐπεὶ λόγος ἐστὶ παλαιός,

    ὡς καὶ τοῦ μέλιτος τὸ πλέον ἐστὶ χολή.

    1. Anonymi Epigrammatici

    ὦ Πάν, φερβομέναις ἱερὰν φάτιν ἄπυε ποίμναις,

    κυρτὸν ὑπὲρ χρυσέων χεῖλος ἱεὶς δονάκων,

    ὄφρʼ αἱ μὲν λευκοῖο βεβριθότα δῶρα γάλακτος

    οὔθασιν ἐς Κλυμένου πυκνὰ φέρωσι δόμον,

    σοὶ δὲ καλῶς βωμοῖσι παριστάμενος πόσις αἰγῶν

    φοίνιον ἐκ λασίου στήθεος αἷμʼ ἐρύγῃ,

    1. Anonymi Epigrammatici

    τέρπε δανειζόμενος τὴν σὴν φρένα· τοῖς δὲ δανεισταῖς

    κάλλιπε τὴν ψήφων δακτυλοκαμψοδύνην.

    1. Anonymi Epigrammatici

    εἰρήνη πάντεσσιν, ἐπίσκοπος εἶπεν ἐπελθών.

    πῶς δύναται πᾶσιν, ἣν μόνος ἔνδον ἔχει;

    19a. Herodicus

    φεύγετʼ, Ἀριστάρχειοι, ἐπʼ εὐρέα νῶτα θαλάσσης

    Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος,

    γωνιοβόμβυκες μονοσύλλαβοι, οἷσι μέμηλε

    τὸ σφὶν καὶ σφῶιν, καὶ τὸ μὶν ἠδὲ τό νίν.

    τοῦθʼ ὑμῖν εἴη, δυσπέμφελοι· Ἡροδίκῳ δὲ

    Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών.

    1. Palladas

    ῥήτορα Μαῦρον ἰδὼν ἀπεθαύμασα, τὸν βαρύχειλον,

    τέχνης ῥητορικῆς δαίμονα λευκοφόρον.

    1. Anonymi Epigrammatici

    εἰς Νικόλαον Πατριάρχην Ἀλεξανδρείας ὃς βασιλεῖς ἐδάμασσε, καὶ ἠνορέην κατέπαυσεν

    ἀντιπάλων, πατέρων εἵνεκεν εὐνομίης,

    οὗτος ὑπὸ σμικρῷ κατάκειται σήματι τῷδε,

    ἀρχιερεὺς Χριστοῦ Νικόλεως γεγαώς.

    ἀλλʼ ἀρετὴ πολύολβος ἐπέπτατο πείρατα κόσμου,

    καὶ ψυχὴ μακάρων ἀμφιπολεῖ θαλάμους.

    τοίην γὰρ βιοτὴν ποθέεσκεν ἐὼν ἐπὶ γαίης,

    σῶμα καλὸν πιέσας κυδαλίμοις καμάτοις.

    1. Anonymi Epigrammatici

    στήλην εὐνομίης καὶ σωφροσύνης ἀνάθημα,

    εἰκόνα Νικόλεω στήσατο Γρηγόριος.

    1. Simonides

    α. εἶπον, τίς, τίνος ἐσσί, τίνος πατρίδος, τί δὲ νικῇς;

    β. Κασμύλος, Εὐαγόρου, Πύθια πύξ, Ῥόδιος.

    1. Simonides

    Μίλωνος τόδʼ ἄγαλμα καλοῦ καλόν, ὃς ποτὶ Πίσῃ

    ἑπτάκι νικήσας, ἐς γόνατʼ οὐκ ἔπεσεν.

    1. Philippus

    τὸν ἐκ Σινώπης εἰ κλύεις Δαμόστρατον,

    πίτυν λαβόντα τὴν κατʼ Ἰσθμὸν ἑξάκις,

    τοῦτον δέδορκας· οὗ κατʼ εὔγυρον πάλην

    ψάμμον πεσόντος νῶτον οὐκ ἐσφράγισεν.

    ἴδʼ ἐς πρόσωπον θηρόθυμον, ὡς ἔτι

    σῴζει παλαιὰν τὰν ὑπὲρ νίκας ἔριν.

    λέγει δʼ ὁ χαλκός· “ἁ βάσις με λυσάτω

    χὠς ἔμπνοος νῦν ἕβδομον κονίσομαι”

    1. Simonides

    Δίρφυος ἐδμήθημεν ὑπὸ πτυχί· σῆμα δʼ ἐφʼ ἡμῖν

    ἐγγύθεν Εὐρίπου δημοσίᾳ κέχυται,

    οὐκ ἀδίκως· ἐρατὴν γὰρ ἀπωλέσαμεν νεότητα,

    τρηχεῖαν πολέμου δεξάμενοι νεφέλην.

    26a. Anonymi Epigrammatici

    εἰς Οὐράνιον τοῦδʼ ἀρετὰ καὶ δόξα καθʼ Ἑλλάδα, πολλὰ μὲν ἀλλαῖς,

    πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένου

    Ἀρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδος

    ἕσπετʼ ἐνὶ πολέμῳ, δούρατος ἁγεμόνι·

    μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννων

    Σπάρτας· αὐξαμέναν δʼ ἄρατο δουλοσύναν.

    ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱὸν

    στᾶσεν, ἀμωμήτου κράντορʼ ἐλευθερίας.

    26b. Philippus

    τοῦ Μακεδόνων βασιλέως Ἄφλοιος καὶ ἄφυλλος, ὁδοίπορε, τῷδʼ ἐπὶ νώτῳ

    Ἀλκαίῳ σταυρὸς πήγνυται ἡλίβατος.

    1. Anonymi Epigrammatici

    εἰς Σαρδανάπαλον εὖ εἰδώς ὅτι θνητὸς ἔφυς, τὸν θυμὸν ἄεξε,

    τερπόμενος θαλίῃσι· θανόντι σοι οὔτις ὄνησις.

    καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας

    τόσσ’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα,, καὶ μετʼ ἔρωτος

    τέρπνʼ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται,

    ἥδε σοφὴ βιότοιο παραίνεσις ἀνθρώποισιν.

    1. Anonymi Epigrammatici

    Ἑλλὰς μὲν Θήβας προτέρας προὔκρινεν ἐν αὐλοῖς·

    Θῆβαι δὲ Πρόνομον, παῖδα τὸν Οἰνιάδου.

    1. Anonymi Epigrammatici

    εἴ τινα πώποτʼ ἄκουσας Ἐνυαλίου φίλον υἱὸν,

    καὶ κρατερὸν δυνάμει καὶ θαρσαλέον πολεμίζειν,

    Ἕκτορα τὸν Πριάμοιο νόει μοῦνον γεγενῆσθαι,

    ὅν ποτε μαρνάμενον Διομήδης ἔκτανεν ἀνήρ,

    αἴας πρὸ Τρώων Δαναοῖσι μάχην προφέροντα·

    ὃν καὶ τῇδε θανόντα τάφος ὅδε ἀμφικαλύπτει.

    1. Tullius Geminus

    χείρ με Πολυγνώτου ˘ Θασίου κάμεν εἰμὶ δʼ ἐκεῖνος

    Σαλμωνεύς, βρονταῖς ὃς Διὸς ἀντεμάνην,

    ὅς με καὶ εἰν Ἀίδῃ πορθεῖ πάλι, καί με κεραυνοῖς

    βάλλει, μισῶν μου κοὐ λαλέοντα τύπον.

    ἴσχε, Ζεῦ, πρηστῆρα, μέθες χόλον εἰμὶ γὰρ ἄπνους .

    ὁ σκοπός· ἀψύχοις εἰκόσι μὴ πολέμει.

    1. Speusippus

    σῶμα μὲν ἐν κόλποις κατέχει τόδε γαῖα Πλάτωνος·

    ψυχὴ δʼ ἰσόθεον τάξιν ἔχει μακάρων.

    1. Leontius Minotaurus

    εἰς εἰκόνα Γαβριηλίου ὑπάρχου ἐν Βυζαντίῳ καὶ Φαέθων γραφίδεσσιν ἔχει τύπον ἀλλὰ χαράσσει

    ἠέλιον τέχνη, κρυπτομένων φαέων,

    καὶ σέ, σοφὲ πτολίαρχε, γράφει, Γαβριήλιε, τέχνη

    ἐκτὸς σῶν ἀρετῶν, ἐκτὸς ὅλων καμάτων.

    32a. Theaetetus

    τοῦτον Ἰουλιανόν, νομικῆς φάος, εἶπον ἰδοῦσαι

    Ῥώμη καὶ Βερόη· πάντα φύσις δύναται.

    1. Leontius Minotaurus

    εἰς εἰκόνα Καλλινίκου κουβικουλαρίου κάλλεϊ μὲν νικᾷς κραδίης τόσον, ὅσσον ὀπωπῆς·

    τῆς γὰρ ἐπωνυμίης ἄξια πάντα φέρεις.

    αἰεὶ δʼ ἐν θαλάμοισι κατευνάζων βασιλῆα

    πᾶσαν ὑποσπείρεις οὔασι μειλιχίην.

    1. Theodoretus

    εἰς τὴν εἰκόνα Φιλίππου ἄρχοντος Σμύρνῃ ἐκ Φιλαδελφείης ξεινήια ταῦτα Φιλίππῳ.

    φράζεο πῶς μνήμων ἡ πόλις εὐνομίης.

    1. Anonymi Epigrammatici

    μνήμονες οἱ Κᾶρες πολέων εὐεργεσιάων

    Παλμᾶν ἰθυδίκην τόσσον ἀγασσάμενοι.

    1. Agathias Scholasticus

    εἰς εἰκόνα τινὸς σοφιστοῦ ἐν Περγάμῳ τὰς μὲν ὑπὲρ μύθων τε καὶ εὐτροχάλοιο μελίσσης

    εἰκόνας ἱλήκοις δηρὸν ὀφειλόμενος·

    νῦν δʼ ὑπὲρ ἱδρώτων τε καὶ ἀστυόχοιο μερίμνης

    τῇδέ σε τῇ γραφίδι στήσαμεν, Ἡρακλάμον.

    εἰ δʼ ὀλίγον τὸ γέρας, μὴ μέμφεο· τοῖσδε γὰρ ἡμεῖς

    αἰεὶ τοὺς ἀγαθοὺς ἄνδρας ἀμειβόμεθα.

    1. Leontius Minotaurus

    Πέτρον ὁρᾷς χρυσέοισιν ἐν εἵμασιν αἱ δὲ παρʼ αὐτὸν

    ἀρχαὶ ἀμοιβαίων μάρτυρές εἰσι πόνων

    ἀντολίης πρώτη, καὶ διχθαδίη μετὰ τήνδε

    κόχλου πορφυρέης, καὶ πάλιν ἀντολίης.

    1. Joannes Barbucallus

    εἰς εἰκόνα Συνεσίου Σχολαστικοῦ ἐπὶ νίκᾐ μάχης ἀνατεθεῖσαν ἐν Βηρυτῷ

    οὐχὶ παρʼ Εὐρώτᾳ μόνον ἀνέρες εἰσὶ μαχηταί,

    οὐδὲ παρʼ Ἰλισσῷ μνάμονές εἰσι δίκας·

    ὡς ἀπὸ τᾶς Σπάρτας, ὡς αὐτᾶς ἀστὸν Ἀθάνας

    Συνέσιον Νίκα καὶ Θέμις ἠγάσατο.

    1. Arabius

    εἰς εἰκόνα Λογγίνου ὑπάρχου ἐν Βυζαντίῳ Νεῖλος, Περσίς, Ἴβηρ, Σόλυμοι, Δύσις, Ἀρμενίς, Ἰνδοὶ

    καὶ Κόλχοι σκοπέλων ἐγγύθι Καυκασίων,

    καὶ πεδία ζείοντα πολυσπερέων Ἀγαρηνῶν

    Λογγίνου ταχινῶν μάρτυρές εἰσι πόνων,

    ὡς δὲ ταχὺς βασιλῆι διάκτορος ἦεν ὁδεύων,

    καὶ ταχὺς εἰρήνην ὤπασε κευθομένην.

    1. Crinagoras

    γείτονες οὐ Τρισσαὶ μοῦνον Τύχαι ἔπρεπον εἶναι,

    Κρίσπε, βαθυπλούτου σῆς ἕνεκεν κραδίης,

    ἀλλὰ καὶ αἱ πάντων πᾶσαι· τί γὰρ ἀνδρὶ τοσῷδε

    ἀρκέσει εἰς ἑτάρων μυρίον εὐφροσύνην;

    νῦν δέ σε καὶ τούτων κρέσσων ἐπὶ μείζονʼ ἀέξοι

    Καῖσαρ. τίς κείνου χωρὶς ἄρηρε τύχη;

    1. Agathias Scholasticus

    εἰς εἰκόνα ἀνατεθεῖσαν ἐν τοῖς Πλακιδίας ὑπὸ τῶν τοῦ νέου σκρινίου Θωμᾶν, παμβασιλῆος ἀμεμφέα κηδεμονῆα,

    ἄνθεσαν οἱ τὸ νέον τάγμα μετερχόμενοι,

    θεσπεσίης ἄγχιστα συνωρίδος, ὄφρα καὶ αὐτῇ

    εἰκόνι χῶρον ἔχῃ γείτονα κοιρανίης.

    αὐτὸς γὰρ ζαθέοιο θρόνους ὕψωσε μελάθρου,

    πλοῦτον ἀεξήσας, ἀλλὰ μετʼ εὐσεβίης.

    εὔγνωμον τὸ πόνημα· τί γὰρ γραφὶς οἶδεν ὀπάσσαι,

    εἰ μὴ τοῖς ἀγαθοῖς μνῆστιν ὀφειλομένην;

    1. Anonymi Epigrammatici

    τὸν μέγαν ἐν βουλαῖς Θεοδόσιον, Ἀσίδος ἀρχόν,

    εἰκόνι μαρμαρέῃ στήσαμεν ἀνθύπατον,

    οὕνεκα Σμύρναν ἔγειρε καὶ ἤγαγεν ἐς φάος αὖθις,

    ἔργοις θαυμασίοις πολλὸν ἀειδομένην.

    1. Anonymi Epigrammatici

    Δαμόχαρι, κλυτόμητι δικασπόλε, σοὶ τόδε κῦδος,

    ὅττι γε τὴν Σμύρναν μετὰ λοίγια πήματα σεισμοῦ,

    ἐσσυμένως πονέων, αὖθις πάλιν ἐξετέλεσσας.

    1. Anonymi Epigrammatici

    πᾶσα φύσις, βασίλεια, τεὸν κράτος αἰὲν ἀείδει,

    οὕνεκα δυσμενέων στίχας ὤλεσας, οὕνεκα φέγγος

    ἀνδράσι σωφρονέουσι κακὴν μετὰ δῆριν ἀνῆψας,

    ἱππολύτης δʼ ἐκέδασσας ὁμόγνια πήματα χάρμης.

    1. Anonymi Epigrammatici

    ῥητῆρες Θεόδωρον ἐμέλλομεν εἰς ἓν ἰόντες

    χρυσείαις γραφίδεσσιν ἀειμνήστοισι γεραίρειν,

    εἰ μὴ χρυσὸν ἔφευγε καὶ ἐν γραφίδεσσιν ἐόντα.

    1. Anonymi Epigrammatici

    Νικήταν δορίτολμον ἄναξ, στρατός, ἄστεα, δῆμος

    στῆσαν ὑπὲρ μεγάλων Μηδοφόνων καμάτων.

    1. Anonymi Epigrammatici

    τὸν μέγαν ἐν πολέμοισι, τὸν ἄτρομον ἡγεμονῆα,

    Νικήταν ἀρετῶν εἵνεκεν οἱ Πράσινοι.

    1. Anonymi Epigrammatici

    Πρόκλος ἐγὼ Παύλου, Βυζάντιος, ὃν περὶ δῶμα

    τηλεθάοντα Δίκης βασιλήιος ἥρπασεν αὐλή,

    ὄφρʼ εἴην στόμα πιστὸν ἐρισθενέος βασιλῆος.

    ἀγγέλλει δʼ ὅδε χαλκὸς ὅσον γέρας ἐστὶν ἀέθλων.

    καὶ τὰ μὲν εἴκελα πάντα καὶ υἱέι καὶ γενετῆρι·

    ἐν δʼ ὑπάτων ῥάβδοισι πάις νίκησε τοκῆα.

    1. Apollonides

    θαύμασε τὸν Κινύρην ὁ πάλαι χρόνος ἢ Φρύγας ἄμφω·

    σὸν δέ, Λέων, ἡμεῖς κάλλος ἀεισόμεθα,

    Κερκαφίδη περίβωτε· μακαρτάτη ἔστʼ ἄρα νήσων

    καὶ Ῥόδος, ἣ τοίῳ λάμπεται ἠελίῳ.

    1. Apollonides

    εἰ τοιόσδε Λέων λάχεν ἀντίος Ἡρακλῆι,

    οὐκ ἦν Ἀλκίδεω τοῦτο τὸ δωδέκατον.

    1. Macedonius II

    τῷ ξοάνῳ τὸν παῖδα Θυώνιχον, οὐχ ἵνα λεύσσῃς

    ὡς καλὸς ἐν τῇδε μνάματος ἀγλαΐᾳ,

    ἀλλʼ ἵνα σοὶ τὸν ἄεθλον ὃν ἐξεπόνησε μαθόντι,

    ὧ ʼγαθέ, τᾶς αὐτᾶς ζᾶλος ἔοι μανίας.

    οὗτος ὁ μὴ κλίνας καμάτῳ πόδα, πάντα δʼ ἀγῶνι

    ἅλικα νικήσας, ὁπλότερον, πρότερον.

    1. Philippus

    ἴσως με λεύσσων, ξεῖνε, ταυρογάστορα

    καὶ στερρόγυιον, ὡς Ἄτλαντα δεύτερον,

    θαμβεῖς, ἀπιστῶν εἰ βρότειος ἡ φύσις.

    ἀλλʼ ἴσθι μʼ Ἡρᾶν Λαδικῆα πάμμαχον,

    ὃν Σμύρνα καὶ δρῦς Περγάμου κατέστεφεν,

    Δελφοί, Κόρινθος, Ἦλις, Ἄργος, Ἄκτιον

    λοιπῶν δʼ ἀέθλων ἢν ἐρευνήσῃς κράτος,

    καὶ τὴν Λίβυσσαν ἐξαριθμήσεις κόνιν.

    1. Anonymi Epigrammatici

    Λᾴδας τὸ στάδιον εἴθʼ ἥλατο, εἴτε διέπτη,

    δαιμόνιον τὸ τάχος, οὐδὲ φράσαι δυνατόν.

    1. Anonymi Epigrammatici

    οἷος ἔης φεύγων τὸν ὑπήνεμον, ἔμπνοε Λᾴδα,

    Θῦμον, ἐπʼ ἀκροτάτῳ † πνεύματι θεὶς ὄνυχα,

    τοῖον ἐχάλκευσέν σε Μύρων, ἐπὶ παντὶ χαράξας

    σώματι Πισαίου προσδοκίην στεφάνου.

    54a. Anonymi Epigrammatici

    πλήρης ἐλπίδος ἐστίν, ἄκροις δʼ ἐπὶ χείλεσιν ἄσθμα

    ἐμφαίνει κοίλων ἔνδοθεν ἐκ λαγόνων.

    πηδήσει τάχα χαλκὸς ἐπὶ στέφος, οὐδὲ καθέξει

    ἁ βάσις. ὦ τέχνη πνεύματος ὠκυτέρα.

    1. Troilus

    α. εἰκών, τίς σ’ ἀνέθηκε, τίνος χάριν, ἢ τίνι, λέξον.

    β. ἀντὶ παλαισμοσύνης θῆκε Λύρωνι πόλις.

    1. Anonymi Epigrammatici

    ταύτην Εὐσεβίῳ Βυζαντιὰς εἰκόνα Ῥώμη

    πρὸς δισσαῖς ἑτέραις, εἵνεκεν ἱπποσύνης.

    οὐ γὰρ ὃ γʼ ἀμφήριστον ἑλὼν ἐστέψατο νίκην,

    ἀλλὰ πολὺ κρατέων ποσσὶ καὶ ἠνορέῃ.

    τοὔνεκεν ἀντιβίων ἔριν ἔσβεσεν ἀλλὰ καὶ αὐτὴν

    δήμου τὴν προτέρην παῦσε διχοστασίην.

    1. Paulus Silentiarius

    εἰς βάκχην ἐν Βυζαντίῳ ἔκφρονα τὴν βάκχην οὐχ ἡ φύσις, ἀλλʼ ἡ τέχνη

    θήκατο, καὶ μανίην ἐγκατέμιξε λίθῳ.

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό ἴσχετε τὴν βάκχην, μή, λαϊνέη περ ἐοῦσα,

    οὐδὸν ὑπερθεμένη, νηὸν ὑπεκπροφύγᾐ.

    1. Agathias Scholasticus

    εἰς τὸ αὐτό οὔπω ἐπισταμένην τάχα κύμβαλα χερσὶ τινάξαι

    Βάκχην αἰδομένην στήσατο λαοτύπος

    οὕτω γὰρ προνένευκεν· ἔοικε δʼ τοῦτο βοώσῃ·

    ἔξιτε· καὶ παταγῶ, μηδένος ἱσταμένου.

    1. Simonides

    α. τίς ἀδε; β. βάκχα. α. τίς δέ μιν ξέσε; β. Σκόπας

    α. τίς δʼ ἐξέμηνε, Βάκχος, ἢ Σκόπας; β. Σκόπας.

    1. Crinagoras

    Ἀντολίαι, δύσιες, κόσμου μέτρα· καὶ τὰ Νέρωνος

    ἔργα διʼ ἀμφοτέρων ἵκετο γῆς περάτων.

    ἥλιος Ἀρμενίην ἀνιὼν ὑπὸ χερσὶ δαμεῖσαν

    κείνου, Γερμανίην δʼ εἶδε κατερχόμενος.

    δισσὸν ἀειδέσθω πολέμου κράτος· οἶδεν Ἀράξης

    καὶ Ῥῆνος, δούλοις ἔθνεσι πινόμενοι.

    1. Anonymi Epigrammatici

    εἰς στήλην Ἰουστινιανοῦ βασιλέως ἐν τῷ ἱπποδρόμῳ ταῦτά σοι, ὦ βασιλεῦ Μηδοκτόνε, δῶρα κομίζει

    σῆς Ῥώμης γενέτης καὶ πάϊς Εὐστάθιος,

    πῶλον ὑπὲρ νίκης, Νίκην στεφανηφόρον ἄλλην,

    καὶ σὲ μετηνεμίῳ πώλῳ ἐφεζόμενον.

    ὑψόσ’, Ἰουστινιανέ, τεὸν κράτος· ἐν χθονὶ δʼ αἰεὶ

    δεσμὸς ἔχοι Μήδων καὶ Σκυθέων προμάχους.

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό πῶλον ὁμοῦ καὶ ἄνακτα καὶ ὀλλυμένην Βαβυλῶνα

    χαλκὸς ἀπὸ σκύλων ἔπλασεν Ἀσσυρίων.

    ἔστι δʼ Ἰουστινιανός, ὃν ἀντολίης ζυγὸν ἕλκων

    στῆσεν Ἰουλιανός, μάρτυρα μηδοφόνον.

    1. Anonymi Epigrammatici

    εἰς στήλην Ἰουστίνου βασιλέως ἐν τῷ λιμένι τοῦτο παρʼ αἰγιαλοῖσιν ἐγὼ Θεόδωρος ὕπαρχος

    στῆσα φαεινὸν ἄγαλμα Ἰουστίνῳ βασιλῆι,

    ὄφρα καὶ ἐν λιμένεσσιν ἑὴν πετάσειε γαλήνην.

    1. Anonymi Epigrammatici

    εἰς στήλην Θεοδοσίου βασιλέως Ἔκθορες ἀντολίηθε, φαεσφόρος ἥλιος ἄλλος,

    Θευδόσιε, θνητοῖσι, πόλου μέσον, ἠπιόθυμε,

    ὠκεανὸν παρὰ ποσσὶν ἔχων μετʼ ἀπείρονα γαῖαν,

    πάντοθεν αἰγλήεις, κεκορυθμένος, ἀγλαὸν ἵππον

    ῥηιδίως, μεγάθυμε, καὶ ἐσσύμενον κατερύκων.

    1. Anonymi Epigrammatici

    τὸν κρατερὸν Βύζαντα καὶ ἱμερτὴν Φιδάλειαν

    εἰν ἑνὶ κοσμήσας ἄνθετο Καλλιάδης.

    1. Anonymi Epigrammatici

    ἱμερτὴ Φιδάλεια δάμαρ Βύζαντος ἐτύχθην

    εἰμὶ δὲ βουπαλέος δῶρον ἀεθλοσύνης.

    1. Posidippus

    Κύπριδος ἅδʼ εἰκών φέρʼ ἰδώμεθα μὴ Βερενίκας·

    διστάζω ποτέρᾳ φῇ τις ὁμοιοτέραν.

    1. Anonymi Epigrammatici

    Ζήνωνα πτολίαρχος Ἰουλιανὸς βασιλῆα·

    Ζήνωνος παράκοιτιν Ἰουλιανὸς Ἀριάδνην.

    1. Anonymi Epigrammatici

    οἶκον Ἄναξ Ἑλικῶνος ἀνηβήσαντα νοήσας

    κυδαλίμοις καμάτοισιν Ἰουλιανοῦ πολιάρχου,

    Πιερικῶν προπάροιθε δόμων παγχρύσεος ἔστη.

    1. Anonymi Epigrammatici

    κῦδος Ἰουλιανοῦ παναοίδιμον, ὃς μετὰ κόσμον

    Πιερίδων χρυσέην στῆσεν Ἀναστασίην.

    1. Anonymi Epigrammatici

    ἄλλον ὑπὲρ νίκας ἐναρηφόρον ἔνδοθι Σούσων

    ὁ θρασὺς ἀνστήσει Μῆδος ἄνακτι τύπον·

    ἄλλον ἀκειρεκόμας Ἀβάρων στρατὸς ἔκτοθεν Ἴστρου,

    κείρας ἐκ κεφαλῆς βόστρυχον αὐσταλέης·

    τὸν δʼ ὑπὲρ εὐνομίας ἐριθηλέος ἐνθάδε τοῦτον

    ἐξ ὑπάτου μίτρης στῆσεν ἄνασσα πόλις.

    ἔμπεδος ἀλλὰ μένοις, Βυζαντιὰς ἔμμορε Ῥώμα,

    θεῖον Ἰουστίνου κάρτος ἀμειψαμένα.

    1. Anonymi Epigrammatici

    οὗτος ὁ κοσμήσας Ὑπάτων θρόνον, ὃν τρισέπαρχρν

    καὶ πατέρα βασιλῆες ἑὸν καλέσαντο μέγιστοι,

    χρύσεος ἕστηκεν Αὐρηλιανός· τὸ δʼ ἔργον

    τῆς βουλῆς, ἧς αὐτὸς ἑκὼν κατέπαυσεν ἀνίας.

    1. Anonymi Epigrammatici

    εἰς ἄρχοντα Μῖξον μειλιχίῃ βαιὸν φόβον, ὅττι καὶ αὐτὴ

    βομβήεσσα μέλισσα κορύσσεται ὀξέι κέντρῳ.

    οὐ γὰρ ἄτερ μάστιγος ἰθύνεται ἵππος ἀγήνωρ·

    οὐδὲ συῶν ἀγέλη ἐπιπείθεται ἀνδρὶ νομῆι,

    πρὶν καὶ ἐριγδούποιο καλαύροπος ἦχον ἀκούσῃ.

    1. Antipater

    Ζηνὶ καὶ Ἀπόλλωνι καὶ Ἄρεϊ τέκνον ἀνάκτων

    εἴκελον, εὐκταίη μητέρος εὐτοκίη,

    πάντα τοι ἐκ Μοιρέων βασιλήια, πάντα τέλεια

    ἦλθεν ἐποιήθης δʼ ἔργον ἀοιδοπόλων.

    Ζεὺς σκῆπτρον βασίλειον, Ἄρης δόρυ, καλλοσύνην δὲ

    Φοῖβος ἔχει· παρὰ σοὶ δʼ ἀθρόα πάντα, Κότυ.

    1. Synesius

    οἱ τρεῖς Τυνδαρίδαι, Κάστωρ, Ἑλένη, Πολυδεύκης.

    1. Paulus Silentiarius

    ὄμματα μὲν κούρης μόλις ἡ γραφίς, οὔτε δὲ χαίτην,

    οὔτε σέλας χροιῆς ἄκρον ἀπεπλάσατο.

    εἴ τις μαρμαρυγὴν δύναται φαεθοντίδα γράψαι,

    μαρμαρυγὴν γράψει καὶ Θεοδωριάδα

    1. Anonymi Epigrammatici

    βάσκανος ἡ γραφίς ἐσσι, καὶ εἰσορόωσι μεγαίρεις

    χρύσεα κεκρυφάλοις βόστρυχα κρυψαμένη.

    εἰ δʼ ὑπάτης κεφαλῆς ὑπάτην χάριν εἰκόνι κεύθεις,

    οὐδʼ ἐπὶ τῷ λοιπῷ κάλλεϊ πίστιν ἔχεις.

    πᾶσα γραφὶς μορφῇσι χαρίζεται· ἀλλὰ σὺ μούνη

    τῆς Θεοδωριάδος κλέψας ἀπʼ ἀγλαΐας.

    1. Synesius

    εἰς τὴν ἑαυτοῦ ἀδελφήν τῆς χρυσῆς εἰκὼν ἢ Κύπριδος, ἢ Στρατονίκης.

    1. Agathias Scholasticus

    Μαχλὰς ἐγὼ γενόμην Βυζαντίδος ἔνδοθι Ῥώμης,

    ὠνητὴν φιλίην πᾶσι χαριζομένη·

    εἰμὶ δὲ Καλλιρόη πολυδαίδαλος, ἣν ὑπʼ ἔρωτος

    οἰστρηθεὶς Θωμᾶς τῇδʼ ἔθετο γραφίδι,

    δεικνὺς ὅσσον ἔχει πόθον ἐν φρεσὶν ἶσα γὰρ αὐτῷ

    κηρῷ τηκομένῳ κραδίη ἡ κραδίη.

    1. Philippus

    εἰς τὸ ἐν Ὀλυμπίᾳ Διὸς ἄγαλμα ἢ θεὸς ἦλθʼ ἐπὶ γῆν ἐξ οὐρανοῦ, εἰκόνα δείξων,

    Φειδία· ἢ σὺ γʼ ἔβης τὸν θεὸν ὀψόμενος.

    1. Simonides

    τὸν ἐν Ῥόδῳ κολοσσὸν ὀκτάκις δέκα

    Χάρης ἐποίει πήχεων ὁ Λίνδιος.

    1. Anonymi Epigrammatici

    εἰς Αἴαντος εἰκόνα αἶαν Τιμομάχου πλέον ἢ πατρός, ἥρπασετέχνα

    τὴν φύσιν ὁ γράψας εἶδέ σε μαινόμενον,

    καὶ συνελυσσήθη χεὶρ ἀνέρι, καὶ τὰ κεραστὰ

    δάκρυα τοὺς λύπης πάντας ἔμιξε πόνους.

    1. Anonymi Epigrammatici

    οὐκ ἀδαὴς ἔγραψε Κίμων τάδε· παντὶ δʼ ἐπʼ ἔργῳ

    μῶμος, ὃν οὐδʼ ἥρως Δαίδαλος ἐξέφυγεν.

    1. Anonymi Epigrammatici

    ἁ τέχνα τὸν ἔλεγχον ἀπώλεσεν οὐδὲ δὲ γὰρ αὐτὰ

    μανῦσαι δύναται τῷ πόρε τὰν κεφαλάν.

    1. Anonymi Epigrammatici

    Τοὐμπρασιῇ φύλακος μακρὰν ἀποτῆλε φύλαξαι.

    τοῖος, ὁκοῖον ὁρᾷς, ὦ παρʼ ἔμʼ ἐρχόμενε

    σύκινος, οὐ ῥίνῃ πεπονημένος, οὐδʼ ἀπὸ μίλτου,

    ἀλλʼ ἀπὸ ποιμενικῆς αὐτομαθοῦς ξοΐδος . . .

    ἀχρείως γέλασόν με, τὰ δʼ Εὐκλείους πεφύλαξο

    σίνεσθαι, μὴ καὶ σαρδάνιον γελάσῃς.

    1. Julianus

    τέχνης πυρσὸν ὄπασσα φερέσβιον ἐκ δʼ ἄρα τέχνης

    καὶ πυρὸς ἀλλήκτου πήματος ὄψιν ἔχω.

    ἦ μερόπων ἀχάριστον ἀεί γένος, εἴ γε Προμηθεὺς

    ἀντʼ εὐεργεσίης ταῦθʼ ὑπὸ χαλκοτύπων.

    1. Julianus

    χαλκὸν μὲν καλέεσκεν ἀτειρέα βίβλος Ὁμήρου·

    ἀλλά μιν ὁ πλάστης δεῖξεν ἐλεγχομένην.

    δεῦρʼ ἴδε γὰρ στενάχοντα Προμηθέα, δεῦρʼ ἴδε χαλκοῦ

    τειρομένου σπλάγχνων ἐκ μυχάτων ὀδύνας.

    Ἥρακλες, νεμέσησον, ἐπεὶ μετὰ σεῖο φαρέτρην

    Ἰαπετιονίδης ἄλγος ἄπαυστον ἔχει.

    1. Gaius Cornelius Gallus

    εἰς Τάνταλον ἐπὶ ποτηρίου γεγλυμμένον οὗτος ὁ πρὶν μακάρεσσι συνέστιος, οὗτος ὁ νηδὺν

    πολλάκι νεκταρέου πλησάμενος πόματος,

    νῦν λιβάδος θνητῆς ἱμείρεται· ἡ φθονερὴ δὲ

    κρᾶσις ἀεὶ χείλευς ἐστὶ ταπεινοτέρη.

    πῖνε, λέγει τὸ τόρευμα, “ καὶ ὄργια μάνθανε σιγῆς·

    οἱ γλώσσῃ προπετεῖς ταῦτα κολαζόμεθα.”

    1. Anonymi Epigrammatici

    θλῖβε δρακοντείους περιμήκεας ὄβριμε δειρὰς

    Ἥρακλες, δακέτων ἄγχε βαθεῖς φάρυγας.

    ἐξέτι νηπιάχοιο χόλον ζηλήμονος Ἥρης

    ἄμπαυσον μοχθεῖν γνῶθι καὶ ἐκ βρέφεος.

    οὐ γάρ σοι κρητὴρ χαλκήλατος οὐδὲ, λέβητες,

    ἀλλʼ ὁδὸς εἰς αὐλὴν Ζηνός, ἔπαθλον ἔφυ.

    1. Anonymi Epigrammatici

    δέρκεο μυριόμοχθε τεοὺς Ἥρακλες ἀγῶνας,

    οὓς τλὰς ἀθανάτων οἶκον Ὄλυμπον ἔβης·

    Γηρυόνην, κλυτὰ μῆλα, μέγαν πόνον Αὐγείαο,

    πώλους, Ἱππολύτην, πουλυκάρηνον ὄφιν,

    κάπρον, θωυκτῆρα Χάους κύνα, θῆρα Νεμείης,

    οἰωνούς, ταῦρον, Μαιναλίην ἔλαφον.

    νῦν δὲ κατʼ ἄκρα πόληος ἀπορθήτοιο βεβηκὼς

    Περγαμίης, μεγάλους ῥύεο Τηλεφίδας.

    1. Anonymi Epigrammatici

    Ἡρακλέους ἆθλοι πρῶτα μὲν ἐν Νεμέῃ βριαρὸν κατέπεφνε λέοντα,

    δεύτερον, ἐν Λέρνῃ πολυαύχενον ὤλεσεν ὕδραν.

    τὸ τρίτον αὖτʼ ἐπὶ τοῖς Ἐρυμάνθιον ἔκτανε κάπρον.

    χρυσόκερων ἔλαφον μετὰ ταῦτʼ ἤγρευσε, τέταρτον.

    πέμπτον δʼ, ὄρνιθας Στυμφαλίδας ἐξεδίωξεν.

    ἕκτον, Ἀμαζονίδος κόμισε ζωστῆρα φαεινόν.

    ἕβδομον, Αὐγείου πολλὴν κόπρον ἐξεκάθηρεν.

    ὄγδοον, ἐκ Κρήτηθε πυρίπνοον ἤλασε ταῦρον.

    εἴνατον, ἐκ Θρῄκης Διομήδεος ἤγαγεν ἵππους.

    Γηρυόνου, δέκατον, βόας ἤγαγεν ἐξ Ἐρυθείης.

    Κέρβερον, ἑνδέκατον, κύνʼ ἀνήγαγεν ἐξ Ἀίδαο.

    δωδέκατον, ἐκόμισσεν ἐς Ἑλλάδα χρύσεα μῆλα.

    τὸ τρισκαιδέκατον, τοῖον λυγρὸν ἔσχεν ἄεθλον

    μουνονυχὶ πεντήκοντα ξυνελέξατο κούραις.

    1. Philippus

    εἰς τὸ αὐτό ὤλεσα τὸν Νεμέας θῆρʼ ἄπλετον, ὤλεσα δʼ ὕδρην

    καὶ ταῦρον, κάπρου δʼ ἀμφετίναξα γένυν

    ζωστῆρʼ ἑλκύσσας, πώλους Διομήδεος εἷλον

    χρύσεα μᾶλα κλάσας, Γηρυόνην ἔλαβον

    Αὐγείας μʼ ἐδάη· κεμὰς οὐ φύγεν ἔκτανον ὄρνις·

    Κέρβερον ἠγαγόμην αὐτὸς Ὄλυμπον ἔχω.

    1. Archias

    μηκέτι ταυροβόροιο βαρὺ βρύχημα λέοντος

    πτήσσετε, ληινόμοι γειαρόται Νεμέης·

    ἦ γὰρ ὑφʼ Ἡρακλῆος ἀριστάθλοιο δέδουπεν,

    αὐχένα θηροφόνοις ἀγχόμενος παλάμαις.

    ποίμνας ἐξελάσασθε· πάλιν μυκηθμὸν ἀκούοι

    ἠχώ, ἐρημαίης ἐνναέτειρα νάπης.

    καὶ σύ, λεοντόχλαινε, πάλιν θωρήσσεο ῥινῷ

    Ἥρης πρηΰνων μισονόθοιο χόλον.

    1. Damagetus

    ἐκ Νεμέης ὁ λέων, ἀτὰρ ὁ ξένος Ἀργόθεν αἷμα,

    πολλὸν ὁ μὲν θηρῶν λῷστος, ὁ δʼ ἡμιθέων.

    ἔρχονται δʼ ἐς ἀγῶνα καταντίον ὄμμα βαλόντες

    λοξὸν ὑπὲρ ζωᾶς ἀμφότεροι σφετέρας.

    Ζεῦ πάτερ, ἀλλʼ εἴη τὸν ἀπʼ Ἄργεος ἀνέρα νικᾶν,

    ἐμβατὸς ὡς αὖ τοι καὶ Νεμέα τελέθοι.

    1. Anonymi Epigrammatici

    τί πρῶτον, τί δʼ ἔπειτα φρεσίν, τί δὲ λοίσθιον ὄσσοις

    θαυμάσομαι τέχνης ἀνέρος ἠδʼ ἐλάφου;

    ὧν ὁ μὲν ἰξύι θηρὸς ἐπεμβεβαὼς γόνυ βρίθει,

    εὐπτόρθων παλάμαις δραξάμενος κεράων·

    ἡ δʼ ὑπὸ χάσματι πολλὰ καὶ ἄσθματι φυσιόωσα

    γλώσσῃ σημαίνει θλιβομένην κραδίην.

    Ἥρακλες, γήθησον, ὅλη κεμὰς ἄρτι τέθηλεν

    οὐ κέρασιν μούνοις, ἀλλὰ τέχνῃ χρυσέη.

    1. Anonymi Epigrammatici

    χαλκὸν ἀποιμώζοντα τίς ἔπλασε; τίς δʼ ὑπὸ τέχνας

    καὶ πόνον ἐν μορφᾷ καὶ θράσος εἰργάσατο;

    ἔμψυχον τὸ πλάσμα· καὶ οἰκτείρω μογέοντα,

    καὶ φρίττω κρατερὸν τὸν θρασὺν Ἡρακλέην·

    Ἀνταῖον γὰρ ἔχει πεπονημένον ἐκ παλαμάων

    ἰδνωθεὶς δὲ δοκεῖ καὶ στοναχὰν ἱέναι.

    1. Anonymi Epigrammatici

    εἰς Ἡρακλέα μεθύοντα οὗτος ὁ νῦν ὕπνῳ βεβαρημένος ἠδὲ κυπέλλῳ,

    Κενταύρους νήφων οἰνοβαρεῖς ὄλεσεν.

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό οὗτος ὁ πανδαμάτωρ, ὁ παρʼ ἀνδράσι δωδεκάεθλος

    μελπόμενος κρατερῆς εἵνεκεν ἠνορέης,

    οἰνοβαρὴς μετὰ δαῖτα μεθυσφαλὲς ἴχνος ἑλίσσει,

    νικηθεὶς ἁπαλῷ λυσιμελεῖ Βρομίῳ.

    1. Anonymi Epigrammatici

    εἰς εἰκόνα Λυσιμάχου βασιλέως χαίτην καὶ ῥόπαλον καὶ ἐν ὀφθαλμοῖσιν ἀταρβῆ

    θυμὸν ὁρῶν, βλοσυρόν τʼ ἀνδρὸς ἐπισκύνιον,

    ζήτει δέρμα λέοντος ἐπʼ εἰκόνι· κἢν μὲν ἐφεύρῃς,

    Ἡρακλέης, εἰ δʼ οὔ, Λυσιμάχοιο πίναξ.

    1. Anonymi Epigrammatici

    εἰς εἰκόνα Ἡρακλέους οἵῳ Θειοδάμας πρὶν ὑπήντεεν Ἡρακλῆι,

    τοῖον ὁ τεχνίτης τὸν Διὸς εἰργάσατο,

    βοῦν ἀρότην ἕλκοντα, καὶ ἀντανύοντα κορύνην·

    ἀλλʼ οὐ τὴν ὀλοὴν γράψε βοοσφαγίην.

    ναὶ τάχα Θειοδάμαντι γοήμονα χείλεσι φωνὴν

    ἥρμοσεν, ἧς ἀίων φείδεται Ἡρακλέης.

    1. Anonymi Epigrammatici

    εἰς εἰκόνα ἑτέραν τοῦ αὐτοῦ οἷον καὶ Κρονίδης ἔσπειρέ σε τῇ τρισελήνῳ

    νυκτί, καὶ Εὐρυσθεὺς εἶδεν ἀεθλοφόρον,

    κἠκ πυρὸς εἰς Οὔλυμπον ἐκώμασας, ὦ βαρύμοχθε

    Ἀλκείδη, τοίην εἰκόνα σου βλέπομεν.

    Ἀλκμήνης δʼ ὠδῖνας ἔχει λίθος· αἱ δὲ μεγαυχεῖς

    Θῆβαι νῦν μύθων εἰσὶν ἀπιστότεραι.

    1. Tullius Geminus

    εἰς ἄγαλμα τοῦ αὐτοῦ Ἥρακλες, ποῦ σοι πτόρθος μέγας, ἥ τε Νέμειος

    χλαῖνα, καὶ ἡ τόξων ἔμπλεος ἰοδόκη;

    ποῦ σοβαρὸν βρίμημα; τί σ’ ἔπλασεν ὧδε κατηφῆ

    Λύσιππος, χαλκῷ τʼ ἐγκατέμιξʼ ὀδύνην;

    ἄχθῃ γυμνωθεὶς ὅπλων σέο· τίς δὲ σ’ ἔπερσεν;

    ὁ πτερόεις, ὄντως εἷς βαρὺς ἆθλος, Ἔρως.

    1. Philippus

    εἷς τὸ αὐτό Ἥρη τοῦτʼ ἄρα λοιπὸν ἐβούλετο πᾶσιν ἐπʼ ἄθλοις,

    ὅπλων γυμνὸν ἰδεῖν τὸν θρασὺν Ἡρακλέα.

    ποῦ χλαίνωμα λέοντος, ὃ τʼ εὐροίζητος ἐπʼ ὤμοις

    ἰός, καὶ βαρύπους ὄζος ὁ θηρολέτης;

    πάντα σ’ Ἔρως ἀπέδυσε· καὶ οὐ ξένον, εἰ Δία κύκνον

    ποιήσας, ὅπλων νοσφίσαθʼ Ἡρακλέα.

    1. Anonymi Epigrammatici

    εἰς ἀνδριάντα Θησέως καὶ τὸν Μαραθωνίου ταύρου θαῦμα τέχνης ταύρου τε καὶ ἀνέρος, ὧν ὁ μὲν ἀλκᾷ

    θῆρα βίῃ βρίθει, γυῖα τιταινόμενος

    ἶνας δʼ αὐχενίους γνάμπτων, παλάμῃσιν ἔμαρψεν,

    λαιῇ μυκτῆρας, δεξιτερῇ δὲ κέρας,

    ἀστραγάλους δʼ ἐλέλιξε· καὶ αὐχένα θήρ ὑπὸ χερσὶν

    δαμνάμενος κρατεραῖς ὤκλασεν εἰς ὀπίσω.

    ἔστι δʼ ὀΐσσασθαι τέχνης ὕπο τῷδʼ ἐνὶ χαλκῷ

    θῆρα μὲν ἐμπνείειν, ἄνδρα δʼ ἱδρῶτι ῥέειν.

    1. Anonymi Epigrammatici

    εἰς ἀνδριάντα Καπανέως εἰ τοῖος Θήβης Καπανεὺς

    ἐπεμήνατο πύργοις,

    ἄμβασιν ἠερίην κλίμακι μησάμενος,

    εἷλεν ἂν ἄστυ βίῃ καὶ ὑπὲρ

    μόρον. αἴδετο γάρ ῥα

    καὶ σκηπτὸς Κρονίδου

    τοῖον ἑλεῖν πρόμαχον.

    1. Julianus

    εἰς Ἴκαρον χαλκοῦν ἐν λουτρῷ ἱστάμενον Ἴκαρε, κηρὸς μέν σε διώλεσε· νῦν δὲ

    σε κηρῷ

    ἤγαγεν εἰς μορφὴν αὖθις ὁ χαλκοτύπος.

    ἀλλά γε μὴ πτερὰ πάλλε κατʼ ἠέρα,

    μὴ τὸ λοετρὸν,

    ἠερόθεν πίπτων, Ἰκάριον τελέσῃς.

    1. Julianus

    εἰς τὸ αὐτό Ἴκαρε, χαλκὸς ἐὼν μιμνῄσκεο· μηδέ σε τέχνη,

    μηδʼ ἀπάφῃ πτερύγων ζεῦγος ἐπωμάδιον.

    εἰ γὰρ ζωὸς ἐὼν πέσες ἐν πελάγεσσι θαλάσσης,

    πῶς ἐθέλεις πτῆναι χάλκεον εἶδος ἔχων;

    1. Agathias Scholasticus

    εἰς Ἱππόλυτον διαλεγόμενον τᾖ τροφῇ τῆς Φαίδρας

    Ἱππόλυτος τῆς γρηὸς ἐπʼ οὔατι

    νηλέα μῦθον

    φθέγγεται· ἀλλʼ ἡμεῖς οὐ

    δυνάμεσθα κλύειν.

    ὅσσον δʼ ἐκ βλεφάροιο μεμηνότος

    ἔστι νοῆσαι,

    ὅττι παρεγγυάᾳ μηκέτʼ ἄθεσμα λέγειν.

    1. Flavius Philostratus

    εἰς εἰκόνα Τηλέφου τετρωμένου οὗτος ὁ Τευθρανίας πρόμος ἄσχετος, οὗτος ὁ τὸ πρὶν

    Τήλεφος αἱμάξας φρικτὸν Ἄρη Δαναῶν,

    Μυσὸν ὅτε πλήθοντα φόνῳ ἐκέρασσε Κάυκον,

    οὗτος ὁ Πηλιακοῦ δούρατος ἀντίπαλος,

    νῦν ὀλοὸν μηρῷ κεύθων βάρος, οἷα λιπόπνους

    τήκεται, ἐμψύχῳ σαρκὶ συνελκόμενος.

    οὗ καὶ τειρομένοιο περιπτώσσοντες Ἀχαιοὶ

    φύρδην Τευθρανίας νεῦνται ἀπʼ ἠιόνος.

    1. Glaucus

    εἰς εἰκόνα Φιλοκτήτου καὶ τὸν ἀπὸ Τρηχῖνος ἰδὼν πολυώδυνον ἥρω,

    τόνδε Φιλοκτήτην ἔγραφε Παρράσιος·

    ἔν τε γὰρ ὀφθαλμοῖς ἐσκληκόσι κωφὸν ὑποικεῖ

    δάκρυ, καὶ ὁ τρύχων ἐντὸς ἔνεστι πόνος.

    ζῳογράφων ὦ λῷστε, σὺ μὲν σοφός, ἀλλʼ ἀναπαῦσαι

    ἄνδρα πόνων ἤδη τὸν πολύμοχθον ἔδει.

    1. Anonymi Epigrammatici

    εἰς τὴν αὐτήν ἐχθρὸς ὑπὲρ Δαναοὺς πλάστης ἐμός, ἄλλος Ὀδυσσεύς,

    ὃς μʼ ἔμνησε κακῆς οὐλομένης τε νόσου.

    οὐκ ἤρκει πέτρη, τρῦχος, λύθρον, ἕλκος, ἀνίη·

    ἀλλὰ καὶ ἐν χαλκῷ τὸν πόνον εἰργάσατο.

    1. Julianus

    εἰς τὸν αὐτόν οἶδα Φιλοκτήτην ὁρόων, ὅτι πᾶσι φαείνει

    ἄλγος ἑόν, καὶ τοῖς τηλόθι δερκομένοις.

    ἄγρια μὲν κομόωσαν ἔχει τρίχα· δεῦρʼ ἴδε κόρσης

    χαίτην τρηχαλέοις χρώμασιν αὐσταλέην·

    δέρμα κατεσκληκὸς δὲ φέρει καὶ ῥικνὸν ἰδέσθαι,

    καὶ τάχα καρφαλέον χερσὶν ἐφαπτομέναις·

    δάκρυα δὲ ξηροῖσιν ὑπὸ βλεφάροισι παγέντα

    ἵσταται, ἀγρύπνου σῆμα δυηπαθίης.

    1. Cosmas Indicopleustes

    εἰς Πύρρον μέλλοντα σφάξαι τὴν Πολυξένην Πύρρος ἐγώ· σπεύδω δὲ πατρὸς χάριν ἡ δὲ κυνῶπις

    Παλλάδα κικλήσκει, γνωτὸν ἔχουσα Πάριν.

    1. Flavius Claudius Julianus Imperator

    εἰς Χείρωνα τὸν ἱπποκένταυρον Ἀνδρόθεν ἐκκέχυθʼ ἵππος· ἀνέδραμε δʼ ἱππόθεν ἀνήρ,

    ἀνὴρ νόσφι ποδῶν, κεφαλῆς δʼ ἄτερ αἰόλος ἵππος·

    ἵππος ἐρεύγεται ἄνδρα, ἀνὴρ δʼ ἀποπέρδεται ἵππον.

    1. Euodus

    εἰς τὸν αὐτόν ἵππος ἔην ἀκάρηνος, ἀνὴρ δʼ ἀτέλεστος ἔκειτο,

    ὅν γε Φύσις παίζουσα θοῷ ἐνεκέντρισεν ἵππῳ.

    1. Cornelius Long(in)us

    εἰς Κυναίγειρον οὔ σε, μάκαρ Κυνέγειρε, τοὶ ὡς Κυνέγειρον ἔγραψε

    Φᾶσις, ἐπεὶ βριαραῖς ἄνθετο σὺν παλάμαις·

    ἀλλὰ σοφός τις ἔην ὁ ζωγράφος, οὐδέ σε χειρῶν

    νόσφισε, τὸν χειρῶν οὕνεκεν ἀθάνατον.

    1. Paulus Silentiarius

    εἰς τὸν αὐτόν Μηδοφόνους μὲν χεῖρας ὑπὲρ γαμψοῖο κορύμβου

    ναὸς ἀπορνυμένης ἐξέταμον κοπίδες,

    ἁνίκα που, Κυνέγειρε, φυγάς ποτε φορτὶς ἐκείνα

    ὥσπερ ἀπʼ εὐναίας εἴχετο σᾶς παλάμας.

    ἀλλὰ καὶ ὣς ἀπρὶξ δόρυ νήιον ἀμφιδακοῦσαι,

    ἄπνοον ὡμάρτευν τάρβος Ἀχαιμενίοις·

    καὶ τὰς μέν τις ἀνὴρ ἕλε βάρβαρος· ἁ δέ γε χειρῶν

    νίκα Μοψοπίοις μίμνε παρʼ ἐνναέταις.

    1. Posidippus

    εἰς στήλην Ἀλεξάνδρου τοῦ Μακεδόνος Λύσιππε, πλάστα Σικυώνιε, θαρσαλέη χείρ,

    δάιε τεχνίτα, πῦρ τοι ὁ χαλκὸς ὁρῇ,

    ὃν κατʼ Ἀλεξάνδρου μορφᾶς χέες. οὐκέτι μεμπτοὶ

    Πέρσαι· συγγνώμη βουσὶ λέοντα φυγεῖν.

    1. Archelaus

    εἰς τὸν αὐτόν τόλμαν Ἀλεξάνδρου καὶ ὅλαν ἀπεμάξατο μορφὰν

    Λύσιππος· τίνʼ ὁδὶ χαλκὸς ἔχει δύναμιν;

    αὐδασοῦντι δʼ ἔοικεν ὁ χάλκεος ἐς Δία λεύσσων·

    γᾶν ὑπʼ ἐμοὶ τίθεμαι· Ζεῦ, σὺ δʼ Ὄλυμπον ἔχε.

    1. Anonymi Epigrammatici

    εἰς τὸν αὐτόν αὐτὸν Ἀλέξανδρον τεκμαίρεο· ὧδε τὰ κείνου

    ὄμματα, καὶ ζωὸν θάρσος ὁ χαλκὸς ἔχει·

    ὃς μόνος, ἣν ἐφορῶσιν ἀπʼ αἰθέρος αἱ Διὸς αὐγαί,

    πᾶσαν Πελλαίῳ γῆν ὑπέταξε θρόνῳ.

    1. Anonymi Epigrammatici

    εἰς τὸν αὐτόν τοῦτον Ἀλέξανδρον, μεγαλήτορος υἷα Φιλίππου,

    δέρκεαι ἀρτιλόχευτον, Ὀλυμπιὰς ὅν ποτε μήτηρ

    καρτερόθυμον ἔτικτεν· ἀπʼ ὠδίνων δέ μιν Ἄρης

    ἔργα μόθων ἐδίδασκε, Τύχη δʼ ἐκέλευσεν ἀνάσσειν.

    1. Anonymi Epigrammatici

    οὐ τὸν βουθοίναν Ἡρακλέα, παῖδες ἀγρῶται,

    οὐκέτι κερδαλέοις ἐμβατὰ ταῦτα λύκοις,

    φῶρές τε στείχειν κλοπίην ὁδὸν ἀρνήσονται,

    εἰ καὶ κωμήτας ἄκριτος ὕπνος ἔχοι.

    ἦ γάρ μʼ ἵδρυται Διονύσιος οὐκ ἄτερ εὐχῆς

    χώρῳ τῷδʼ ἀγαθὸν σύμμαχον Ἡρακλέα.

    1. Anonymi Epigrammatici

    μὴ τρέσσῃς, ὅτι τόξον, ὁδοιπόρε, καὶ νεοθηγεῖς

    ἰοὺς γυμνώσας, πρόσθε ποδῶν ἐθέμην,

    μηδʼ ὅτι βαστάζω ῥόπαλον χερί, μηδʼ ὅτι δέρμα

    ἀμφʼ ὤμοις χαροποῦ τοῦτο λέοντος ἔχω·

    πημαίνειν οὐ πάντας ἐπίσταμαι, ἀλλὰ κακούργους·

    καὶ σῴζειν ἀγαθοὺς ἐξ ἀχέων δύναμαι.

    1. Anonymi Epigrammatici

    αἰεὶ Λαρτιάδῃ πόντος βαρύς· εἰκόνα χεῦμα

    ἔκλυσε, κἀκ δέλτων τὸν τύπον ἠφάνισεν.

    τί πλέον; εἰν ἐπέεσσιν Ὁμηρείοις γὰρ ἐκείνου

    εἰκὼν ἀφθάρτοις ἐγγράφεται σελίσιν.

    1. Anonymi Epigrammatici

    εἰς τὸν Μινώταυρον ὁ παῖς ὁ ταῦρος, ὁ κατὰ μηδὲν ἐντελής,

    ὁ τῆς τεκούσης τοῦ πάθους κατήγορος,

    ὁ μιξόθηρ ἄνθρωπος, ἡ διπλῆ φύσις,

    ὁ ταυρόκρανος, ἡ πλάνη τῶν σωμάτων,

    ὃς οὔτε βοῦς πέφυκεν, οὔτʼ ἀνὴρ ὅλως.

    1. Anonymi Epigrammatici

    τίς τὸν Θρήικα τόνδε μονοκρήπιδα Λυκοῦργον

    χάλκεον, Ἠδωνῶν ταγόν, ἀνεπλάσατο;

    Βακχιακὸν παρὰ πρέμνον ἴδʼ ὡς ἀγέρωχα μεμηνὼς

    βριθὺν ὑπὲρ κεφαλᾶς ἀντέτακεν χάλυβα.

    μανύει μορφὰ τὸ πάλαι θράσος· ἁ δʼ ἀγέρωχος

    λύσσα καὶ,ἐν χαλκῷ κεῖνο τὸ πικρὸν ἔχει.

    1. Anonymi Epigrammatici

    εἰς Ἰφιγένειαν μαίνεται Ἰφιγένεια· πάλιν δέ μιν εἶδος Ὀρέστου

    ἐς γλυκερὴν ἀνάγει μνῆστιν ὁμαιμοσύνης·

    τῆς δὲ χολωομένης καὶ ἀδελφεὸν εἰσοροώσης

    οἴκτῳ καὶ μανίῃ βλέμμα συνεξάγεται.

    1. Anonymi Epigrammatici

    εἰς ἄγαλμα Νιόβης ἐκ ζωῆς με θεοὶ τεῦξαν λίθον ἐκ

    δὲ λίθοιο

    ζωὴν Πραξιτέλης ἔμπαλιν εἰργάσατο.

    1. Julianus

    εἰς τὸ αὐτό δυστήνου Νιόβης ὁράᾳς παναληθέα μορφήν,

    ὡς ἔτι μυρομένης πότμον ἑὼν τεκέων.

    εἰ δʼ ἄρα καὶ ψυχὴν οὐκ ἔλλαχε, μὴ τόδε τέχνῃ

    μέμφεο· θηλυτέρην εἴκασε λαϊνέην.

    1. Antipater

    εἰς τὸ αὐτό Τανταλὶς ἅδε ποχʼ ἁ δίσσ’ ἑπτάκι τέκνα τεκοῦσα

    γαστρὶ μιῇ, Φοίβῳ θῦμα καὶ Ἀρτέμιδι·

    κούρα γὰρ προὔπεμψε κόραις φόνον, ἄρρεσι δʼ ἄρσην

    δισσοὶ γὰρ δισσὰς ἔκτανον ἑβδομάδας.

    ἁ δὲ τόσας ἀγέλας μάτηρ πάρος, ἁ πάρος εὔπαις,

    οὐδʼ ἐφʼ ἑνὶ τλάμων λείπετο γηροκόμῳ·

    μάτηρ δʼ οὐχ ὑπὸ παισίν, ὅπερ θέμις, ἀλλʼ ὑπὸ ματρὸς

    παῖδες ἐς ἀλγεινοὺς πάντες ἄγοντο τάφους.

    Τάνταλε, καὶ δὲ σὲ γλῶσσα διώλεσε, καὶ σέο κούραν

    χἀ μὲν ἐπετρώθη, σοὶ δʼ ἔπι δεῖμα λίθος.

    1. Theodoridas

    εἰς τὸ αὐτό στᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθη

    τᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας,

    ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείην

    ἄρτι, τὰ μέν, Φοίβου τόξα, τὰ δʼ, Ἀρτέμιδος.

    ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα,

    πετροῦται· στενάχει δʼ ὑψιπαγὴς Σίπυλος,

    γλώσσᾳ θνατοῖσιν δολία νόσος, ἇς ἀχάλινος

    ἀφροσύνα τίκτει πολλάκι δυστυχίαν.

    1. Antipater

    εἰς τὸ αὐτό τίπτε, γύναι, πρὸς Ὄλυμπον ἀναιδέα χεῖρʼ ἀνένεικας,

    ἔνθεον ἐξ ἀθέου κρατὸς ἀφεῖσα κόμαν;

    Λατοῦς παπταίνουσα πολὺν χόλον, ὦ πολύτεκνε,

    νῦν στένε τὰν πικρὰν καὶ φιλάβουλον ἔριν.

    ἁ μὲν γὰρ παίδων σπαίρει πέλας· ἁ δὲ λιπόπνους

    κέκλιται· ᾇ δὲ βαρὺς πότμος ἐπικρέμαται.

    καὶ μόχθων οὔπω τόδε σοι τέλος, ἀλλὰ καὶ ἄρσην

    ἔστρωται τέκνων ἑσμὸς ἀποφθιμένων.

    ὦ βαρὺ δακρύσασα γενέθλιον, ἄπνοος αὐτὰ

    πέτρος ἔσῃ, Νιόβα, κάδεϊ τειρομένα.

    1. Meleager

    εἰς τὸ αὐτό Τανταλὶ παῖ, Νιόβα, κλύʼ ἐμὰν φάτιν, ἄγγελον ἄτας·

    δέξαι σῶν ἀχέων οἰκτροτάταν λαλιάν.

    λῦε κόμας ἀνάδεσμον, ἰώ, βαρυπενθέσι Φοίβου

    γειναμένα τόξοις ἀρσενόπαιδα γόνον

    οὔ σοι παῖδες ἔτʼ εἰσίν. ἀτὰρ τί τόδʼ ἄλλο; τί λεύσσω;

    αἶ, αἶ, πλημμυρεῖ παρθενικαῖσι φόνος.

    ἁ μὲν γὰρ ματρὸς περὶ γούνασιν, ἁ δʼ ἐνὶ κόλποις

    κέκλιται, ἁ δʼ ἐπὶ γᾶς, ἁ δʼ ἐπιμαστίδιος·

    ἄλλα δʼ ἀντωπὸν θαμβεῖ βέλος· ἁ δʼ ἐπʼ ὀιστοῖς

    πτώσσει· τᾶς δʼ ἔμπνουν ὄμμʼ ἔτι φῶς ὁράᾳ.

    ἁ δὲ λάλον στέρξασα πάλαι στόμα, νῦν ὑπὸ θάμβευς

    μάτηρ σαρκοπαγὴς οἷα πέπηγε λίθος.

    1. Anonymi Epigrammatici

    εἰς εἰκόνα Μηδείας τὴν ἐν Ῥώμῃ τέχνη Τιμομάχου στοργὴν

    καὶ ζῆλον ἔμιξε

    Μηδείης, τέκνων εἰς μόρον ἑλκομένων.

    τῇ μὲν γὰρ συνένευσεν ἐπὶ

    ξίφος, ᾗ δʼ ἀνανεύει,

    σῴζειν καὶ κτείνειν

    βουλομένη τέκεα.

    1. Antiphilus

    εἰς τὸ αὐτό τὰν ὀλοὰν Μήδειαν ὅτʼ ἔγραφε Τιμομάχου χείρ,

    ζάλῳ καὶ τέκνοις ἀντιμεθελκομέναν,

    μυρίον ἄρατο μόχθον, ἵνʼ ἤθεα δισσὰ χαράξῃ,

    ὧν τὸ μὲν εἰς ὀργὰν νεῦε, τὸ δʼ εἰς ἔλεον.

    ἄμφω δʼ ἐπλήρωσεν· ὅρα τύπον ἐν γάρ ἀπειλᾷ

    δάκρυον, ἐν δʼ ἐλέῳ θυμὸς ἀναστρέφεται.

    ἀρκεῖ δʼ ἁ μέλλησις, ἔφα σοφός· αἷμα δὲ τέκνων

    ἔπρεπε Μηδείῃ, κοὐ χερὶ Τιμομάχου.

    1. Philippus

    εἰς τὸ αὐτό τίς σοῦ, Κολχὶς ἄθεσμε, συνέγραφεν εἰκόνι θυμόν;

    τίς καὶ ἐν εἰδώλῳ βάρβαρον εἰργάσατο;

    ἆρʼ αἰεὶ διψᾷς βρεφέων φόνον; ἦ τις Ἰήσων

    δεύτερος, ἢ Γλαύκη τις πάλι σοι πρόφασις;

    ἔρρε, καὶ ἐν κηρῷ παιδοκτόνε. σῶν γὰρ ἀμέτρων

    ζήλων † εἰς ἃ θέλεις καὶ γραφὶς αἰσθάνεται.

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό δεῦρʼ ἴδε παιδολέτειραν ἐν εἰκόνι, δεῦρʼ ἴδʼ ἄγαλμα,

    Κολχίδα, Τιμομάχου χειρὶ τυπωσαμένου·

    φάσγανον ἐν παλάμᾳ, θυμὸς μέγας, ἄγριον ὄμμα,

    παισὶν ἐπʼ οἰκτίστοις δάκρυ κατερχόμενον·

    πάντα δʼ ὁμοῦ συνέχευεν, ἀμικτότατʼ εἰς ἓν ἀγείρας,

    αἵματι μὴ χρῶσαι φεισάμενος παλάμαν.

    1. Julianus

    εἰς τὸ αὐτό Τιμόμαχος Μήδειαν ὅτʼ ἔγραφεν, εἰκόνι μορφᾶς

    ἀψύχου ˘ ψυχὰς θήκατο διχθαδίας·

    ζᾶλον γὰρ λεχέων, τεκέων θʼ ἅμα φίλτρα συνάψας,

    δεῖξεν ἐν ὀφθαλμοῖς ἀντιμεθελκομέναν.

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό δεῦρʼ ἴδε, καὶ θάμβησον ὑπʼ ὀφρύσι κείμενον οἶκτον

    καὶ θυμόν, βλεφάρων καὶ πυρόεσσαν ἴτυν,

    καὶ μητρὸς παλάμην ἀλόχοιό τε πικρὰ παθούσης

    ὁρμῇ φειδομένῃ πρὸς φόνον ἑλκομένην.

    ζωγράφος εὖ δʼ ἔκρυψε φόνου τέλος, οὐκ ἐθελήσας

    θάμβος ἀπαμβλῦναι πένθεϊ δερκομένων.

    1. Philippus

    εἰς τὸ αὐτό Κολχίδα, τὴν ἐπὶ παισὶν ἀλάστορα, τραυλὲ χελιδών,

    πῶς ἔτλης τεκέων μαῖαν ἔχειν ἰδίων;

    ἧς ἔτι κανθὸς ὕφαιμος ἀπαστράπτει φόνιον πῦρ,

    καὶ πολιὸς γενύων ἀφρὸς ἄπο σταλάει·

    ἀρτιβρεχὴς δὲ σίδηρος ἐφʼ αἵματι. φεῦγε πανώλη

    μητέρα, κἀν κηρῷ τεκνοφονοῦσαν ἔτι.

    1. Anonymi Epigrammatici

    εἰς ἄγαλμα τῆς αὐτῆς μαίνῃ καὶ λίθος οὖσα, καὶ ἐκ κραδίης σέο θυμὸς

    ὄμματα κοιλήνας ἐς χόλον ηὐτρέπισεν.

    ἔμπης οὐδὲ βάσις σε καθέξεται, ἀλλʼ ἄρα θυμῷ

    πηδήσεις, τεκέων εἵνεκα μαινομένη.

    ὤ, τίς ὁ τεχνίτης τόδε γʼ ἔπλασεν, ἢ τίς ὁ γλύπτης,

    ὃς λίθον εἰς μανίην ἤγαγεν εὐτεχνίῃ

    1. Antipater

    εἰς τὴν αὐτήν Μηδείης τύπος οὗτος· ἴδʼ ὡς τὸ μὲν εἰς χόλον αἴρει

    ὄμμα, τὸ δʼ εἰς παίδων ἔκλασε συμπαθίην.

    1. Arabius

    εἰς Ἀταλάντην καὶ Ἱππομένην ἕδνα γάμων ἔρριπτες, ἢ ἀμβολίην ταχυτῆτος,

    τοῦτο γέρας κούρῃ χρύσεον, Ἱππόμενες;

    ἄμφω μῆλον ἄνυσσεν, ἐπεὶ καὶ παρθένον ὁρμῆς

    εἶργεν, καὶ ζυγίης σύμβολον ἦν Παφίης.

    1. Anonymi Epigrammatici

    εἰς ἄγαλμα Ἀριάδνης οὐ βροτὸς ὁ γλύπτας· οἵαν

    δέ σε Βάκχος ἐραστὰς

    εἶδεν ὑπὲρ πέτρας ἔξεσε κεκλιμέναν.

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό ξεῖνοι, λαϊνέας μὴ ψαύετε τᾶς Ἀριάδνας,

    μὴ καὶ ἀναθρώσκῃ Θησέα διζομένη.

    1. Antiphilus

    εἰς Ἀνδρομέδαν Αἰθιόπων ἁ βῶλος· ὁ δὲ πτερόεις τὰ πέδιλα,

    Περσεύς· ἁ δὲ λίθῳ πρόσδετος Ἀνδρομέδα·

    ἁ προτομὰ Γοργοῦς λιθοδερκέος· ἆθλον ἔρωτος,

    κῆτος· Κασσιόπας ἁ λάλος εὐτεκνία·

    χἁ μὲν ἀπὸ σκοπέλοιο χαλᾷ πόδας ἠθάδι νάρκᾳ

    νωθρούς· χὡ μναστὴρ νυμφοκομεῖ τὸ γέρας

    1. Arabius

    εἰς τὴν αὐτήν Κηφεὺς Ἀνδρομέδην, ἢ ζωγράφος ἄνθετο πέτραις;

    καὶ γάρ ἀπʼ ὀφθαλμῶν ἡ κρίσις ἀμφίβολος.

    κῆτος δὲ σπιλάδεσσιν ἔπι γναμπτῇσι χαράχθη,

    ἢ ἀπὸ Νηρῆος γείτονος ἐξανέδυ;

    ἔγνων ταῦτα σοφός τις ἀνὴρ κάμε· δεινὸς ἀληθῶς

    τεύξατο καὶ τεύξατο καὶ πραπίδων ἀπάτην.

    1. Arabius

    εἰς εἰκόνα Ἑλένης Ἀργείης Ἑλένης ἐρόεις τύπος, ἥν ποτε βούτης

    ἥρπασε, τὸν Ξένιον Ζῆνα παρωσάμενος.

    1. Pollianus

    ἅδε Πολυκλείτοιο Πολυξένα, οὐδέ τις ἄλλα

    χεὶρ ἔθιγεν τούτου δαιμονίου πίνακος.

    Ἥρας ἔργον ἀδελφόν. ἴδʼ ὡς, πέπλοιο ῥαγέντος,

    τὰν αἰδῶ γυμνὰν σώφρονι κρύπτε πέπλῳ

    λίσσεται ἁ τλάμων ψυχᾶς ὕπερ· ἐν βλεφάροις δὲ

    παρθενικᾶς ὁ Φρυγῶν κεῖται ὅλος πόλεμος.

    1. Anonymi Epigrammatici

    εἰς εἰκόνα Διδοῦς ἀρχέτυπον Διδοῦς ἐρικυδέος, ὦ ξένε, λεύσσεις,

    εἰκόνα θεσπεσίῳ κάλλεϊ λαμπομένην.

    τοίη καὶ γενόμην, ἀλλʼ οὐ νόον, οἷον ἀκούεις,

    ἔσχον, ἐπʼ εὐφήμοις δόξαν ἐνεγκαμένη.

    οὐδὲ γὰρ Αἰνείαν ποτʼ ἐσέδρακον, οὐδὲ χρόνοισι

    Τροίης περθομένης ἤλυθον ἐς Λιβύην·

    ἀλλὰ βίας φεύγουσα Ἰαρβαίων ὑμεναίων

    πῆξα κατὰ κραδίης φάσγανον ἀμφίτομον.

    Πιερίδες, τί μοι ἁγνὸν ἐφωπλίσσασθε Μάρωνα

    οἷα καθʼ ἡμετέρης ψεύσατο σωφροσύνης;

    1. Gauradas

    ἀχὼ φίλα, μοὶ συγκαταίνεσόν τι. — τί;

    ἐρῶ κορίσκας· ἁ δὲ μʼ οὐ φιλεῖ. — φιλεῖ.

    πρᾶξαι δʼ ὁ καιρὸς καιρὸς οὐ φέρει. — φέρει.

    τὺ τοίνυν αὐτᾷ λέξον ὡς ἐρῶ. — ἐρῶ.

    καὶ πίστιν αὐτᾷ κερμάτων τὺ δός. — τὺ δός.

    ἀχώ, τί λοιπόν, ἢ πόθου τυχεῖν; — τυχεῖν.

    1. Satyrus

    εἰς ἄγαλμα Ἠχοῦς Ποιμενίαν ἄγλωσσος ἀνʼ ὀργάδα μέλπεται Ἀχὼ

    ἀντίθρουν πτανοῖς ὑστερόφωνον ὄπα.

    1. Archias

    εἰς τὸ αὐτό ἠχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην,

    ἀντίτυπον φθογγὴν ἔμπαλιν ᾀδομένην,

    παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺ

    παίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιθι.

    1. Euodus

    εἰς τὸ αὐτό ἠχὼ μιμολόγον, φωνῆς τρύγα, ῥήματος οὐρήν.

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό Ἀρκαδικὰ θεός εἰμι, παρὰ προθύροις δὲ Λυαίου

    ναίω, φθεγγόμενον μῦθον ἀμειβομένα·

    οὐκέτι γὰρ στυγέω, Βακχεῦ φίλε, τὸν θιασώταν

    τὸν τεόν. ἔρχεο, Πὰν ξυνὰ λέγωμεν ἔπη.

    1. Julianus

    εἰς τὴν ὲν Ἀθήναις ἔνοπλον Ἀθηνᾶν τίπτε, Τριτογένεια, κορύσσεαι ἄστεϊ μέσσῳ;

    εἶξε Ποσειδάων· φείδεο Κεκροπίης.

    1. Diotimus

    ὡς πρέπει, Ἄρτεμίς εἰμʼ· εὖ δʼ Ἄρτεμιν αὐτὸς ὁ χαλκὸς

    μανύει Ζηνός, κοὐχ ἑτέρου θύγατρα.

    τεκμαίρου τὸ θράσος τᾶς παρθένου. ἦ ῥά κεν εἴποις·

    πᾶσα χθὼν ὀλίγον τᾷδε κυναγέσιον.

    1. Anonymi Epigrammatici

    εἰς ἄγαλμα Ἀφροδίτης τῆς ἐν Κνίδῳ τίς λίθον ἐψύχωσε; τίς ἐν χθονὶ

    Κύπριν ἐσεῖδεν;

    ἵμερον ἐν πέτρῃ τίς τόσον εἰργάσατο;

    Πραξιτέλους χειρῶν ὅδε που πόνος, ἢ

    τάχʼ Ὄλυμπος

    χηρεύει, Παφίης ἐς Κνίδον ἐρχομένης.

    1. Plato

    εἰς τὸ αὐτό ἡ Παφίη Κυθέρεια, διʼ οἴδματος ἐς Κνίδον ἦλθε,

    βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην

    πάντῃ δʼ ἀθρήσασα περισκέπτῳ ἐνὶ χώρῳ,

    φθέγξατο· ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;

    Πραξιτέλης οὐκ εἶδεν ἃ μὴ θέμις· ἀλλʼ ὁ σίδηρος

    ἔξεσεν οἷʼ ἂν Ἄρης ἤθελε τὴν Παφίην.

    1. Plato

    οὔτε σε Πραξιτέλης τεχνάσατο, οὔθʼ ὁ σίδαρος·

    ἀλλʼ οὕτως ἔστης, ὥς ποτε κρινομένη.

    1. Anonymi Epigrammatici

    ἁ Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδῳ εἶπεν ἰδοῦσα

    φεῦ, φεῦ· ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;

    1. Pseudo-Lucianus

    τὴν Παφίην γυμνὴν οὐδεὶς ἴδεν εἰ δέ τις εἶδεν,

    οὗτος ὁ τὴν γυμνὴν στησάμενος Παφίην.

    1. Pseudo-Lucianus

    σοὶ μορφῆς ἀνέθηκα τεῆς περικαλλὲς ἄγαλμα,

    Κύπρι, τεῆς μορφῆς φέρτερον οὐδὲν ἔχων.

    1. Euenus

    Παλλὰς καὶ Κρονίδαο συνευνέτις εἶπον, ἰδοῦσαι

    τὴν Κνιδίην ἀδίκως τὸν Φρύγα μεμφόμεθα.

    1. Euenus

    πρόσθε μὲν Ἰδαίοισιν ἐν οὔρεσιν αὐτὸς ὁ βούτας

    δέρξατο τὰν κάλλευς πρῶτʼ ἀπενεγκαμέναν

    Πραξιτέλης Κνιδίοις δὲ πανωπήεσσαν ἔθηκεν,

    μάρτυρα τῆς τέχνης ψῆφον ἔχων Πάριδος.

    1. Antipater

    φάσεις, τὰν μὲν Κύπριν ἀνὰ κραναὰν Κνίδον ἀθρῶν,

    ἅδε που ὡς φλέξει καὶ λίθος εὖσα λίθον

    τὸν δʼ ἐνὶ Θεσπιάδαις γλυκὺν Ἵμερον, οὐχ ὅτι πέτρον

    ἀλλʼ ὅτι κἠν ψυχρῷ πῦρ ἀδάμαντι βαλεῖ.

    τοίους Πραξιτέλης κάμε δαίμονας, ἄλλον ἐπʼ ἄλλας

    γᾶς, ἵνα μὴ δισσῷ πάντα θέροιτο πυρί.

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό γυμνὴν εἶδε Πάρις με, καὶ Ἀγχίσης, καὶ Ἄδωνις·

    τοὺς τρεῖς οἶδα μόνους· Πραξιτέλης δὲ πόθεν;

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό, καὶ τὴν ἐν Ἀθήναις Ἀθηνᾶν Ἀφρογενοῦς Παφίης ζάθεον περιδέρκεο κάλλος,

    καὶ λέξεις· αἰνῶ τὸν Φρύγα τῆς κρίσεως.

    Ἀτθίδα δερκόμενος πάλι Παλλάδα, τοῦτο βοήσεις,

    ὡς βούτης ὁ Πάρις τήνδε παρετρόχασεν.

    1. Hermodorus

    εἰς τὸ αὐτό τὰν Κνιδίαν Κυθέρειαν ἰδών, ξένε, τοῦτό κεν εἴποις·

    αὐτὰ καὶ θνατῶν ἄρχε καὶ ἀθανάτων.

    τὰν δʼ ἐνὶ Κεκροπίδαις δορυθαρσέα Παλλάδα λεύσσων,

    αὐδάσεις· ὄντως βουκόλος ἦν ὁ Πάρις.

    1. Leonidas

    εἰς Ἀφροδίτην ὡπλισμένην Ἄρεος ἔντεα ταῦτα τίνος χάριν, ὦ Κυθέρεια,

    ἐνδέδυσαι, κενεὸν τοῦτο φέρουσα βάρος;

    αὐτὸν Ἄρη γυμνὴ γὰρ ἀφώπλισας· εἰ δὲ λέλειπται

    καὶ θεός, ἀνθρώποις ὅπλα μάτην ἐπάγεις.

    1. Alexander

    αὐτά που τὰν Κύπριν ἀπηκριβώσατο Παλλάς,

    τᾶς ἐπʼ Ἀλεξάνδρου λαθομένα κρίσιος.

    1. Julianus

    εἰς τὴν ἐν Σπάρτᾐ ἔνοπλον Ἀφροδίτην αἰεὶ μὲν Κυθέρεια φέρειν δεδάηκε φαρέτρην,

    τόξα τε καὶ δολιχῆς ἔργον ἑκηβολίης·

    αἰδομένη δʼ ἄρα θεσμὰ μενεπτολέμοιο Λυκούργου

    φίλτρα φέρει Σπάρτῃ τεύχεσιν ἀγχεμάχοις.

    ὑμεῖς δʼ ἐν θαλάμοισι, Λακωνίδες, ὅπλα Κυθήρης

    ἁζόμεναι, παῖδας τίκτετε θαρσαλέους.

    1. Anonymi Epigrammatici

    εἰς τὴν αὐτήν Παλλὰς τὰν Κυθέρειαν ἔνοπλον

    ἔειπεν ἰδοῦσα·

    Κύπρι, θέλεις οὕτως ἐς κρίσιν ἐρχόμεθα;

    ἡ δʼ ἁπαλὸν γελάσασα· “τί μοι

    σάκος ἀντίον αἴρειν;”

    1. Anonymi Epigrammatici

    ἢ λίθος ὡς Παφίη θωρήξατο, ἢ τάχα μᾶλλον

    εἶδε λίθον Παφίη, καὶ ὤμοσεν ἤθελον εἶναι.

    1. Antipater

    καὶ Κύπρις Σπάρτας· οὐκ ἄστεσιν οἷὰ τʼ ἐν ἄλλοις

    ἵδρυται, μαλακὰς ἑσσαμένα στολίδας·

    ἀλλὰ κατὰ κρατὸς μὲν ἔχει κόρυν ἀντὶ καλύπτρας,

    ἀντὶ δὲ χρυσείων ἀκρεμόνων κάμακα.

    οὐ γὰρ χρὴ τευχέων εἶναι δίχα τὰν παράκοιτιν

    Θρᾳκὸς Ἐνυαλίου καὶ Λακεδαιμονίαν.

    1. Philippus

    Κύπρι φιλομμειδής, θαλαμηπόλε, τίς σε μελιχρὴν

    δαίμονα τοῖς πολέμων ἐστεφάνωσεν ὅπλοις;

    σοὶ παιὰν φίλος ἦν καὶ ὁ χρυσοκόμης Ὑμέναιος,

    καὶ λιγυρῶν αὐλῶν ἡδυμελεῖς χάριτες.

    ἐς τί δὲ ταῦτʼ ἐνέδυς ἀνδροκτόνα; μὴ θρασὺν Ἄρη

    συλήσασ’ αὐχεῖς, Κύπρις ὅσον δύναται;

    1. Antipater

    εἰς τὴν αὐτὴν ἀνερχομένην ἀπὸ θαλάττης τὰν ἀναδυομέναν ἀπὸ ματέρος ἄρτι θαλάσσας

    Κύπριν, Ἀπελλείου μόχθον ὅρα γραφίδος,

    ὡς χερὶ συμμάρψασα διάβροχον ὕδατι χαίταν

    ἐκθλίβει νοτερῶν ἀφρὸν ἀπὸ πλοκάμων.

    1. Archias

    εἰς τὸ αὐτό αὐτὰν ἐκ πόντοιο τιθηνητῆρος Ἀπελλῆς

    τὰν Κύπριν γυμνὰν εἶδε λοχευομέναν,

    καὶ τοίαν ἐτύπωσε, διάβροχον ὕδατος ἀφρῷ

    θλίβουσαν θαλεραῖς χερσὶν ἔτι πλόκαμον.

    1. Democritus

    εἰς τὸ αὐτό Κύπρις ὅτε σταλάουσα κόμας ἁλιμυρέος ἀφροῦ

    γυμνὴ πορφυρέου κύματος ἐξανέδυ,

    οὕτω που κατὰ λευκὰ παρήια χερσὶν ἑλοῦσα

    βόστρυχον, Αἰγαίην ἐξεπίεζεν ἅλα,

    στέρνα μόνον φαίνουσα, τὰ καὶ θέμις· εἰ δὲ τοιήδε

    κείνη, συγχείσθω θυμὸς Ἐνυαλίου.

    1. Julianus

    εἰς τὸ αὐτό ἄρτι θαλασσαίης Παφίη προὔκυψε λοχείης,

    μαῖαν Ἀπελλείην εὑραμένη παλάμην

    ἀλλὰ τάχος γραφίδων ἀποχάζεο, μή σε διήνῃ

    ἀφρὸς ἀποστάζων θλιβομένων πλοκάμων.

    εἰ τοίη ποτὲ Κύπρις ἐγυμνώθη διὰ μῆλον,

    τὴν Τροίην ἀδίκως Παλλὰς ἐληίσατο.

    1. Leonidas

    εἰς τὸ αὐτό τὰν ἐκφυγοῦσαν ματρὸς ἐκ κόλπων, ἔτι

    ἀφρῷ τε μορμύρουσαν, εὐλεχῆ Κύπριν

    ἰδὼν Ἀπελλῆς, κάλλος ἱμερώτατον,

    οὐ γραπτόν, ἀλλʼ ἔμψυχον ἐξεμάξατο.

    εὖ μὲν γὰρ ἄκραις χερσὶν ἐκθλίβει κόμαν,

    εὖ δʼ ὀμμάτων γαληνὸς ἐκλάμπει πόθος,

    καὶ μαζός, ἀκμῆς ἄγγελος, κυδωνιᾷ·

    αὐτὰ δʼ Ἀθάνα καὶ Διὸς συνευνέτις

    φάσουσιν ὦ Ζεῦ, λειπόμεσθα τῇ κρίσει.

    1. Anonymi Epigrammatici

    εἰς ἄγαλμα Διονύσου πλησίον Ἀθηνᾶς ἑστός

    α. εἰπέ, τί σοὶ ξυνὸν καὶ Παλλάδι; τῇ γὰρ ἄκοντες

    καὶ πόλεμοι, πέρι σοὶ δʼ εὔαδον εἰλαπίναι.

    β. μὴ προπετῶς, ὦ ξεῖνε, θεῶν πέρι τοῖα μετάλλα·

    ἴσθι δʼ ὅσοις ἴκελος δαίμονι τῇδε πέλω.

    καὶ γὰρ ἐμοὶ πολέμων φίλιον κλέος· οἶδεν ἅπας μοι

    ἠῴου δμηθεὶς Ἰνδὸς ἀπʼ Ὠκεανοῦ,

    καὶ μερόπων δὲ φυὴν ἐγερήραμεν, ἡ μὲν ἐλαίῃ,

    αὐτὰρ ἐγὼ γλυκεροῖς βότρυσιν ἡμερίδος.

    καὶ μὴν οὐδʼ ἐπʼ ἐμοὶ μήτηρ ὠδῖνας ὑπέτλη·

    λῦσα δʼ ἐγὼ μηρὸν πάτριον, ἡ δὲ κάρη.

    1. Antipater

    εἰς ἕτερον ἄγαλμα τοῦ αὐτοῦ Αὐσονίῳ Πείσωνι συνασπιστὴς Διόνυσος

    ἵδρυμαι μεγάρων φρουρὸς ἐπʼ εὐτυχίῃ.

    ἄξιον, “ὦ Διόνυσ’, ἐσέβης δόμον. ἔπρεπεν ἄμφω,

    καὶ μέγαρον Βάκχῳ, καὶ Βρόμιος μεγάρῳ.”

    1. Anonymi Epigrammatici

    εἰς ἄγαλμα Διονύσου καὶ Ἡρακλέους ἀμφότεροι Θήβηθε, καὶ ἀμφότεροι πολεμισταί,

    κἠκ Ζηνός· θύρσῳ δεινός, ὁ δὲ ῥοπάλῳ.

    ἀμφοῖν δὲ στῆλαι συντέρμονες· εἴκελα δʼ ὅπλα,

    νεβρὶς λειοντῇ, κύμβαλα δὲ πλαταγῇ.

    Ἥρη δʼ ἀμφοτέροις χαλεπὴ θεός. οἱ δʼ ἀπὸ γαίης

    ἦλθον ἐς ἀθανάτους ἐκ πυρὸς ἀμφότεροι.

    1. Xenocritus

    εἰς ἄγαλμα Ἑρμοῦ Ἑρμῆς ὠκὺς ἐγὼ κικλήσκομαι· ἀλλὰ παλαίστρᾐ

    μὴ κολοβὸν χειρῶν ἵστατε, μηδʼ ἄποδα·

    ἢ πῶς ὠκὺς ἐγώ; πῶς δʼ ὄρθια χειρονομήσω,

    ἐς βάσιν ἀμφοτέρων ὀρφανὸς ἱστάμενος;

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό Ἑρμείῃ ξυλίνῳ τις ἐπηύχετο, καὶ ξύλον ἦεν.

    εἶτά μιν ἀείρας χαμάδις βάλε· τοῦ δʼ ἄπο χρυσὸς

    ἔρρευσεν καταγέντος. ὕβρις πόρε πολλάκι κέρδος.

    1. Nicias

    εἰνοσίφυλλον ὄρος Κυλλήνιον αἰπὺ λελογχώς,

    τῇδʼ ἕστηκʼ ἐρατοῦ γυμνασίου μεδέων,

    Ἑρμῆς· ᾧ ἔπι παῖδες ἀμάρακον ἠδʼ ὑάκινθον

    πολλάκι, καὶ θαλεροὺς θῆκαν ἴων στεφάνους.

    1. Anonymi Epigrammatici

    φρουρὸς ἐπὶ σμήνεσσι, Περιστράτου εἵνεκα, μίμνω

    ἐνθάδε, Μαιναλίαν κλιτὺν ἀποπρολιπών,

    κλῶπα μελισσάων δεδοκημένος. ἀλλʼ ἀλέασθε

    χεῖρα, καὶ ἀγροτέρου κοῦφον ὄρεγμα ποδός.

    1. Leonidas

    τᾶν αἰγῶν ὁ νομεὺς Μόριχος τὸν ἐπίσκοπον Ἑρμᾶν

    ἔστασ’ αἰπολίων εὐδόκιμον φύλακα.

    ἀλλά μοι αἳ τʼ ἀνʼ ὄρη χλωρᾶς κεκορεσμέναι ὕλας,

    τοῦ γʼ ἁρπακτῆρος μή τι μέλεσθε λύκου.

    1. Nicaenetus

    αὐτόθεν ὀστράκινόν με καὶ ἐν ποσὶ γήινον Ἑρμῆν

    ἔπλασεν ἁψῖδος κύκλος ἑλισσόμενος.

    πηλὸς ἐφυράθην· οὐ ψεύσομαι. ἀλλʼ ἐφίλησα,

    ὦ ξεῖνʼ, ὀστρακέων δύσμορον ἐργασίην.

    1. Anonymi Epigrammatici

    ὦ λῷστε, μὴ νόμιζε τῶν πολλῶν ἕνα

    Ἑρμᾶν θεωρεῖν· εἰμὶ γὰρ τέχνα Σκόπα.

    1. Philippus

    α. κράμβης ἅψωμαι, Κυλλήνιε; β. μή, παροδῖτα.

    α. τίς φθόνος ἐκ λαχάνων; β. οὐ φθόνος, ἀλλὰ νόμος,

    ἀλλοτρίων ἀπέχειν κλοπίμους χέρας. α. ὢ παραδόξου·

    μὴ κλέπτειν Ἑρμῆς καινὸν ἔθηκε νόμον.

    1. Palladas

    εἰς ἄγαλμα Ἔρωτος χάλκειόν τις Ἔρωτα μετήγαγεν ἐκ πυρὸς εἰς πῦρ,

    τήγανον ἁρμόζων τῇ κολάσει κόλασιν.

    1. Satyrus

    εἰς ἄγαλμα τοῦ αὐτοῦ δεδεμένου τὸν πτερόεντα τίς ὧδε, τίς ἐν δεσμοῖσι θοὸν πῦρ

    ὤχμασεν; αἰθομένης ἥψατο τίς φαρέτρης,

    καὶ τὰς ὠκυβόλους περιηγέας ἐσφήκωσε

    χεῖρας, ὑπὸ στιβαρῷ κίονι δησάμενος;

    ψυχρὰ τάδʼ ἀνθρώποις παραμύθια. μὴ ποτʼ ἐκείνου

    οὗτος ὁ δεσμώτης αὐτὸς ἔδησε φρένα ;

    1. Alcaeus

    εἰς τὸ αὐτό τίς σε τὸν οὐχ ὁσίως ἠγρευμένον ὧδε πεδήσας

    θήκατο; τίς πλέγδην σὰς ἐνέδησε χέρας,

    καὶ πιναρὰν ὄψιν τεκτήνατο; ποῦ θοὰ τόξα,

    νήπιε; ποῦ πικρὴ πυρφόρος ἰοδόκη ;

    ἦ ῥα μάτην ἐπόνησε λιθοξόος, ὅς σε, τὸν οἴστρῳ

    κυμήναντα θεούς, τῇδʼ ἐνέδησε πάγῃ.

    1. Antipater

    εἰς τὸ αὐτό τίς δὴ σὰς παλάμας πρὸς κίονα δῆσεν ἀφύκτοις

    ἅμμασι; τίς πυρὶ πῦρ, καὶ δόλον

    εἷλε δόλῳ ;

    νήπιε, μὴ δὴ δάκρυ κατὰ γλυκεροῖο προσώπου

    βάλλε· σὺ γὰρ τέρπῃ δάκρυσιν ἠιθέων.

    1. Quintus Maecius

    εἰς τὸ αὐτό κλαῖε δυσεκφύκτως σφιγχθεὶς χέρας, ἄκριτε δαῖμον,

    κλαῖε μάλα, στάζων ψυχοτακῆ δάκρυα,

    σωφροσύνας ὑβριστά, φρενοκλόπε, λῃστὰ λογισμοῦ,

    πτανὸν πῦρ, ψυχᾶς τραῦμʼ ἀόρατον, Ἔρως.

    θνατοῖς μὲν λύσις ἐστὶ γόων ὁ σός, ἄκριτε, δεσμός·

    ᾧ σφιγχθεὶς κωφοῖς πέμπε λιτὰς ἀνέμοις.

    ὃν δὲ βροτοῖς ἀφύλακτος ἐνέφλεγες ἐν φρεσὶ πυρσόν,

    ἄθρει νῦν ὑπὸ σῶν σβεννύμενον δακρύων.

    1. Crinagoras

    εἰς τὸ αὐτό καὶ κλαῖε καὶ στέναζε, συσφιγχθεὶς χεροῖν

    τένοντας, ὦ ʼπίβουλε· τοῖά τοι πρέπει.

    οὐκ ἔσθʼ ὁ λύσων μὴ λεείνʼ ὑπόβλεπε.

    αὐτὸς γὰρ ἄλλων ἐκ μὲν ὀμμάτων δάκρυ

    ἔθλιψας, ἐν δὲ πικρὰ καρδίᾳ βέλη

    πήξας ἀφύκτων ἰὸν ἔσταξας πόθων,

    ἔρως· τὰ θνητῶν δʼ ἐστί σοι γέλως ἄχη

    πέπονθας οἷʼ ἔρεξας. ἐσθλὸν ἡ δίκη.

    1. Moschus

    εἰς Ἔρωτα ἀροτριῶντα λαμπάδα θεὶς καὶ τόξα, βοηλάτιν εἵλετο ῥάβδον

    οὖλος Ἔρως, πήρην δʼ εἶχε κατωμαδίην

    καὶ ζεύξας ταλαεργὸν ὑπὸ ζυγὸν αὐχένα ταύρων

    ἔσπειρεν Δηοῦς αὔλακα πυροφόρον.

    εἶπε δʼ ἄνω βλέψας αὐτῷ Διί· “ πλῆσον ἀρούρας,

    μή σε τὸν Εὐρώπης βοῦν ὑπʼ ἄροτρα βάλω.”

    1. Marianus

    εἰς Ἔρωτα ἐστεφανωμένον ποῦ σοι τόξον ἐκεῖνο παλίντονον, οἳ τʼ ἀπὸ σεῖο

    πηγνύμενοι μεσάτην ἐς κραδίην δόνακες;

    ποῦ πτερά; ποῦ λαμπὰς πολυώδυνος; ἐς τί δὲ τρισσὰ

    στέμματα χερσὶν ἔχεις, κρατὶ δʼ ἐπʼ ἄλλο φέρεις; —

    “οὐκ ἀπὸ πανδήμου, ξένε, Κύπριδος, οὐδʼ ἀπὸ γαίης

    εἰμί, καὶ ὑλαίης ἔκγονος εὐφροσύνης·

    ἀλλʼ ἐγὼ ἐς καθαρὴν μερόπων φρένα πυρσὸν ἀνάπτω

    εὐμαθίης, ψυχὴν δʼ οὐρανὸν εἰσανάγω.

    ἐκ δʼ ἀρετῶν στεφάνους πισύρων πλέκω· ὧν ἀφʼ ἑκάστης

    τούσδε φέρων, πρώτῳ τῷ σοφίης στέφομαι.”

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό μή με τὸν ἐκ Λιβάνοιο λέγε, ξένε, τὸν φιλοκώμων

    τερπόμενον νυχίοις ἠιθέων ὀάροις·

    βαιὸς ἐγὼ Νύμφης ἄπο γείτονος ἀγροϊώτης,

    μοῦνον ἐποτρύνων ἔργα φυτοσκαφίης.

    ἔνθεν ἀπʼ εὐκάρπου με φίλης ἔστεψαν ἀλωῆς

    τέσσαρες Ὡράων ἐκ πισύρων στέφανοι.

    1. Julianus

    εἰς τὸν Πραξιτέλους Ἔρωτα κλίνας αὐχένα γαῦρον ὑφʼ ἡμετέροισι πεδίλοις,

    χερσί με ληϊδίαις ἔπλασε Πραξιτέλης.

    αὐτὸν γὰρ τὸν Ἔρωτα τὸν ἔνδοθι κευθόμενόν με

    χαλκεύσας, Φρύνᾐ δῶκε γέρας φιλίης·

    ἡ δέ μιν αὖθις Ἔρωτι προσήγαγε· καὶ γὰρ ἐρῶντας

    δῶρον Ἔρωτι φέρειν αὐτὸν Ἔρωτα θέμις.

    1. Simonides

    εἰς τὸ αὐτό Πραξιτέλης ὃν ἔπασχε διηκρίβωσεν Ἔρωτα

    ἐξ ἰδίης ἕλκων ἀρχέτυπον κραδίης,

    Φρύνῃ μισθὸν ἐμεῖο διδοὺς ἐμέ. φίλτρα δὲ τίκτω

    οὐκέτι τοξεύων, ἀλλʼ ἀτενιζόμενος.

    1. Tullius Geminus

    εἰς τὸ αὐτό ἀντί μʼ ἔρωτος Ἔρωτα βροτῷ θεὸν ὤπασε Φρύνῃ

    Πραξιτέλης, μισθὸν καὶ θεὸν εὑρόμενος.

    ἡ δʼ οὐκ ἠρνήθη τὸν τέκτονα· δεῖσε γάρ οἱ φρήν,

    μὴ θεὸς ἀντὶ τέχνης σύμμαχα τόξα λάβῃ.

    ταρβεῖ δʼ οὐκέτι που τὸν Κύπριδος, ἀλλὰ τὸν ἐκ σοῦ,

    Πραξίτελες, τέχνην μητέρʼ ἐπισταμένη.

    1. Leonidas

    εἰς τὸ αὐτό Θεσπιέες τὸν Ἔρωτα μόνον θεὸν ἐκ Κυθερείης

    ἅζοντʼ, οὐχ ἑτέρου γραπτὸν ἀπʼ ἀρχετύπου,

    ἀλλʼ ὃν Πραξιτέλης ἔγνω θεόν· ὃν περὶ Φρύνῃ

    δερκόμενος, σφετέρων λύτρον ἔδωκε πόθων

    1. Palladas

    γυμνὸς Ἔρως· διὰ τοῦτο γελᾷ καὶ μείλιχός ἐστιν

    οὐ γὰρ ἔχει τόξον καὶ πυρόεντα βέλη·

    οὐδὲ μάτην παλάμαις κατέχει δελφῖνα καὶ ἄνθος·

    τῇ μὲν γὰρ γαῖαν, τῇ δὲ θάλασσαν ἔχει.

    1. Gabrielius

    εἰς Ἔρωτα καθεύδοντα ἐν πιπεροπάστῃ οὐδὲ κατακνώσσων, οὐδʼ ἄπνοος, οὐδʼ ἐνὶ δαιτὶ

    νόσφι πυρισπάρτου δήγματός ἐστιν Ἔρως.

    1. Anonymi Epigrammatici

    οὗτος ὁ τὸν δαλὸν φυσῶν, ἵνα λύχνον ἀνάψῃς,

    δεῦρʼ ἀπʼ ἐμᾶς ψυχᾶς ἅψον· ὅλος φλέγομαι.

    1. Plato

    ἄλσος δʼ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον

    πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.

    οὐδʼ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα·

    ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπʼ εὐπετάλοισι κρέμαντο,

    αὐτὸς δʼ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳ

    εὗδεν μειδιόων· ξουθαὶ δʼ ἐφύπερθε μέλισσαι

    κηροχύτου μέλιτος ˘ λαροῖς ἐπὶ χείλεσι ῥαῖνον

    1. Statyllius Flaccus

    εἰς Ἔρωτα κοιμώμενον εὕδεις, ἀγρύπνους ἐπάγων θνητοῖσι μερίμνας·

    εὕδεις, ἀτηρῆς ἆ τέκος Ἀφρογενοῦς,

    οὐ πεύκην πυρόεσσαν ἐπηρμένος, οὐδʼ ἀφύλακτον

    ἐκ κέραος ψάλλων ἀντιτόνοιο βέλος.

    ἄλλοι θαρσείτωσαν· ἐγὼ δʼ, ἀγέρωχε, δέδοικα,

    μή μοι καὶ κνώσσων πικρὸν ὄνειρον ἴδῃς.

    1. Alpheus

    εἰς τὸ αὐτό ἁρπάσομαι πυρόεσσαν, Ἔρως, χερὸς ἐκ σέο πεύκην,

    συλήσω δʼ ὤμων ἀμφικρεμῆ φαρέτρην,

    εἲ γʼ ἐτύμως εὕδεις, πυρὸς ἔγγονε, καὶ σέο φῶτες

    πρὸς βαιὸν τόξων εὐνομίην ἄγομεν.

    ἀλλὰ καὶ ὥς σε δέδοικα, δολοπλόκε, μή τινα κεύθῃς

    εἰς ἐμέ, κἠν ὕπνῳ πικρὸν ὄνειρον ἴδῃς.

    1. Straton

    εἰ καί σοι πτέρυγες ταχιναὶ περὶ νῶτα τέτανται,

    καὶ σκυθικαὶ τόξων ἀκροβολεῖς ἀκίδες,

    φεύξομʼ, Ἔρως, ὑπὸ γᾶν σε. τί δὲ πλέον; οὐδὲ

    γὰρ αὐτὸς

    σὰν ἔφυγε ῥώμαν πανδαμάτωρ Ἀίδας.

    1. Secundus

    εἰς ἀγάλματα Ἐρώτων σκυλοχαρεῖς ἴδʼ Ἔρωτας, ἴδʼ ὡς βριαροῖσιν ἐπʼ ὤμοις

    ὅπλα φέρουσι θεῶν νήπιʼ ἀγαλλόμενοι,

    τύμπανα καὶ θύρσον Βρομίου, Ζηνὸς δὲ κεραυνόν,

    ἀσπίδʼ Ἐνυαλίου καὶ κόρυν ἠΰκομον,

    Φοίβου δʼ εὔτοξον φαρέτρην, Ἁλίου δὲ τρίαιναν,

    καὶ σθεναρῶν χειρῶν Ἡρακλέους ῥόπαλον.

    τί πλέον ἀνθρώποισιν, Ἔρως ὅτε καὶ πόλον εἷλε,

    τεύχεα δʼ ἀθανάτων Κύπρις ἐληίσατο;

    1. Philippus

    συλήσαντες Ὄλυμπον ἴδʼ ὡς ὅπλοισιν Ἔρωτες

    κοσμοῦντʼ ἀθανάτων, σκῦλα φρυασσόμενοι.

    Φοίβου τόξα φέρουσι, Διὸς δὲ κεραυνόν,Ἄρηος

    ὅπλον καὶ κυνέην, Ἡρακλέους ῥόπαλον,

    ῥόπαλον τε θεοῦ τριβελὲς δόρυ, θύρσα τε Βάκχου,

    πτηνὰ πέδιλʼ Ἑρμοῦ, λαμπάδας Ἀρτέμιδος.

    οὐκ ἄχθος θνητοῖς εἴκειν βελέεσσιν ἐρώτων,

    δαίμονες οἷς ὅπλων κόσμον ἔδωκαν ἔχειν.

    1. Parmenion

    εἰς ἄγαλμα Ἥρας ὡργεῖος Πολύκλειτος, ὁ καὶ

    μόνος ὄμμασιν Ἥρην

    ἀθρήσας καὶ ὅσην εἶδε τυπωσάμενος,

    θνητοῖς κάλλος ἔδειξεν, ὅσον

    θέμις· αἱ δʼ ὑπὸ κόλποις

    ἄγνωστοι μορφαὶ Ζηνὶ φυλασσόμεθα.

    1. Anonymi Epigrammatici

    εἰς ἄγαλμα Καλλιόπης Καλλιόπη μὲν ἐγώ· Κύρῳ δʼ ἐμὸν ὤπασα μαζόν,

    ὃς τρέφε θεῖον Ὅμηρον, ὅθεν πίε νήδυμος Ὀρφεύς.

    1. Joannes Barbucallus

    ἤθελε Μελπομένην ὁ ζωγράφος εἰκόνι γράψαι,

    ἀλλʼ ἀπολειπομένης, ἔγραφε Καλλιόπην.

    1. Joannes Barbucallus

    σεῖο μὲν εἰκὼν ἥδε Πολύμνια, καὶ σὺ δέ, Μούσης.

    ἓν γὰρ ἐπʼ ἀμφοτέραις οὔνομα καὶ τύπος εἷς.

    1. Antipater

    εἷς εἰκόνας Μουσῶν Τρίζυγες αἱ Μοῦσαι τᾷδʼ ἕσταμεν· ἁ μία λωτούς,

    ἁ δὲ φέρει παλάμαις βάρβιτον, ἁ δὲ χέλυν.

    ἁ μὲν Ἀριστοκλῆος ἔχει χέλυν, ἁ δʼ Ἀγελάδα

    βάρβιτον, ἁ Καναχᾶ δʼ ὑμνοπόλους δόνακας.

    ἀλλʼ ἁ μὲν κράντειρα, τόνου πέλει, ἁ δὲ μελῳδὸς

    χρώματος, ἁ δὲ σοφᾶς εὑρέτις ἁρμονίας.

    1. Theaetetus

    εἰς τὴν Ἀθηναίων Νέμεσιν Χιονέην με λίθον παλιναυξέος ἐκ περιωπῆς

    λαοτύπος τμήξας πετροτόμοις ἀκίσι

    Μῆδος ἐποντοπόρευσεν, ὅπως ἀνδρείκελα τεύξῃ,

    τῆς κατʼ Ἀθηναίων σύμβολα καμμονίης.

    ὡς δὲ δαϊζομένοις Μαραθὼν ἀντέκτυπε Πέρσαις

    καὶ νέες ὑγροπόρουν χεύμασιν αἱμαλέοις,

    ἔξεσαν Ἀδρήστειαν ἀριστώδινες Ἀθῆναι,

    δαίμονʼ ὑπερφιάλοις ἀντίπαλον μερόπων.

    ἀντιταλαντεύω τὰς ἐλπίδας· εἰμὶ δὲ καὶ νῦν

    νίκη Ἐρεχθείδαις, Ἀσσυρίοις Νέμεσις.

    1. Parmenion

    εἰς τὸ αὐτό Μήδοις ἐλπισθεῖσα τροπαιοφόρος λίθος εἶναι,

    ἠλλάχθην μορφὴν καίριον εἰς Νέμεσιν,

    ἔνδικος ἱδρυνθεῖσα θεὰ Ῥαμνοῦντος ἐπʼ ὄχθαις

    νίκης καὶ σοφίης Ἀτθίδι μαρτύριον.

    1. Anonymi Epigrammatici

    εἰς στήλην Νεμέσεως ἡ Νέμεσις προλέγει τῷ πήχεϊ, τῷ τε χαλινῷ,

    μήτʼ ἄμετρόν τι ποιεῖν, μήτʼ ἀχάλινα λέγειν.

    1. Anonymi Epigrammatici

    εἰς τὸ αὐτό ἡ Νέμεσις πῆχυν κατέχω· τίνος οὕνεκα; λέξεις.

    πᾶσι παραγγέλλω· μηδὲν ὑπὲρ τὸ μέτρον.

    1. Arabius

    εἰς ἄγαλμα Πανός ἦν τάχα συρίζοντος ἐναργέα Πανὸς ἀκούειν

    πνεῦμα γὰρ ὁ πλάστης ἐγκατέμιξε τύπῳ·

    ἀλλʼ ὁρόων φεύγουσαν ἀμήχανος ἄστατον Ἠχὼ,

    πηκτίδος ἠρνήθη φθόγγον ἀνωφελέα.

    1. Alcaeus

    εἰς τὸ αὐτό ἔμπνει Πὰν λαροῖσιν ὀρειβάτα χείλεσι μοῦσαν,

    ἔμπνει, ποιμενίῳ τερπόμενος δόνακι,

    εὐκελάδῳ σύριγγι χέων μέλος, ἐκ δὲ συνῳδοῦ

    κλάζε κατιθύνων ῥήματος ἁρμονίην

    ἀμφὶ δὲ σοὶ ῥυθμοῖο κατὰ κρότον ἔνθεον ἴχνος

    ῥησσέσθω Νύμφαις ταῖσδε μεθυδριάσιν.

    1. Anonymi Epigrammatici

    τᾷδε κατὰ χλοεροῖο ῥιφεὶς λειμῶνος, ὁδῖτα,

    ἄμπαυσον μογεροῦ μαλθακὰ γυῖα κόπου,

    ᾗχί σε καὶ Ζεφύροιο τινασσομένη πίτυς αὔραις

    θέλξει, τεττίγων εἰσαΐοντα μέλος,

    χὠ ποιμὴν ἐν ὄρεσσι μεσαμβρινὸν ἀγχόθι παγᾶς

    συρίσδων, λασίας θάμνῳ ὕπο πλατάνου·

    καῦμα δʼ ὀπωρινοῖο φυγὼν κυνὸς αἶπος ἀμείψεις

    ὥριον Ἑρμείῃ τοῦτʼ ἐνέποντι πιθοῦ.

    1. Anyte

    ξεῖνʼ, ὑπὸ τὰν πτελέαν τετρυμένα γυῖʼ ἀνάπαυσον·

    ἁδύ τοι ἐν χλωροῖς πνεῦμα θροεῖ πετάλοις·

    πίδακὰ τʼ ἐκ παγᾶς ψυχρὸν πίε· δὴ γὰρ ὁδίταις

    ἄμπαυμʼ ἐν θερμῷ καύματι τοῦτο φίλον.

    1. Anonymi Epigrammatici

    εἰς ἄγαλμα Πανός ἐξ αὐτοῦ Διός ἐστιν ὁ φίλτατος

    ἔκχυτος οὗτος·

    μαρτυρίην δὲ φέρει τὴν ἐπάνω νεφέλην.

    Ἑρμείαν γὰρ ἄνακτα τέκεν

    νεφεληγερέτα Ζεύς·

    αὐτὰρ ὅγʼ Ἑρμείας Πᾶνα τὸν αἰγελάτην.

    1. Leonidas

    μὴ σὺ γʼ ἐπʼ οἰονόμοιο περίπλεον ἰλύος ὧδε

    τοῦτο χαραδραίης θερμόν, ὁδῖτα, πίῃς·

    ἀλλὰ μολὼν μάλα τυτθὸν ὑπὲρ δαμαλήβοτον ἄκραν

    ταύταν, πὰρ κείνᾳ ποιμενίᾳ πίτυϊ

    εὑρήσεις κελαρύζον ἐϋκρήνου διὰ πέτρης

    νᾶμα, Βορειαίης ψυχρότερον νιφάδος.

    1. Anyte

    α. τίπτε κατʼ οἰόβατον, Πὰν ἀγρότα, δάσκιον ὕλαν

    ἥμενος, ἁδυβόᾳ τῷδε κρέκεις δόνακι;

    β. ὄφρα μοι ἑρσήεντα κατʼ οὔρεα ταῦτα νέμοιντο

    πόρτιες ἠυκόμων δρεπτόμεναι σταχύων.

    1. Simonides

    τὸν τραγόπουν ἐμὲ Πᾶνα, τὸν Ἀρκάδα, τὸν κατὰ Μήδων,

    τὸν μετʼ Ἀθηναίων, στήσατο Μιλτιάδης.

    1. Theaetetus

    εἰς τὸν αὐτόν Ὑλοβάτας, φιλόδενδρος, ὀρεσσαύλου πόσις Ἀχοῦς,

    Πάν, σκοπός, εὐκεράου μαλοφύλαξ ἀγέλας,

    Πὰν ὁ δασυκνάμων, ὁ πολύσπορος, ὃς μετανάστας

    ἔδραμον αἰχματᾶν ἐς δάιν Ἀσσυρίων,

    Μιλτιάδου στήσαντος ὁμάσπιδα περσοδιώκτην,

    ἵσταμαι, ἀκλήτου ξείνια συμμαχίης.

    ἄλλοις ἀκροπόληες· ὁ μηδοφόνος δὲ δέδασται

    ξυνὸς ἐμὶν Μαραθὼν καὶ μαραθωνομάχοις.

    1. Philodemus

    Τρισσοὺς ἀθανάτους χωρεῖ λίθος· ἁ κεφαλὰ γὰρ

    μανύει τρανῶς Πᾶνα τὸν αἰγόκερων,

    στέρνα δὲ καὶ νηδὺς Ἡρακλέα, λοιπὰ δὲ μηρῶν

    καὶ κνήμης Ἑρμῆς ὁ πτερόπους ἔλαχεν.

    θύειν ἀρνήσῃ, ξένε, μηκέτι· τοῦ γὰρ ἑνός σοι

    θύματος οἱ τρισσοὶ δαίμονες ἀντόμεθα,

    1. Apollonides

    ἀγροτέρων θεός εἰμι· τί μοι χρυσέοις δεπάεσσι

    σπένδετε, τοῦ δʼ Ἰταλοῦ χεῖτε μέθυ Βρομίου,

    καὶ γυροὺς ταύρων πέτρῃ προσδεῖτε τένοντας;

    φείσασθʼ· οὐ τούτοις θύμασι τερπόμεθα.

    Πὰν ὁ παρωρείτης, αὐτόξυλος, ἀρνεοθοίνης

    εἰμί, καὶ ἐγχθονίου γλευκοπότης κύλικος.

    1. Peritas

    αὐτοῦ ἐφʼ αἱμασιαῖσι τὸν ἀγρυπνοῦντα Πρίηπον

    ἔστησεν λαχάνων Δεινομένης φύλακα.

    ἀλλʼ ὡς ἐντέταμαι, φώρ, ἔμβλεπε. τοῦτο δʼ, ἐρωτᾷς,

    τῶν ὀλίγων λαχάνων εἵνεκα; τῶν ὀλίγων.

    1. Tymnes

    εἰς ἄγαλμα Πριήπου πάντα πριηπίζω, κἂν ᾖ Κρόνος· οὐ διακρίνω

    οὐδένα φῶρʼ οὕτω ταῖσδε παρὰ πρασιαῖς.

    ἔπρεπε μὴ λαχάνων ἕνεκεν τάδε καὶ κολοκυνθῶν,

    φήσει τις, με λέγειν. ἔπρεπεν ἀλλὰ λέγω.

    1. Pseudo-Lucianus

    εἰς τὸ κενόν με τέθεικε, νόμου χάριν, ὧδε Πρίηπον

    Εὐτυχίδης, ξηρῶν κληματίδων φύλακα·

    καὶ περιβέβλημαι κρημνὸν βαθύν. ὃς

    δʼ ἂν ἐπέλθῃ,

    οὐδὲν ἔχει κλέψαι πλὴν ἐμὲ τὸν φύλακα.

    1. Apollonides

    ἄνθετʼ Ἀναξαγόρης με, τὸν οὐκ ἐπὶ ποσσὶ Πρίηπον,

    ἐν χθονὶ δʼ ἀμφοτέρῳ γούνατι κεκλιμένον·

    τεῦξε δὲ Φυλόμαχος. Χαριτὼ δέ μοι ἀγχόθι καλὴν

    ἀθρήσας, δίζευ μηκέτι πῶς ἔπεσον.

    1. Philippus

    α. ὡραίας γʼ ἐσορῶ τὰς ἰσχάδας· εἴ γε λαβεῖν μοι

    συγχωρεῖς ὀλίγας. β. θίγγανε μηδεμιᾶς.

    α. ὀργίλος ὡς ὁ Πρίηπος. β. † ἐρεῖς ἔτι καὶ κενὸς ἥξεις.

    α. ναὶ λίτομαι. β. δός μοι· καὶ γὰρ ἐγὼ δέομαι.

    α. χρῄζεις γάρ, λέγε μοι, παρʼ ἐμοῦ τινος; β. ἔστι νόμος που·

    δὸς λάβε. α. καὶ θεὸς ὢν ἀργυρίου σὺ

    β. ἄλλο τι χρῆμα φιλῶ. α. ποῖον τόδε; β. τἀμὰ κατέσθων

    σῦκα, δὸς εὐθύμως ἰσχάδα τὴν ὀπίσω.

    1. Marcus Argentarius

    Ὥριμος. Οἶδα καὶ αὐτός, ὁδοιπόρε. μηκέτʼ ἐπαίνει

    ἰσχάδα, μηδʼ ἐσόρα τὸν πέλας ἀκρέμονα·

    καὶ λίην ὁ Πρίηπος ἐφίσταμαι ὀξὺ δεδορκὼς,

    καὶ φυλακὴν σύκων ἣν ἐπέοικεν ἔχων.

    ἢν δὲ μόνον σὺ θίγῃς τῆς ἰσχάδος, ἰσχάδα δώσεις·

    ὡς ἰσότης πάντων ἐστὶ δικαιοτάτη.

    1. Erycius

    εἰς τὸν αὐτόν ὡς βαρὺ τοῦτο, Πρίηπε, καὶ εὖ τετυλωμένον ὅπλον

    πᾶν ἀπὸ βουβώνων ἀθρόον ἐκκέχυκας

    εἰς γάμον οὐκ ἀνέτοιμον ἔχει δέ σε δίψα γυναικῶν,

    ὦ ʼγαθέ, καὶ σπαργᾷς θυμὸν ἅπαντα πόθοις.

    ἀλλὰ καταπρήϋνε τὸν ἐξῳδηκότα φαλλὸν

    τόνδε, καὶ ἀνθηρῇ κρύψον ὑπὸ χλαμύδι·

    οὐ γὰρ ἐρημαῖον ναίεις ὄρος, ἀλλὰ παρʼ Ἕλλης

    ᾐόνα τὴν ἱερὴν Λάμψακον ἀμφιπολεῖς.

    1. Antistius

    Ἀγροφύλαξ ἕστηκα πολυκτεάνοις ἐν ἀρούραις,

    Φρίκωνος καλύβην καὶ φυτὰ ῥυόμενος,

    τοῦτο λέγων πρὸς ἕκαστον· ἐπὴν γελάσῃς ἐσιδών με

    τοῦ σκεύους, χώρει τὴν κατὰ σαυτὸν ὁδόν.

    ἢν δὲ παρεκβήῃς ἐς ἃ μὴ θέμις, οὔτι σ’ ὀνήσει

    ἡ λάχνη· τρυπᾷν πάντας ἐπιστάμεθα.

    1. Agathias Scholasticus

    εἰς εἰκόνα Σατύρου πρὸς τᾖ ἀκοᾖ τὸν αὐλὸν ἔχοντος καὶ ὥσπερ ἀκροωμένου αὐτομάτως, σατυρίσκε, δόναξ τεὸς ἦχον ἰάλλει;

    ἢ τί παρακλίνας οὖας ἄγεις καλάμῳ;

    ὃς δὲ γελῶν σίγησεν· ἴσως δʼ ἂν φθέγξατο μῦθον,

    ἀλλʼ ὑπὸ τερπωλῆς εἴχετο ληθεδόνι.

    οὐ γὰρ κηρὸς ἔρυκεν· ἑκὼν δʼ ἠσπάζετο σιγήν,

    θυμὸν ὅλον τρέψας πηκτίδος ἀσχολίῃ.

    1. Leontius Minotaurus

    τὸν Σάτυρον Διόνυσος ἰδὼν τόσον ἄλγος ἔχοντα,

    καί μιν ἐποικτείρας, θήκατο λαΐνεον.

    ἀλλʼ οὐδʼ ὣς ἀπέληξε βαρυτλήτων ὀδυνάων

    εἰσέτι γὰρ μογέει, καὶ λίθος ὢν, ὁ τάλας.

    1. Anonymi Epigrammatici

    ἢ Σάτυρος τὸν χαλκὸν ὑπέδραμεν, ἢ διὰ τέχνης

    χαλκὸς ἀναγκασθεὶς ἀμφεχύθη Σατύρῳ.

    1. Neilus

    εἰς εἰκόνα Σατύρου ἀπὸ ψηφῖδος ἐν Ἀντιοχείᾳ

    α. πάντες μὲν Σάτυροι φιλοκέρτομοι· εἰπὲ δὲ καὶ σύ,

    τί πρὸς ἕκαστον ὁρῶν τόνδε γέλωτα χέεις;

    β. θάμβος ἔχων γελόω, πῶς, ἐκ λίθου ἄλλοθεν ἄλλης

    συμφερτός, γενόμην ἐξαπίνης Σάτυρος.

    1. Plato

    τὸν Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν.

    ἢν νύξῃς, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει.

    1. Anonymi Epigrammatici

    δερκόμενος ξόανον καλὸν τόδε, τὰν Ἀφροδίταν,

    ὤνθρωφʼ, ἱλάσκευ, πλατίον ἑζόμενος·

    αἴνει δὲ Γλυκέραν Διονυσίου, ἅ μʼ ἀνέθηκε

    πορφυρέας ἁπαλὸν κῦμα παρʼ ἠιόνος.

    1. Anonymi Epigrammatici

    εἰς Ἔρωτα ὁ πτανὸς τὸν πτανὸν ἴδʼ ὡς ἄγνυσι κεραυνόν,

    δεικνὺς ὡς κρεῖσσον πῦρ πυρός ἐστιν, Ἔρως.

    1. Anonymi Epigrammatici

    Πτανῷ πτανὸν Ἔρωτα τίς ἀντίον ἔπλασ’ Ἔρωτι;

    ἁ Νέμεσις, τόξῳ τόξον ἀμυνομένα,

    ὥς κε πάθῃ τὰ γʼ ἔρεξεν ὁ δὲ θρασύς, ὁ πρὶν ἀταρβὴς,

    δακρύει, πικρῶν γευσάμενος βελέων,

    ἐς δὲ βαθὺν τρὶς κόλπον ἀπέπτυσεν. ἆ μέγα θαῦμα·

    φλέξει τις πυρὶ πῦρ· ἥψατʼ Ἔρωτος Ἔρως.

    1. Anonymi Epigrammatici

    κἀγὼ Κύπριδος αἷμα· κασιγνήτῳ με μήτηρ

    ᾔνεσε τόξα φέρειν ἀντία καὶ πτέρυγας.

    1. Anonymi Epigrammatici

    εἰς Ἄρτεμιν

    α. Ἄρτεμι, ποῦ σοι τόξα, παραυχενίη τε φαρέτρη;

    ποῦ δὲ Λυκαστείων ἐνδρομὶς ἀρβυλίδων,

    πόρπη τε χρυσοῖο τετυγμένη, ἠδὲ πρὸς ἄκρην

    ἰγνύην φοῖνιξ πέπλος ἑλισσόμενος;

    β. κεῖνα μὲν εἰς ἄγρην ὁπλίζομαι· ἐς δὲ θυηλὰς

    εἶμʼ αὕτως, ἱρῶν ἀντομένη θυέων.

    1. Anonymi Epigrammatici

    εἰς Ἑρμῆν ἱερὸν Ἑρμείῃ με παραστείχοντες ἔχευαν

    ἄνθρωποι λίθινον σωρὸν ὁ δʼ ἀντʼ ὀλίγης

    οὐ μεγάλην αὐτοῖς ἔγνων χάριν, ἀλλʼ ὅτι λοιπὰ

    Αἰγὸς ἐπὶ κρήνην ἑπτὰ λέγω στάδια.

    1. Anonymi Epigrammatici

    Ὁδῖτα, μὴ πρόσερπε πρὸς τὰ κλήματα

    μηδʼ αὖ τὰ μῆλα, μηδʼ ὅπῃ τὰ μέσπιλα

    τηνεῖ δὲ πρὸς τὴν σχοῖνον ἐξαμείβεο,

    ὡς μή τι θράξῃς τῶνδε, μηδʼ ἀποθρίσῃς,

    ἃ σὺν πόνῳ φυτουργὸς ἔκτηται Μίδων,

    ὃς κἀμὲ θῆκεν ἢν δέ μευ παρακλύῃς,

    γνώσῃ τὸν Ἑρμῆν, ὡς κακοὺς ἀμείβομαι.

    1. Anonymi Epigrammatici

    Ὀχθηρὸν τὸν χῶρον ἔχω καὶ ἔρημον, ὁδῖτα·

    οὐκ ἐγώ, ὁ στάσας δʼ αἴτιος Ἀρχέλοχος.

    οὐ γὰρ ὀρειοχαρὴς ὡρμᾶς, οὐδʼ ἀκρολοφίτας,

    τὸ πλεῦν δʼ ἀτραπιτοῖς, ὦνερ, ἀρεσκόμενος.

    Ἀρχέλοχος δʼ, ὡς αὐτὸς ἐρημοφίλας καὶ ἀγείτων,

    ὦ παριών, τοῖον κἀμὲ παρῳκίσατο.

    1. Anonymi Epigrammatici

    εἰς Διόνυσον ἐκ πυρός, ὦ Διόνυσε, τὸ δεύτερον ἠνίδε χαλκοῦς

    ἐξεφάνης· γενεὴν εὗρε Μύρων ἑτέρην.

    1. Anonymi Epigrammatici

    εἰς Πᾶνα Δικτύννης τοῖόν με καθʼ ἱερὸν ἔμπυρον ὁ Κρὴς

    χάλκεον ἔστησεν Πᾶνα τὸν αἰγόνυχα.

    δέρμα δʼ ἔχω, διπλοῦν τε λαγωβόλον ἐκ δὲ πετραίας

    σπήλυγγος τείνω βλέμμα διπλοῦν πρὸς ὄρος.

    1. Anonymi Epigrammatici

    πέτρης ἐκ Παρίης με πόλιν κατὰ Παλλάδος ἄκρην

    στῆσαν Ἀθηναῖοι Πᾶνα τροπαιοφόρον.

    1. Anonymi Epigrammatici

    ἢν λαχάνων σ’ ὁ Πρίηπος ἴδω σχεδὸν ἴχνια θέντα,

    αὐτᾖ γυμνώσω, φώρ, σὲ ποτὶ πρασιῇ.

    αἰσχρὸν ἔχειν τοῦτʼ ἔργον ἐρεῖς θεὸν οἶδα καὶ αὐτὸς,

    αἰσχρὸν ἀφιδρύνθην δʼ, ἴσθʼ ὅτι, τοῦδε χάριν.

    1. Leonidas

    ἀμφοτέραις παρʼ ὁδοῖσι φύλαξ ἕστηκα Πρίηπος,

    ἰθυτενὲς μηρῶν ὀρθιάσας ῥόπαλον.

    εἵσατο γὰρ πιστόν με Θεόκριτος· ἀλλʼ ἀποτηλοῦ

    φὼρ ἴθι, μὴ κλαύσῃς τὴν φλέβα δεξάμενος.

    1. Anonymi Epigrammatici

    ὁ τραγόπους, ὁ τὸν ἀσκὸν ἐπηρμένος, αἵ τε γελῶσαι

    νύμφαι, Πραξιτέλους, ἥ τε καλὴ Δανάη.

    λύγδινα πάντα, καὶ ἄκρα σοφαὶ χέρες. αὐτὸς ὁ Μῶμος

    φθέγξεται· ἄκρητος, Ζεῦ πάτερ, ἡ σοφίη.

    1. Anonymi Epigrammatici

    εἰς Νέμεσιν πρίν με λίθον Πέρσαι δεῦρʼ ἤγαγον, ὄφρα τρόπαιον

    στήσονται νίκας· εἰμὶ δὲ νῦν Νέμεσις.

    ἀμφοτέροις δʼ ἕστηκα, καὶ Ἑλλήνεσσι τρόπαιον

    νίκας, καὶ Πέρσαις τοῦ πολέμου νέμεσις.

    1. Anonymi Epigrammatici

    Ἴσιδι καρποτόκῳ, σταχυμήτορι, μυριομόρφῳ,

    λαϊνέῳ ταλάρῳ, μογερῶν ἀπάνευθεν ἀρότρων,

    αὐτόματοι στείχουσιν ἑὴν πρὸς μητέρα καρποί.

    264a. Anonymi Epigrammatici

    ταῖς Νύμφαις τόδʼ ἄγαλμα· μέλει δʼ αὐταῖσιν ὁ χῶρος.

    ναὶ μέλοι, ὡς κρήναις ἄφθιτα ἄφθιτα ῥεῖθρα.

    1. Anonymi Epigrammatici

    εἰς τὸν Μῶμον τίς τὸν ἐπʼ ἐσθλοῖσιν παμπενθέα καὶ τρισάλαστον

    Μῶμον ἀμωμήτοις χερσὶν ἀνεπλκάσατο;

    ὡς ὁ γέρων ἐπὶ γᾶς βεβλημένος, οἷά τις ἔμπνους

    ἀμπαύει λύπας, γυῖα βαρυνόμενος.

    μανύει δίστοιχος ὀλέθριος ὄγμος ὀδόντων,

    πριομένων ἐπὶ τὰς τῶν πέλας εὐτυχίας,

    καὶ τὸ κατεσκληκὸς σκήνους βάρος· ᾇ μὲν ἐρείδει

    ψιλὸν γηραιᾷ χειρὶ βαλὼν κρόταφον,

    ᾇ δὲ σεσηρὼς βάκτρον ἀποστηρίζεται ἐς γᾶν,

    κωφὰ πρὸς ἄψυχον πέτρον ἀπεχθόμενος.

    1. Anonymi Epigrammatici

    εἰς τὸν αὐτόν Τάκεο δυστάνων ὀνύχων ἄπο παμφάγε Μῶμε,

    τάκεο σὺ πρίων ἰοβόλους γένυας.

    νεῦρά σε μανύει τετανυσμένα, καὶ φλέβες ἄρθρων,

    καὶ κενεὰ σαρκῶν ψυχολιπὴς δύναμις,

    καὶ ῥικνοῖς φρίσσουσα περὶ κροτάφοισιν ἔθειρα.

    . . .

    ὥστε τίς ἔμψυχὸν σ’ ἀνδρὸς σίνιν ἄνυσε τέχνᾳ,

    οὐδὲ τόπον δήκτᾳ σεῖο λιπὼν στόματι;

    1. Synesius

    εἰς εἰκόνα Ἱπποκράτους

    α. ὁππόθεν ὁ στήσας; β. Βυζάντιος. α. οὔνομα δὴ τίς;

    β. Εὑσέβιος. α. Σὑ δὲ τίς; β. Κώιος Ἱπποκράτης.

    α. τοῦ δʼ ἕνεκεν γέγραφέν σε; β. λόγων χάριν ἡ πόλις αὐτῷ

    τῶν ἐς ἐμὲ γραφίδων ἀντιδέδωκε γέρας.

    α. καὶ τί μὴ αὐτὸς ἑὸν τύπον ἔγραφεν; β. ὅττι, γεραίρων

    ἡμέας ἀνθʼ αὑτοῦ, κρέσσονα δόξαν ἔχει.

    1. Anonymi Epigrammatici

    ἠὲ τεὴν φωνήν, Ἱππόκρατες, ἔγραφε Παιάν,

    ἠὲ σὺ τῆς κείνου μάρτυς ἀκεστορίης

    1. Anonymi Epigrammatici

    οὗτος ἀκεστορίης κρυφίας ὤιξε κελεύθους,

    Παιήων μερόπων, Κώιος Ἱπποκράτης,

    1. Magnus

    εἰς εἰκόνα Γαληνοῦ ἦν χρόνος, ἡνίκα γαῖα βροτοὺς διὰ σεῖο, Γαληνέ,

    δέχνυτο μὲν θνητούς, ἔτρεφε δʼ ἀθανάτους,

    χήρευεν δὲ μέλαθρα πολυκλαύτου Ἀχέροντος

    σῇ παιηονίῃ χειρὶ βιαζόμενα.

    1. Anonymi Epigrammatici

    εἰς Σώσανδρον ἱππίατρον ἰητὴρ μερόπων, Ἱππόκρατες, ἀλλὰ καὶ ἵππων,

    Σώσανδρε, κρυφίης ἴστορʼ ἀκεστορίης,

    ἢ τέχνην μεταμείψατʼ, ἢ οὔνομα· μηδὲ καλείσθω

    ἅτερος ἐκ τέχνης, ἧς ἕτερος κρατέει,

    1. Leontius Minotaurus

    εἰς εἰκόνα Ἰαμβλίχου ἰατροῦ ὁ γλυκὺς ἐν πάντεσσιν Ἰάμβλιχος, ὃς ποτὶ γῆρας

    ἤλυθεν ἁγνὸς ἐὼν Κυπριδίων ὀάρων·

    ἔργα δʼ ἀκεστορίης ἐφέπων, σοφίην τε διδάσκων,

    κέρδεσιν οὐδʼ ὁσίοις χεῖρας ὑπεστόρεσεν.

    1. Crinagoras

    εἰς εἰκόνα Πραξαγόρου ἰατροῦ αὐτός σοι Φοίβοιο πάις λαθικηδέα τέχνης

    ἰδμοσύνην, πανάκῃ χεῖρα λιπηνάμενος,

    Πρηξαγόρη, στέρνοις ἐνεμάξατο. τοιγὰρ ἀνῖαι

    ὄρνυνται δολιχῶν ὁππόσαι ἐκ πυρετῶν,

    καὶ ὁπόσα τμηθέντος ἐπὶ χροὸς ἄρκια θεῖναι

    φάρμακα, πρηείης οἶσθα παρʼ Ἠπιόνης.

    θνητοῖσιν δʼ εἰ τοῖοι ἐπήρκεον ἰητῆρες,

    οὐκ ἂν ἐπορθμεύθη νεκροβαρὴς ἄκατος.

    1. Anonymi Epigrammatici

    εἰς Ὀρειβάσιον ἰατρόν ἰητὴρ μέγας οὗτος Ἰουλιανοῦ βασιλῆος,

    ἄξιος εὐσεβίης δῖος Ὀρειβάσιος.

    εἶχε γὰρ οἷα μέλισσα σοφὸν νόον, ἄλλοθεν ἄλλα

    ἰητρῶν προτέρων ἄνθεα δρεψάμενος.

    1. Posidippus

    εἰς ἄγαλμα τοῦ Καιροῦ

    α. τίς πόθεν ὁ πλάστης; β. Σικυώνιος. α. οὔνομα δὴ τίς;

    β. Λύσιππος. α. σὺ δὲ τίς; β. καιρὸς ὁ πανδαμάτωρ.

    α. τίπτε δʼ ἐπʼ ἄκρα βέβηκας; β. ἀεὶ τροχάω. α. τί δὲ ταρσοὺς

    ποσσὶν ἔχεις διφυεῖς; β. Ἵπταμʼ ὑπηνέμιος.

    α. χειρὶ δὲ δεξιτερῇ τί φέρεις ξυρόν; β. ἀνδράσι δεῖγμα,

    ὡς ἀκμῆς πάσης ὀξύτερος τελέθω.

    α. ἡ δὲ κόμη, τί κατʼ ὄψιν; β. Ὑπαντιάσαντι λαβέσθαι.

    α. νὴ Δία, τἀξόπιθεν δʼ εἰς τί φαλακρὰ πέλει;

    β. τὸν γὰρ ἅπαξ πτηνοῖσι παραθρέξαντά με ποσσὶν

    οὔτις ἔθʼ ἱμείρων δράξεται ἐξόπιθεν.

    α. τοὔνεχʼ ὁ τεχνίτης σε διέπλασεν; β. εἵνεκεν ὑμέων,

    ξεῖνε· καὶ ἐν προθύροις θῆκε διδασκαλίην.

    1. Bianor

    ἔστησεν Περίανδρος Ἀρίονος εἰκόνα ταύτην,

    καὶ τὸν ἀπολλυμένῳ σύνδρομα νηξάμενον

    εἰνάλιον δελφῖνα. λέγει δʼ ἐπʼ Ἀρίονι μῦθος·

    κτεινόμεθʼ ἀνθρώποις, ἰχθύσι σῳζόμεθα.

    1. Paulus Silentiarius

    εἰς εἰκόνα κιθαριστρίδος ἐν Βυζαντίῳ σὸν μὲν κάλλος ἔδειξε μόλις γραφίς· αἴθε δὲ τεύχειν

    ἔσθενε καὶ λιγυρῶν ἡδὺ μέλος στομάτων,

    ὥς κεν ἐπʼ ὀφθαλμοῖσι καὶ οὔασιν, ἔκ τε προσώπου,

    ἔκ τε λυροκτυπίης, ἶσον ἐθελγόμεθα.

    1. Paulus Silentiarius

    εἰς εἰκόνα Μαρίας τῆς κιθαρῳδοῦ πλῆκτρον ἔχει φόρμιγγος, ἔχει καὶ πλῆκτρον ἔρωτος·

    κρούει δʼ ἀμφοτέροις καὶ φρένα καὶ κιθάρην.

    τλήμονες, οἷς ἄγναμπτον ἔχει νόον ᾧ δʼ ἐπινεύσει,

    ἄλλος ὅδʼ Ἀγχίσης, ἄλλος Ἄδωνις ὅδε.

    εἰ δʼ ἐθέλεις, ὦ ξεῖνε, καὶ ἀμφιβόητον ἀκοῦσαι

    οὔνομα καὶ πάτρην ἐκ Φαρίης Μαρίη.

    1. Anonymi Epigrammatici

    εἰς Τόν ἐν Μεγάροις κιθαριστὴν λίθον τόν με λίθον μέμνησο τὸν ἠχήεντα, παρέρπων

    Νισαίην ὅτε γὰρ τύρσιν ἐτειχοδόμει

    Ἀλκάθοος, τότε Φοῖβος ἐπωμαδὸν ἦρε δομαῖον

    λᾶα, Λυκωρείην ἐνθέμενος κιθάρην.

    ἔνθεν ἐγὼ λυραοιδός ὑποκρούσας δέ με λεπτῇ

    χερμάδι, τοῦ κόμπου μαρτυρίην κόμισαι.

    1. Anonymi Epigrammatici

    εἰς λουτρόν χρήμασι τοῖς Ἀγάθωνος ἐδείματο τῇδε λοετρὸν

    δῆμος ὁ τῆς Τεγέης, θαῦμα καὶ ἐσσομένοις.

    1. Anonymi Epigrammatici

    εἰς λουτρὸν ἐν Πραινέτῳ οὐ βαλανεῖον ἔην προπάροιθε τὸ νῦν βαλανεῖον,

    ἀλλὰ τόπος σκυβάλων, χῶρος ἀποκρίσιος·

    νῦν δὲ τὰ τερπνὰ τὰ πᾶσι βοώμενα καὶ χαρίεντα

    ἀγλαΐῃ προφέρει. καὶ γὰρ Ἀλέξανδρος

    Νικαέων ἱερεύς, σοφίης ἐρικυδέος ἀστήρ,

    τεῦξέ μιν οἰκείοις χρήμασι καὶ δαπάναις.

    1. Palladas

    νῖκαι πάρεσμεν, αἱ γελῶσαι παρθένοι,

    νίκας φέρουσαι τῇ φιλοχρήστῳ πόλει.

    ἔγραψαν ἡμᾶς οἱ φιλοῦντες τὴν πόλιν,

    πρέποντα Νίκαις ἐντυποῦντες σχήματα.

    1. Leontius Minotaurus

    εἰς εἰκόνα ὀρχηστρίδος Μουσάων δεκάτη, Χαρίτων Ῥοδόκλεια τετάρτη,

    τερπωλὴ μερόπων, ἄστεος ἀγλαΐη.

    ὄμμα δέ οἱ καὶ ταρσὰ ποδήνεμα, καὶ σοφὰ Χαρίτων

    δάκτυλα καὶ Μουσῶν κρέσσονα καὶ Χαρίτων.

    1. Leontius Minotaurus

    εἰς εἰκόνα ἑτέρας ὀρχηστρίδος ἐν τῷ Σωσθενίῳ εἰμὶ μὲν Ἑλλαδίη Βυζαντιάς, ἐνθάδε δʼ ἔστην

    ᾗχι χοροστασίην εἴαρι δῆμος ἄγει,

    ὁππόθι πορθμῷ γαῖα μερίζεται· ἀμφότεραι γὰρ

    ἄντυγες ὀρχηθμοὺς ᾔνεσαν ἡμετέρους.

    1. Leontius Minotaurus

    εἰς εἰκόνα κιθαριστρίας διάχρυσον οὔ τις ἐπʼ Ἀνθούσῃ χρυσὸν βάλεν, ἀλλὰ καὶ αὐτῇ

    ἀμφεχύθη Κρονίδης, ὡς τὸ πάρος Δανάῃ·

    σώματι δʼ οὐκ ἐπέλασσεν, ἐπεὶ νόον ἔλλαβεν αἰδώς,

    μή τινι Μουσάων μίσγεται οὐκ ἐθέλων.

    1. Leontius Minotaurus

    θῆλυς ἐν ὀρχηθμοῖς κρατέει φύσις· εἴξατε κοῦροι·

    Μοῦσα καὶ Ἑλλαδίη τοῦτον ἔθεντο νόμον

    ἡ μέν, ὅτι πρώτη κινήσιος εὕρετο ῥυθμούς,

    ἡ δʼ, ὅτι τῆς τέχνης ἦλθεν ἐς ἀκρότατον.

    1. Leontius Minotaurus

    Ἕκτορα μέν τις ἄεισε, νέον μέλος· Ἑλλαδίη δέ,

    ἑσσαμένη χλαῖναν, πρὸς μέλος ἠντίασεν.

    ἦν δὲ πόθος καὶ δεῖμα παρʼ ὀρχηθμοῖσιν Ἐνυοῦς·

    ἄρσενι γὰρ ῥώμῃ θῆλυν ἔμιξε χάριν.

    1. Leontius Minotaurus

    εἰς εἰκόνα Λιβανίας ὀρχηστρίδος οὔνομʼ ἔχεις;λιβάνου, Χαρίτων δέμας, ἤθεα Πειθοῦς,

    παρθένε, καὶ Παφίης κεστὸν ὑπὲκ λαγόνων.

    αὐτὰρ ἐν ὀρχηθμοῖσιν, Ἔρως ἅτε κοῦφος,˘ ἀθύρεις,

    κάλλεϊ καὶ τέχνῃ πάντας ἐφελκομένη.

    1. Anonymi Epigrammatici

    εἰς Ξενοφῶντος Σμυρναίου εἰκόνα αὐτὸν ὁρᾶν Ἰόβακχον ἐδόξαμεν, ἡνίκα Ληναῖς

    ὁ πρέσβυς νεαρῆς ἦρχε χοροιμανίης,

    καὶ Κάδμου τὰ πάρηβα χορεύματα, καὶ τὸν ἀφʼ ὕλης

    ἄγγελον εὐιακῶν ἰχνελάτην θιάσων,

    καὶ τὴν εὐάζουσαν ἐν αἵματι παιδὸς Ἀγαυὴν

    λυσσάδα. φεῦ θείης ἀνδρὸς ὑποκρισίης.

    1. Antipater

    εἰς στήλην Πυλάδου ὀρχηστοῦ αὐτὸν βακχευτὴν ἐνέδυ θεόν, ἡνίκα βάκχας

    ἐκ Θηβῶν Ἰταλὴν ἤγαγε πρὸς θυμέλην,

    ἀνθρώποις Πυλάδης τερπνὸν δέος, οἷα χορεύων

    δαίμονος ἀκρήτου πᾶσαν ἔπλησε πόλιν.

    Θῆβαι γιγνώσκουσι τὸν ἐκ πυρός· οὐράνιος δὲ

    οὗτος, ὁ παμφώνοις χερσὶ λοχευόμενος.

    1. Anyte

    Φριξοκόμᾳ τόδε Πανὶ καὶ αὐλιάσιν θέτο Νύμφαις

    δῶρον ὑπὸ σκοπιᾶς Θεύδοτος οἰονόμος·

    οὕνεχʼ ὑπʼ ἀζαλέου θέρεος μέγα κεκμηῶτα

    παῦσαν, ὀρέξασαι χερσὶ μελιχρὸν ὕδωρ.

    1. Anonymi Epigrammatici

    εἰς τὰς Ὁμηρικὰς δύο βίβλους υἱὲ Μέλητος Ὅμημε, σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ

    καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀΐδιον,

    καὶ τάσδʼ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας,

    δισσὰς ἐκ στηθέων γραψάμενος σελίδας·

    ὑμνεῖ δʼ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον,

    ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον.

    1. Anonymi Epigrammatici

    τίς ποθʼ ὁ τὸν Τροίης πόλεμον σελίδεσσι χαράξας,

    ἢ τίς ὁ τὴν δολιχὴν Λαρτιάδαο πλάνην;

    οὐκ ὄνομʼ εὑρίσκω σαφές, οὐ πόλιν. οὐράνιε Ζεῦ,

    μή ποτε σῶν ἐπέων δόξαν Ὅμηρος ἔχει;

    1. Anonymi Epigrammatici

    ποίας ἀστὸν Ὅμηρον ἀναγραψώμεθα πάτρης,

    κεῖνον, ἐφʼ ὃν πᾶσαι χεῖρʼ ὀρέγουσι πόλεις;

    ἢ τὸ μέν ἐστιν ἄγνωστον, ὁ δʼ ἀθανάτοις ἴσος ἥρως

    ταῖς Μούσαις ἔλιπεν πατρίδα καὶ γενεήν;

    1. Anonymi Epigrammatici

    οὐχὶ πέδον Σμύρνης ἐλοχεύσατο θεῖον Ὅμηρον,

    οὐ Κολοφὼν τρυφερῆς ἄστρον Ἰηονίης,

    οὐ Χίος, οὐκ Αἴγυπτος ἐύσπορος, οὐ Κύπρος ἁγνή,

    οὐ νῆσος κραναὴ Λαρτιάδαο πάτρη,

    οὐκ Ἄργος Δαναοῖο, κυκλωπείη τε Μυκήνη,

    οὐδὲ τὸ Κεκροπιδῶν ἄστυ παλαιογόνων.

    οὐ γὰρ ἔφυ χθονὸς ἔργον· ἀπʼ αἰθέρος ἀλλὰ ἑ Μοῦσαι

    πέμψαν, ἵνʼ ἡμερίοις δῶρα ποθητὰ φέροι.

    1. Antipater

    οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν, Ὅμηρε,

    οἱ δὲ καλὰν Σμύρναν, οἱ δʼ ἐνέπουσι Χίον,

    οἱ δʼ Ἴον, οἱ δʼ ἐβόασαν ἐΰκλαρον Σαλαμῖνα,

    οἱ δέ νυ τῶν Λαπιθέων ματέρα Θεσσαλίην·

    ἄλλοι δʼ ἄλλην μαῖαν ἀνίαχον. εἰ δέ με Φοίβου

    χρὴ λέξαι πινυτὰς ἀμφαδὰ μαντοσύνας,

    πάτρα σοι τελέθει μέγας οὐρανός, ἐκ δὲ τεκούσης

    οὐ θνατᾶς, ματρὸς δʼ ἔπλεο Καλλιόπας,

    1. Anonymi Epigrammatici

    ἑπτὰ ἐριδμαίνουσι πόλεις διὰ ῥίζαν Ὁμήρου,

    Κύμη, Σμύρνα, Χίος, Κολοφών, Πύλος, Ἄργος, Ἀθῆναι.

    1. Anonymi Epigrammatici

    ἑπτὰ πόλεις μάρναντο σοφὴν διὰ ῥίζαν Ὁμήρου,

    Σμύρνα, Χίος, Κολοφών, Ἰθάκη, Πύλος, Ἄργος, Ἀθῆναι.

    1. Anonymi Epigrammatici

    α. Χῖος ἔφυς; β. οὔ φημι. α. τί δαί, Σμυρναῖος; β. ἀπαυδῶ.

    α. Κύμη δʼ ἢ Κολοφὼν πατρίς, Ὅμηρε, σέθεν;

    β. Οὑδετέρη. α. Σαλαμὶς δὲ τεὴ πόλις; β. οὐδʼ ἀπὸ ταύτης

    ἐξέφυν. α. ἀλλʼ αὐτὸς λέξον ὅπῃ γέγονας.

    β. οὐκ ἐρέω. α. τίνος ἦρα; β. Πέπεισμʼ ὅτι τἀτρεκὲς εἰπὼν

    ἕξω τὰς ἄλλας ἄμμιν ἀπεχθομένας.

    1. Anonymi Epigrammatici

    εἰς αἰῶνας, Ὅμηρε, καὶ ἐξ αἰῶνος ἀείδῃ,

    οὐρανίης Μούσης δόξαν ἀειράμενος.

    μῆνιν μὲν γὰρ ἄεισας Ἀχιλλέος, ἄεισας Ἀχαιῶν

    στρομβηδὸν νηῶν σύγχυσιν ἐν πελάγει,

    τειρόμενόν τε πλάνῃσιν Ὀδυσσέα ποικιλόβουλον,

    τοῦ λέχος ἀσπασίως εἴσιδε Πηνελόπη,

    1. Anonymi Epigrammatici

    εἰ θεός ἐστιν Ὅμηρος, ἐν ἀθανάτοισι σεβέσθω·

    εἰ δʼ αὖ μὴ θεός ἐστι, νομιζέσθω θεὸς εἶναι.

    1. Anonymi Epigrammatici

    εὗρε Φύσις, μόλις εὗρε· τεκοῦσα δʼ ἐπαύσατο μόχθων,

    εἰς ἕνα μοῦνον Ὅμηρον ὅλην τρέψασα μενοινήν.

    1. Anonymi Epigrammatici

    τίς ποθʼ Ὁμηρείης μεγάλης ὀπός ἐστιν ἀπευθής;

    τίς χθών, τίς δὲ θάλασσα μάχην οὐκ οἶδεν Ἀχαιῶν;

    δῆμος ὁ Κιμμερίων, πανδερκέος ἄμμορος αἴγλης

    ἠελίου, Τροίης ὄνομʼ ἔκλυεν, ἔκλυεν Ἄτλας

    οὐρανὸν εὐρύστερνον ἔχων ἐπικείμενον ὤμοις.

    1. Anonymi Epigrammatici

    διεξιών, Ὅμηρε, τὴν κεκαυμένην,

    φθονεῖν ἀφῆκας τὰς ἀπορθήτους πόλεις.

    1. Antipater

    εἰς εἰκόνα Πινδάρου Νεβρείων ὁπόσον σάλπιγξ ὑπερίαχεν αὐλῶν,

    τόσσον ὑπὲρ πάσας ἔκραγε σεῖο χέλυς·

    οὐδὲ μάτην ἁπαλοῖς περὶ χείλεσιν ἑσμὸς ἐκεῖνος

    ἔπλασε κηρόδετον, Πίνδαρε, σεῖο μέλι.

    μάρτυς ὁ Μαινάλιος κερόεις θεός, ὕμνον ἀείσας

    τῶν σέο, καὶ νομίων λησάμενος δονάκων.

    1. Leonidas

    εἰς Ἀνακρέοντα πρέσβυν Ἀνακρείοντα χύδαν σεσαλαγμένον οἴνῳ

    θάεο δινωτοῦ στρεπτὸν ὕπερθε λίθου,

    ὡς ὁ γέρων λίχνοισιν ἐπʼ ὄμμασιν ὑγρὰ δεδορκὼς

    ἄχρι καὶ ἀστραγάλων ἕλκεται ἀμπεχόναν·

    δισσῶν δʼ ἀρβυλίδων τὰν μὲν μίαν, οἷα μεθυπλήξ,

    ὤλεσεν· ἐν δʼ ἑτέρᾳ ῥικνὸν ἄραρε πόδα.

    μέλπει δʼ ἠὲ Βάθυλλον ἐφίμερον, ἠὲ Μεγιστέα,

    αἰωρῶν παλάμᾳ τὰν δυσέρωτα χέλυν.

    ἀλλὰ πάτερ Διόνυσε, φύλασσέ μιν οὐ γὰρ ἔοικεν

    ἐκ Βάκχου πίπτειν Βακχιακὸν θέραπα.

    1. Leonidas

    ἴδʼ ὡς ὁ πρέσβυς ἐκ μέθας Ἀνακρέων

    ὑπεσκέλισται, καὶ τὸ λῶπος ἕλκεται

    ἐσάχρι γυίων τῶν δὲ βλαυτίων τὸ μὲν

    ὅμως φυλάσσει, θάτερον δʼ ἀπώλεσεν.

    μελίσδεται δὲ τὰν χέλυν διακρέκων

    ἤτοι Βάθυλλον, ἢ καλὸν Μεγιστέα.

    φύλασσε, Βάκχε, τὸν γέροντα, μὴ πέσῃ.

    1. Eugenes

    τὸν τοῖς μελιχροῖς Ἱμέροισι σύντροφον,

    Λυαῖʼ, Ἀνακρείοντα Τήιον κύκνον,

    ἔσφηλας ὑγρῇ νέκταρος μεληδόνι.

    λοξὸν γὰρ αὐτοῦ βλέμμα, καὶ περὶ σφυροῖς

    ῥιφθεῖσα λώπευς πέζα, καὶ μονοζυγὲς

    μέθην ἐλέγχει σάνδαλον χέλυς δʼ ὅμως

    τὸν εἰς Ἔρωτας ὕμνον ἀθροΐζεται.

    ἀπτῶτα τήρει τὸν γεραιόν, Εὔιε.

    1. Anonymi Epigrammatici

    Τήιον ἀμφοτέρων με βλέπεις ἀκόρεστον ἐρώτων

    πρέσβυν, ἴσον κούροις, ἶσον ἁδόντα κόραις·

    ὄμμα δέ μευ Βρομίῳ βεβαρημένον, ἠδʼ ἀπὸ κώμων

    τερπνὰ φιλαγρύπνων σήματα παννυχίδων.

    1. Damocharis

    εἰς εἰκόνα Σαπφοῦς αὐτή σοι πλάστειρα Φύσις παρέδωκε τυπῶσαι

    τὴν Μυτιληναίαν, ζωγράφε, Πιερίδα.

    πηγάζει τὸ διαυγὲς ἐν ὄμμασι τοῦτο δʼ ἐναργῶς

    δηλοῖ φαντασίην ἔμπλεον εὐστοχίης.

    αὐτομάτως δʼ ὁμαλή τε καὶ οὐ περίεργα † κολῶσα

    σάρξ ὑποδεικνυμένην τὴν ἀφέλειαν ἔχει.

    ἄμμιγα δʼ ἐξ ἱλαροῖο καὶ ἐκ νοεροῖο προσώπου

    μοῦσαν ἀπαγγέλλει Κύπριδι μιγνυμένην.

    1. Anonymi Epigrammatici

    εἰς τὰ Ὀππιανοῦ Ἁλιευτικά Ὀππιανὸς σέλίδεσσιν ἁλίπλοα φῦλα συνάψας

    θήκατο πᾶσι νέοις ὄψον ἀπειρέσιον.

    1. Anonymi Epigrammatici

    εἰς εἰκόνα Γεωργίου Καλλιόπη βασίλεια Γεώργιον εἶπεν ἰδοῦσα·

    οὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης.

    1. Anonymi Epigrammatici

    εἰς ἀνδριάντα Πτολεμαίου ῥήτορος ἐν Ἀντιοχείᾳ

    α. Εἰκῶν, τίς σ’ ἄνεθηκε; β. λόγοι. α. τίνος εἶ; β. Πτολεμαίου.

    α. ποίου; β. τοῦ Κρητός. α. τεῦ χάριν; β. ἀντʼ ἀρετῆς.

    α. τῆς ποδαπῆς; β. πάσης. α. τῆς ἐς τίνας; β. ἐς δικολέκτας.

    α. καὶ ξύλον ἀρκεῖ; β. ναί· χρυσίον οὐ δέχεται.

    1. Arabius

    εἰκόνα Λογγίνῳ χρυσέην πόλις εἶχεν ὀπάσσαι,

    εἰ μὴ πότνα Δίκη χρυσὸν ἀπεστρέφετο.

    1. Thomas

    ῥητορικῆς φιλέω τρεῖς ἀστέρας, οὕνεκα μοῦνοι

    πάντων ῥητήρων εἰσὶν ἀρειότεροι·

    σεῖο πόνους φιλέω, Δημόσθενες· εἰμὶ δὲ λίην

    καὶ φιλαριστείδης καὶ φιλοθουκυδίδης.

    1. Michaelius

    εἰς εἰκόνα Ἀγαθίου Σχολαστικοῦ ἡ πόλις Ἀγαθίαν τὸν ῥήτορα, τὸν στιχαοιδόν,

    δίζυγος εὐεπίης ῥυθμὸν ἀγασσαμένη,

    ὡς μήτηρ ἐτέλεσσεν ἐφʼ υἱέι, καὶ πόρε τήνδε

    εἰκόνα, καὶ στοργῆς μάρτυρα καὶ σοφίης·

    Μεμνόνιον δὲ τοκῆα, κασίγνητόν τε σὺν αὐτῷ

    ἔστησεν, γενεῆς σύμβολα σεμνοτάτης.

    1. Palladas

    κωφὸν ἄναυδον ὁρῶν τὸν Γέσσιον, εἰ λίθος ἐστί,

    Δήλιε, μαντεύου, τίς τίνος ἐστὶ λίθος.

    1. Anonymi Epigrammatici

    εἰς εἰκόνα ῥήτορος ἀφυοῦς τίς σὲ τὸν οὐ λαλέοντα τύπῳ ῥητῆρος ἔγραψε·

    σιγᾷς, οὐ λαλέεις· οὐδὲν ὁμοιότερον.

    1. Anonymi Epigrammatici

    εἰς εἰκόνα Μαρίνου ῥήτορος εἰκόνες ἀνθρώποισι φίλον γέρας· ἀλλὰ Μαρίνῳ

    ὕβρις, ἐλεγχομένης εἴδεος ἀπρεπίης.

    1. Anonymi Epigrammatici

    [εἰς ἄγαλμα Ἀριστείδου ῥήτορος

    νεῖκος Ἀριστείδης Ἰάδων

    κατέπαυσε πολήων,

    τὸ πρὶν Ὁμηρείης εἶχον

    ὑπὲρ γενεῆς.

    φασὶν γὰρ πᾶσαι “ Σμύρνη

    τέκε θεῖον Ὅμηρον,

    ἡ καὶ Ἀριστείδην ῥήτορα γειναμένη.”

    1. Anonymi Epigrammatici

    εἰκὼν Καλλίστου τοῦ ῥήτορος· οἱ δὲ παρʼ αὐτὴν

    ἐρχόμενοι, Ἑρμῇ σπένδετε τῷ λογίῳ.

    1. Anonymi Epigrammatici

    Φύρμος με Φύρμον, πυρφόρος τὸν πυρφόρον,

    ὁ παῖς ὁ ῥήτωρ τὸν πατέρα τὸν ῥήτορα,

    1. Mesomedes

    τὰν ὕελον ἐκόμιζε

    κόψας ἐργάτας ἀνήρ

    ἐς δὲ πῦρ ἔθηκε βῶλον,

    ὡς σίδηρον εὐσθενῆ·

    ἁ δʼ ὕελος, οἷα κηρός,

    ἐξεχεῖτο, παμφάγοισι

    φλοξὶν ἐκπυρουμένα·

    θαῦμα δʼ ἦν ἰδεῖν βροτοῖς

    ὁλκὸν ἐκ πυρὸς ῥέοντα,

    καὶ τὸν ἐργάτην τρέμοντα,

    μὴ πεσὼν διαρραγῇ.

    ἐς δὲ διπτύχων ἀκμὰς

    χηλέων ἔθηκε βῶλον.

    1. Anonymi Epigrammatici

    ἡ γραφὶς ἀργυρέη μὲν ὅτʼ ἐκ πυρὸς ἦλθον ἐτύχθην,

    σαῖσι δὲ καὶ χρυσέη γίνομαι ἐν παλάμαις.

    ὧδέ σοι, ὦ χαρίεσσα Λεόντιον, εὖ μὲν Ἀθήνη

    τέχνης, εὖ δʼ εἴδους ἄκρα δέδωκε Κύπρις.

    1. Julianus

    εἰς ἀνδριάντα Πυθαγόρου οὐ τὸν ἀναπτύσσοντα φύσιν πολύμητιν ἀριθμῶν

    ἤθελεν ὁ πλάστης Πυθαγόραν τελέσαι,

    ἀλλὰ τὸν ἐν σιγῇ πινυτόφρονι· καὶ τάχα φωνὴν

    ἔνδον ἀποκρύπτει, καὶ τόδʼ ἔχων ὀπάσαι.

    1. Anonymi Epigrammatici

    εἰς εἰκόνα Πυθαγόρου αὐτὸν Πυθαγόραν ὁ ζωγράφος, ὃν μετὰ φωνῆς

    εἶδες ἄν, εἴ γε λαλεῖν ἤθελε Πυθαγόρας.

    1. Joannes Barbucallus

    ὡς σοφὸς ὁ γράψας· ζωὰν οὐκ ἔμβαλε κηρῷ,

    Σωκράτεος ψυχᾷ τοῦτο χαριζόμενος.

    1. Anonymi Epigrammatici

    τὸν νοῦν διδάσκων αἰθερεμβατεῖν Πλάτων,

    τοὺς τῶν ὑπὲρ νοῦν ἐξερεύγεται λόγους.

    1. Anonymi Epigrammatici

    εἰς εἰκόνα Ἀριστοτέλους οὗτος Ἀριστοτέλης μετρῶν χθόνα καὶ πόλον ἄστρων.

    1. Anonymi Epigrammatici

    νοῦς καὶ Ἀριστοτέλους ψυχή, τύπος ἀμφοτέρων εἷς.

    1. Agathias Scholasticus

    εἷς εἰκόνα Πλουτάρχου σεῖο πολυκλήεντα τύπον στῆσαν, Χαιρωνεῦ

    Πλούταρχε, κρατερῶν υἱέες Αὐσονίων,

    ὅττι παραλλήλοισι βίοις Ἕλληνας ἀρίστους

    Ῥώμης εὐπολέμοις ἥρμοσας ἐνναέταις.

    ἀλλὰ τεοῦ βιότοιο παράλληλον βίον ἄλλον

    οὐδὲ σὺ γʼ ἂν γράψαις· οὐ γὰρ ὅμοιον ἔχεις.

    1. Agathias Scholasticus

    εἰς εἰκόνα Αἰσώπου εὖγε ποιῶν, Λύσιππε γέρων, Σικυώνιε πλάστα,

    δείκελον Αἰσώπου στήσαο τοῦ Σαμίου

    ἑπτὰ σοφῶν ἔμπροσθεν· ἐπεὶ κεῖνοι μὲν ἀνάγκην

    ἔμβαλον, οὐ πειθώ, φθέγμασι τοῖς σφετέροις,

    ὃς δὲ σοφοῖς μύθοις καὶ πλάσμασι καίρια λέξας,

    παίζων ἐν σπουδῇ, πείθει ἐχεφρονέειν.

    φευκτὸν δʼ ἡ τρηχεῖα παραίνεσις· ἡ Σαμίου δὲ

    τὸ γλυκὺ τοῦ μύθου καλὸν ἔχει δέλεαρ.

    1. Antiphilus

    ἡ πήρη καὶ χλαῖνα καὶ ὕδατι πιληθεῖσα

    μάζα, καὶ ἡ πρὸ ποδῶν ῥάβδος ἐρειδομένη,

    καὶ δέπας ἐκ κεράμοιο, σοφῷ κυνὶ μέτρα βίοιο

    ἄρκια κἠν τούτοις ἦν τι περισσότερον

    κοίλαις γὰρ πόμα χερσὶν ἰδὼν ἀρύοντα βοώτην,

    εἶπε· τί καὶ σὲ μάτην, ὄστρακον, ἠχθοφόρουν;

    1. Antiphilus

    γηράσκει καὶ χαλκὸς ὑπὸ χρόνου· ἀλλὰ σὸν οὔτι

    κῦδος ὁ πᾶς αἰών, Διόγενες, καθελεῖ·

    μοῦνος ἐπεὶ βιοτᾶς αὐτάρκεα δόξαν ἔδειξας

    θνητοῖς, καὶ ζωῆς οἶμον ἐλαφροτάτην.

    εἰς τὰς ἐν τῷ Ἱπποδρόμῳ Κωνσταντινουπόλεως

    στήλας τῶν ἀθλητῶν ἐπιγράμματα.

    1. Anonymi Epigrammatici

    εἰς Πορφύριον Πορφύριον Κάλχαντος ἄναξ καὶ δῆμος ἐγείρει,

    πολλοῖς εὐκαμάτοις βριθόμενον στεφάνοις,

    πᾶσι μεθʼ ἡνιόχοισι νεώτατον, ὅσσον ἄριστον,

    ἀλλὰ τόσον νίκης κάρτος ἐνεγκάμενον.

    ἔπρεπε μὴν χρυσέῳ ἐν ἀγάλματι, μὴ δʼ ἐνὶ χαλκῷ

    τοῦτον τοῖς ἄλλοις εἴκελον ἑστάμεναι.

    1. Anonymi Epigrammatici

    τέτραχα μὲν τὸ πάροιθε διακριδὸν ἴαχε δῆμος,

    τὸν Καλχαντιάδην;Πορφύριον ποθέων· αὐτὰρ

    ὃ δεξιτεροῖσιν ἀνακτορέοιο θοώκου

    ἡνία καὶ ζώνην ἱππότιν ἀνθέμενος,

    κεῖθεν ἐπισπέρχων ἐλάᾳ· μεσσηγὺ δʼ ἀέθλων

    χάλκεος ἱδρύνθη, πρῶτον ἴουλον ἔχων,

    εἰ δʼ ἐτέων γέρας ἦλθε θοώτερον, ἀλλʼ ἐπὶ νίκαις

    ὄψιμον, ἀλλὰ μόλις, πολλὰ μετὰ στέφεα.

    1. Anonymi Epigrammatici

    Ἀγχίσην Κυθέρεια, καὶ Ἐνδυμίωνα Σελήνη

    φίλατο· καὶ Νίκη νῦν τάχα Πορφύριον,

    ὃς καὶ ἑοὺς ἵππους καὶ ὁμόφρονος ἡνιοχῆος

    ἐξ ἑτέρων ἑτέρους αἰὲν ἀμειβόμενος,

    πολλάκι κρᾶτα πύκασσε πανημερίοισιν ἀέθλοις,

    οὐ μογέων, ἑτάρου μοῦνον ἐφεσπομένου.

    1. Anonymi Epigrammatici

    τοῦτό σοι ἠϊθέῳ Νίκη γέρας, ὃ χρόνος ἄλλοις

    ὀψὲ μόλις πολιοῖς ὤπασε, Πορφύριε.

    καὶ γὰρ ἀριθμήσασα πολυστεφέας σέο μόχθους

    εὕρετο γηραλέων κρέσσονας ἡνιόχων.

    τί πλέον, ὅττι καὶ αὐτὸς ἐπευφήμησεν ἀύσας

    σὸν κλέος ἀντιπάλων δῆμος ἀγασσάμενος;

    ὀλβίη ἡ Βενέτων πανελεύθερός ἐστι γενέθλη,

    σε μέγας βασιλεὺς δῶρον ἔνευσεν ἔχειν.

    1. Anonymi Epigrammatici

    ἄλκιμοι ἀλκήεντα, σοφοὶ σοφόν, υἱέα Νίκης ,

    οἱ Νίκης παῖδες Πορφύριον Βένετοι

    ἄνθεσαν ἀμφοτέραις γὰρ ἀμειβομένοις ἐπὶ πώλοις

    κυδιάει νίκαις, οἷς πόρεν, οἷς ἔλαβεν.

    1. Anonymi Epigrammatici

    ἄλλοις παυσαμένοισιν, ἀεθλεύοντι δὲ μούνῳ

    Πορφυρίῳ βασιλεὺς τοῦτο δέδωκε γέρας.

    πολλάκι νικήσας γὰρ ἑοὺς πόρεν ὠκέας ἵππους,

    λάζετο δʼ ἀντιπάλων, καὶ πάλιν ἐστέφετο.

    ἔνθεν ἔην Πρασίνοις ἔρις ἄσπετος, ἔνθεν ἀυτή,

    ὃς Βενέτους τέρψει, Κοίρανε, καὶ Πρασίνους.

    1. Anonymi Epigrammatici

    αἱ πάντων ψῆφοί με καὶ εἰσέτι διφρεύοντα

    ἔστησαν Νίκης ἐγγύθι Πορφύριον.

    δῆμος μὲν γὰρ ἐμὸς γέρας ᾔτεεν· οἱ δʼ ἕτεροί με

    δίζοντʼ αὖτις ἔχειν, νεῖκος ἀπειπάμενοι.

    μήτι δʼ ἡνιόχων περιγίγνομαι, οἷσι καὶ ἵππους

    κρείσσονας ἀντιπορὼν, δεῖξα χερειοτέρους.

    1. Anonymi Epigrammatici

    αὐτὸν Πορφύριον μὲν ἀπηκριβώσατο χαλκῷ

    ὁ πλάστης, ἔμπνουν οἷα τυπωσάμενος.

    τίς δὲ χάριν, τίς ἄεθλα, τίς ἔνθεα δήνεα τέχνης

    τεύξει, καὶ νίκην οὔποτʼ ἀμειβομένην;

    1. Anonymi Epigrammatici

    εἰκόνι χαλκείῃ τὸν χάλκεον ἡνιοχῆα

    ἄνθετο νικητὴν κοίρανος Αὐσονίων,

    ὡς σοφόν, ὡς Βενέτοις πεφιλημένον ἀλλʼ ἐπὶ νίκαις

    Πορφυρίου πολλὰς εἰκόνας ὀψόμεθα.

    1. Anonymi Epigrammatici

    α. τίς τελέθεις, φίλε κοῦρε, γενειάδος ἄκρα χαράσσων;

    β. ὦ ξένε, Πορφύριος. α. τίς πατρίς; β. ἡ Λιβύη.

    α. τίς δέ σε νῦν τίμησεν; β. ἄναξ, χάριν ἱπποσυνάων.

    α. τίς μάρτυς τελέθει; β. δῆμος τῶν Βενέτων.

    α. ἔπρεπέ σοι Λύσιππον ἔχειν ἐπιμάρτυρα νίκης

    τοσσατίης, πλάστην ἴδμονα, Πορφύριε.

    1. Anonymi Epigrammatici

    ἐγγύθι τῆς Νίκης καὶ Ἀλεξάνδρου βασιλῆος

    ἔστης, ἀμφοτέρων κύδεα δρεψάμενος.

    1. Anonymi Epigrammatici

    πάντα Τύχης ὀφθαλμὸς ἐπέρχεται· ἀλλʼ ἐπὶ μούνοις

    Πορφυρίου καμάτοις ἕλκεται ὄμμα Τύχης.

    1. Anonymi Epigrammatici

    σὴν τροχαλὴν μάστιγα καὶ ἀσπίδα δῆμος ἀγασθεὶς

    ἤθελέ σε στῆσαι διπλόον, ὥσπερ ἔδει,

    ἡνίοχον κρατερὸν καὶ ἀριστέα· διχθὰ δὲ χαλκὸς

    οὐκ ἐχύθη, ψυχὴν σεῖο τυπωσάμενος.

    1. Anonymi Epigrammatici

    Πορφύριον σταδίοισι τίνος χάριν ἡνιοχῆα

    δῆμος ὁ πρῶτα φέρων ἄνθετο τῶν ἄνθετο;

    αὐτὸς ἄναξ κήρυξε. τί γὰρ πλέον, ὅττι γεραίρει

    εἵνεκεν εὐνοίης, εἵνεκεν ἱπποσύνης;

    1. Anonymi Epigrammatici

    Πορφυρίῳ μετʼ ἄεθλα γέρας πόρεν ἄξιον ἔργων

    κοίρανος, ὁ Πρασίνοις τοῦτο χαριζόμενος.

    πολλάκι γὰρ δῆμος προφερέστερα ἔργα κομίζων

    ᾔνεσε Καλλιόπαν, καὶ πάλι Πορφύριον.

    διπλόον οὔνομα τοῦτο, τόπερ λάχε χάλκεος ἥρως

    οὗτος, ὁ τεθρίπποις κῦδος ἑλὼν ἀρετῆς.

    1. Anonymi Epigrammatici

    οὐ μόνον ἐν σταδίοις σε κατέστεφε πότνια Νίκη,

    ἀλλὰ καὶ ἐν πολέμοις δεῖξεν ἀεθλοφόρον,

    εὖτʼ ἄρʼ ἄναξ πολέμιζεν ἔχων Πρασίνους ὑποεργοὺς

    ἄγρια μαινομένῳ ἐχθρῷ ἀνακτορέῳ,

    καὶ πέσεν αἰνοτύραννος ἐπιφθιμένης τότε Ῥώμης,

    ἦμαρ δʼ Αὐσονίης ἦλθεν ἐλευθερίης.

    τοὔνεκα τοῖς μὲν ἔδωκεν ἄναξ γέρας, ὡς πάρος εἶχον,

    σὸν δὲ τύπον τέχνη ἔξεσε, Πορφύριε.

    1. Anonymi Epigrammatici

    ὑμετέρων κήρυκες ἀμεμφέες εἰσὶν ἀγώνων

    οἱ καὶ ἀπʼ ἀντιβίων, Πορφύριε, στέφανοι.

    πάντας γὰρ σταδίοισιν ἀμοιβαδὸν αἰὲν ἐλέγχεις

    ἀντιτέχνους, τῆς σῆς παίγνιον ἱπποσύνης.

    τοὔνεκα καὶ ξεῖνον πρεσβήιον εὕραο μοῦνος,

    εἰκόνα χαλκείην δήμῳ ἐν ἀμφοτέρῳ.

    1. Anonymi Epigrammatici

    πλάστης χαλκὸν ἔτευξεν ὁμοίιον ἡνιοχῆι·

    εἴθε δὲ καὶ τέχνης ὄγκον ἀπειργάσατο,

    ὄγκον ὁμοῦ καὶ κάλλος· ὅπερ Φύσις ὀψὲ τεκοῦσα

    ὤμοσεν ὠδίνειν δεύτερον οὐ δύναμαι.

    ὤμοσεν εὐόρκοις ὑπὸ χείλεσι· Πορφυρίῳ γάρ

    πρώτῳ καὶ μούνῳ πᾶσαν ἔδωκε χάριν.

    1. Anonymi Epigrammatici

    εἰ φθόνος ἠρεμέοι, κρίνειν δʼ ἐθέλοιεν ἀέθλους,

    πάντες Πορφυρίου μάρτυρές εἰσι πόνων

    ναὶ τάχα καὶ φήσαιεν ἀριθμήσαντες ἀγῶνας·

    βαιὸν τοῦτο γέρας τοσσατίων καμάτων.

    ὅσσα γὰρ ἡνιοχῆας ἀεὶ μεμερισμένα κοσμεῖ,

    εἰς ἓν ἀολλίσσας, τηλίκος ἐξεφάνη.

    1. Anonymi Epigrammatici

    αἰδομένη χαλκῷ σε πόλις, τριπόθητε, γεραίρει·

    ἤθελε γὰρ χρυσῷ· ἀλλʼ ἴδεν ἐς Νέμεσιν.

    εἰ δὲ τεὴν μέλπων οὐ παύεται ἠθάδα νίκην

    εὐγνώμων δῆμος, Πορφύριε, Πρασίνων,

    ἔμπνοά σοι ξύμπαντες ἀγάλματα· πᾶς δὲ περισσὸς

    καὶ χρυσὸς τούτοις εἰς ἔριν ἐρχόμενος.

    1. Anonymi Epigrammatici

    οὔπω σοι μογέοντι Τύχη πόρεν ἄξια νίκης·

    νῖκαι γὰρ τῆς σῆς μείζονες εὐτυχίης.

    ἀλλὰ μέρει πρώτῳ σταθερῷ καὶ ἀρείονι μίμνοις

    τὴν φθονερὴν τήκων δυσμενέων κραδίην,

    οἵ, σέθεν εἰσορόωντες ἀεὶ νικῶσαν ἱμάσθλην,

    μέμφονται σφετέρην αἰὲν ἀτασθαλίην.

    1. Anonymi Epigrammatici

    ἄλλοις μὲν γεράων πρόφασις χρόνος· οἱ δʼ ἐπὶ νίκαις

    κρινόμενοι πολιῆς οὐ χατέουσι κόμης,

    ἀλλʼ ἀρετῆς, ὅθεν εὖχος ἀνάπτεται. εἷς ἀπὸ τοίων

    Πορφύριος δώρων δὶς λάχεν ἀγλαΐην,

    οὐκ ἐτέων δεκάδας, νίκης δʼ ἑκατοντάδας αὐχῶν

    πολλάς, καὶ πάσας συγγενέας Χαρίτων.

    1. Leontius Minotaurus

    Ἀγχίσην Κυθέρεια, καὶ Ἐνδυμίωνα Σελήνη

    φίλατο μυθεῦνται τοῖα παλαιγενέες.

    νῦν δὲ νέος τις μῦθος ἀείσεται, ὡς τάχα Νίκη

    ὄμματα καὶ δίφρους φίλατο Πορφυρίου.

    1. Anonymi Epigrammatici

    εἰς Καλλιόπαν πρεσβυτέρους κοῦρος μὲν ἐών, πρέσβυς δέ τε κούρους

    νικᾷς, τεθρίππων κέντορας ἀθλοφόρων.

    ἓξ δʼ ἐτέων ἀνύσας δεκάδας, στήλην ἐπὶ νίκαις

    εἷλες, Καλλιόπα, νεύματι κοιρανίης,

    ὄφρα μένοι καὶ ἔπειτα τεὸν κλέος. αἴθε τοι εἴη,

    ὡς κλέος ἀθάνατον, καὶ δέμας ἀθάνατον.

    1. Anonymi Epigrammatici

    σῆς τόδε διφρελάτειρα τὸ χάλκεον ἄνθετο Νίκα

    εἴκηλον μορφᾶς, Καλλιόπα, ζαθέας,

    πρέσβυς ὅτι σφριγόωντας ἐν ἱπποδάμῳ πλέον ἀλκᾷ

    νίκησας, γεραροὺς δʼ ὢν νέος ἐν σοφίῃ.

    ἔνθεν ἐλευθερόπαις Βενέτων σέο πήξατο δῆμος

    δοιά, τὰ μὲν τέχνας ἆθλα, τὰ δὲ σθένεος.

    1. Anonymi Epigrammatici

    σὸν γῆρας νεότητα τεὴν ὑπερέδραμε νίκαις,

    καὶ πάντων κρατέεις πάντοτε, Καλλιόπα.

    ἔνθεν ἄναξ καὶ δῆμος ἐλεύθερος αὖθις ἐγείρει

    τοῦτο γέρας, σοφίης μνῆμα καὶ ἠνορέης·.

    1. Anonymi Epigrammatici

    οὗτος, ἐγερσιθέατρε, τεὸς τύπος, ὅν τοι ἐγείρει

    ἑσμὸς ἀριζήλων, Καλλιόπα, στεφάνων.

    οὔτε γὰρ ἡνίοχός σε παρήπαφεν, οὔτε χαλινοῖς

    δύσστομος ἱππείη σοῖς ἀπίθησε γένυς.

    μοῦνος δὴ νίκης γέρας ἄρνυσαι. ἦ παρὰ πᾶσι

    δόξαν ἔχεις ἀεθλῶν ἆθλα λιπεῖν ἑτέροις,

    1. Anonymi Epigrammatici

    Καλλιόπα κλυτόμοχθε, τί σοι πλέον, ὅττι γεραίρει

    εἰκόνι χαλκοτύπῳ σοὺς βασιλεὺς καμάτους,

    δῆμος ὁ μυριόφωνος, ὅλη πτόλις; εὖτε καὶ αὐτὴ

    δυσμενέων παλάμη σοῖς ἐπένευσε πόνοις.

    1. Anonymi Epigrammatici

    εἰς Φαυστῖνον μητέρες εὐάθλων γεράων φρένες, οὐ κράτος ἥβης,

    οὐ τάχος ἱπποσύνης, οὐ χρόνος εὐτυχίης.

    ἱλήκοι, Φαυστῖνε, τεὸς νόος, ᾧ τάδε πάντα

    ἕσπεται, ᾧ Νίκη σύντροφος ἀθάνατος.

    1. Anonymi Epigrammatici

    πρίν σε νέον, Φαυστῖνε, νόος πεφόβητο γερόντων·

    νῦν δέ σε πρεσβυγενῆ κάρτος ἔφριξε νέων.

    δεύτερα δʼ εὕρετο πάντα τεὸς πόνος, ὅς σε γεραίρει

    πρέσβυν ἐν ἠιθέοις, ἐν δὲ γέρουσι νέον.

    1. Anonymi Epigrammatici

    εἰς Κωνσταντῖνον ἐξότε Κωνσταντῖνος ἔδυ δόμον Ἄϊδος εἴσω,

    πλῆτο κατηφείης ἱπποσύνης στάδιον,

    τερπωλὴ δʼ ἀπέλειπε θεήμονας· οὐδʼ ἐν ἀγυιαῖς

    κείνας τὰς φιλίας ἐστὶν ἰδεῖν ἔριδας.

    1. Anonymi Epigrammatici

    εἰκόνα, Κωνσταντῖνε, τεὴν ἀνέθεντο πολῖται,

    μυρόμενοι, ψυχῆς τέρψιν ἀποιχομένης.

    σοὶ κλέος ὁππότε δῆμος ἐπεσφρήγιζε θανόντι,

    μνήσατο σῶν καμάτων καὶ μετὰ πότμον ἄναξ·

    οὕνεκεν ἱπποσύνης φιλοκέρτομος ὤλετο τέχνη,

    ἐν σοὶ παυσαμένη πᾶσα καὶ ἀρξαμένη.

    1. Anonymi Epigrammatici

    εἰσέτι μὲν ζώοντι πόλις ποτὲ Κωνσταντίνῳ

    εἰκόνα χαλκείην βαιὸν ἔκρινε γέρας·

    ᾔδεε γὰρ πᾶς δῆμος ὅσους ἐπὶ κύδεϊ νίκης

    αἰὲν ἀεθλεύων ἀμφέθετο στεφάνους.

    ὡς δʼ ἔθανεν, ποθέουσα, φίλον τύπον ἄνθετο τοῦδε,

    ὄφρα καὶ ἐσσομένοις μνῆστιν ἔχοι καμάτων.

    1. Anonymi Epigrammatici

    οἱ Βένετοι Πρασίνοισιν ἐναντίοι αἰὲν ἐόντες

    εἰς ἕνʼ ὁμοφροσύνης ἐξεβόησαν ὅρον,

    ὥστε σε, Κωνσταντῖνε, λαβεῖν ἐπιτύμβιον εὖχος,

    πᾶσιν ἀειδόμενον, πᾶσιν ἀρεσκόμενον.

    1. Anonymi Epigrammatici

    Ἀντολίης, δύσιός τε, μεσημβρίης τε, καὶ ἄρκτου

    σὸς δρόμος ὑψιφαὴς ἀμφιβέβηκεν ὅρους,

    ἄφθιτε Κωνσταντῖνε. θανεῖν δέ σε μή τις ἐνίσπῃ·

    τῶν γὰρ ἀνικήτων ἅπτεται οὐδʼ Ἀίδης.

    1. Anonymi Epigrammatici

    ἐγγύθι τῆς σφετέρης γενεῆς λάχεν εἰκόνα τήνδε·

    ἔπρεπε γὰρ τρισσοῖς εἰν ἑνὶ χῶρον ἔχειν,

    οἳ καὶ ἐνὶ σταδίοις ἀρετῆς κλέος εἴκελον εὗρον,

    νηρίθμων στεφάνων ἐσμὸν ἑλόντες ἴσον.

    1. Anonymi Epigrammatici

    τὸν Φαυστινιάδην πόλις ἄνθετο Κωνσταντῖνον,

    γείτονα μὲν γενεῆς, κρέσσονα δʼ ἡνιόχων.

    δὴν γὰρ ἀεθλεύσας οὐκ ἤμβροτεν, ἀλλʼ ἐπὶ νίκῃ

    παύσατο, σὺν νίκῃ καὶ πάρος ἀρξάμενος,

    ὃν καὶ κοῦρον ἐόντα παλαίτεροι ἡνιοχῆες,

    στεψάμενοι σταδίοις, εἷσαν ἀγωνοθέτην.

    1. Anonymi Epigrammatici

    σοὶ τόδε, Κωνσταντῖνε, τεὴ τροφὸς ὤπασε Νίκη

    παιδόθεν ἑσπομένη πᾶσαν ἐφʼ ἡλικίην.

    πέντε γὰρ ἐν σταδίοις δεκάδας τελέσας ἐνιαυτῶν,

    οὐδʼ ἴσον, οὐδʼ ὀλίγον εὕρεο λειπόμενον.

    ἀλλʼ ἔτι κουρίζων τε καὶ ἄχνοος ἄνδρας ἐνίκας,

    ἥλικας ἡβήσας, γηραλέος δὲ νέους.

    1. Anonymi Epigrammatici

    ἤθελε Κωνσταντῖνον ἀεὶ πτόλις ἡνιοχεύειν·

    ἤθελεν, ἀλλὰ πόθῳ οὐκ ἐπένευσε Φύσις.

    ἔνθεν ἑῶν τόδʼ ἄγαλμα παραίφασιν εὗρεν ἐρώτων,

    ὄφρα ἑ μὴ λήθη καὶ χρόνος ἀμφιβάλοι,

    ἀλλὰ μένοι ποθέουσιν ἔρως, ζῆλος δʼ ἐλατῆρσι,

    κόσμος δὲ σταδίοις, ἐσσομένοις δὲ φάτις.

    καί τις ἰδὼν μετόπισθε χερείονας ἡνιοχῆας

    ὀλβίσσει προτέρην, ἥ μιν ἴδεν, γενεήν.

    1. Anonymi Epigrammatici

    πέντε καὶ εἴκοσι μοῦνος ἀέθλια Κωνσταντῖνος

    εἰς μίαν ἠριγένειαν ἑλὼν, ἤμειψε μὲν ἵππους

    ἀντιπάλοις· κείνους δὲ λαβών, οὓς πρόσθεν ἐνίκα,

    τοῖς αὐτοῖς πάλιν εἷλε μίαν τε καὶ εἴκοσι νίκας.

    πολλάκι δʼ ἀμφοτέρων μερέων ἔρις ἔμπεσε δήμῳ,

    τίς μιν ἔχοι· κείνῳ δὲ δόσαν κρίσιν ἐκ δύο πέπλων.

    1. Anonymi Epigrammatici

    ἔγρεο, Κωνσταντῖνε· τί χάλκεον ὕπνον ἰαύεις;

    σεῖο δίφρους ποθέει δῆμος ἐνὶ σταδίοις,

    σῆς τε διδασκαλίης ἐπιδευέες ἡνιοχῆες

    εἵαται ὀρφανικοῖς παισὶν ὁμοιότατοι.

    1. Anonymi Epigrammatici

    εἰς Οὐράνιον ἀμφοτέροις εἷς μοῦνος ἀριστεύσας παρὰ δήμοις

    κῦδος ἀπʼ ἀμφοτέρων ἔλλαχεν Οὐράνιος,

    εἰσέτι διφρεύων. τὸ δέ οἱ γέρας ἤλυθε πρῶτον

    ἐκ Πρασίνων, οἷς δὴ γείτονα χῶρον ἔχει.

    αὐτοὶ καὶ σταδίοιο πεπαυμένον ἤγαγον αὖθις

    ἐς δίφρους, νίκης μνωόμενοι προτέρης.

    1. Anonymi Epigrammatici

    παυσάμενον σταδίων βασιλεὺς ἐπʼ ἀγακλέι νίκῃ

    αὖθις ὑπὲρ δίφρων βῆσεν ἀεθλοφόρων

    οὐράνιον δήμοισι, φέρων φέρων χάριν οὐ ποθέει γὰρ

    ἡ πόλις Οὐρανίου νόσφιν ἀεθλοσύνας.

    τοὔνεκα διφρεύοντα τὸ δεύτερον, ὑστατίης τε

    νίκης καὶ προτέρης στῆσεν ἀγασσαμένη.

    1. Anonymi Epigrammatici

    οὐράνιος Νίκαιαν ἔχει πέλας ὁπλοτέρην τε

    Ῥώμην, τῆς μὲν ἐών, τῇ δʼ ἔνι κῦδος ἑλών.

    νικᾷ δʼ ἀμφοτέρωθεν, ἐπεὶ περιδέξιος ἦεν

    τῇ καὶ τῇ προθέειν ἠὲ παρεξελάαν.

    τοὔνεκα καὶ χρυσέῳ μιν ἀνεγράψαντο μετάλλῳ,

    κυδίστῳ κτεάνων κύδιμον ἡνίοχον.

    1. Thomas

    εἰς Ἀναστάσιον τὸν θρασὺν ἡνιοχῆα λελασμένον ἅρματος ἄθλων

    ἐνθάδʼ Ἀναστάσιον κείμενον οὖδας ἔχει,

    ὃς τόσσους ἀνεδήσατο πρὶν στεφάνους, ὅσα ἄλλοι

    ἔδρακον ἡνιόχων ἤματα ἱππασίης.

    1. Anonymi Epigrammatici

    εἰς Πορφύριον, μέρους Βενέτων ἐν γῇ κρατήσας παντὸς ἁρματηλάτου

    καλῶς ἐπήρθη καὶ πρὸς αἰθέρα τρέχειν

    Πορφύριος, τὸ θαῦμα δήμου Βενέτων.

    νικῶν γὰρ οὗτος πάντα γῆς διφρηλάτην,

    ἄνεισιν, ὡς ἂν καὶ σὺν ἡλίῳ δράμῃ.

    1. Anonymi Epigrammatici

    ἴουλον ἀνθῶν πρῶτον οὗτος ἡνίας

    Πορφύριος Κάλχαντος εἷλκε Βενέτου.

    ἐκπλήττομαι δὲ πῶς γράφει χεὶρ ἐμπνόους

    τούτου τις ἵππους. ˘ καὶ γὰρ ἂν πλήξῃ πάλιν,

    οἶμαι, δραμεῖται νῖκος εὑρεῖν καὶ πάλιν.

    1. Anonymi Epigrammatici

    εἰς Φαυστῖνον, μέρους Πρασίνων σκόπει τὸ δρᾶμα μηχανουργοῦ τοῦ δόμου·

    εἰ μὴ γὰρ ἐστέγαστο καρτερᾷ σκέπᾐ,

    πρὸς οὐρανοὺς ἂν ὦρτο Φαυστῖνος τρέχων

    ὡς ζῶν σὺν ἵπποις, τὸ κλέος πρὶν Πρασίνων.

    ἆρον στέγος γάρ, καὶ φθάνει πρὸς αἰθέρα.

    1. Anonymi Epigrammatici

    Φαυστῖνος οὗτος, ὁ πρὶν ἁρματηλάτης,

    ὃν δῆμος εὑρὼν τοῦ μέρους τῶν Πρασίνων

    τὴν ἧτταν ἠγνόησε παντελῶς δρόμῳ.

    γέρων μὲν ἦν γάρ, ὡς βλέπεις· τὸ δὲ σθένος

    ἦν τις νεάζων, οὐδʼ ὅλως ἡττημένος.

    1. Anonymi Epigrammatici

    εἰς Κωνσταντῖνον ἡνίοχον Λευκῶν λευκοῦ μεθέλκων ἡνίας Κωνσταντίνος,

    ἂν μὴ καθεῖρκτο στερρότητι τοῦ δόμου,

    τοὺς τρεῖς ἐνίκα, πρῶτος αἰθέρα φθάνων.

    πνοῆς ἄνευθεν εἶδες αἰθεροδρόμον·

    τέχνη με πείθει τοῦτον ἔμπνοον βλέπειν.

    1. Anonymi Epigrammatici

    Κωνσταντίνος γʼ ἦν, ἀλλὰ τοῖς πάλαι χρόνοις

    λευκῆς χρόας τέθριππον ἕλκων εὐστρόφως.

    ἀφʼ οὗ δὲ τοῦτον ἥρπασεν Χάρων, ἔδυ

    τὸ φῶς ἁμίλλης ἱππικῶν δρομημάτων,

    καὶ πᾶσα τέρψις τοῦ θεάτρου, καὶ τέχνη.

    1. Anonymi Epigrammatici

    —εἰς Ἰουλιανὸν ἡνίοχον Ῥουσίων χεὶρ οἶδε γεννᾶν τοὺς πάλαι τεθνηκότας.

    Ἰουλιανὸς καὶ γὰρ ὡς πάλαι σθένει,

    ἕλκων, μεθέλκων Ῥουσίου τὰς ἡνίας·

    καὶ νῦν γραφεὶς ἕστηκεν ὑψοῦ σὺν δίφρῳ·

    τὸ νεῦμα χεὶρ μένει δέ· τὴν νύσσαν δότε.

    1. Anonymi Epigrammatici

    Ἰουλιανὸς οὗτος ἅρμα Ῥουσίου

    ἔχων, ἐνίκα τοὺς ἐναντίους δρόμῳ.

    ἀλλʼ εἰ γραφεὺς παρεῖχε καὶ πνοῆς χάριν,

    ἕτοιμός ἐστι καὶ πάλιν διφρηλάτης

    καὶ πρόσθεν ἐλθεῖν, καὶ λαβεῖν καὶ τὸ στέφος.

    1. Julianus

    Στέφος πλέκων ποθʼ, εὗρον

    ἐν τοῖς ῥόδοις Ἔρωτα·

    καὶ τῶν πτερῶν κατασχὼν,

    ἐβάπτισ’ εἰς τὸν οἶνον.

    λαβὼν δʼ ἔπιον αὐτόν

    καὶ νῦν ἔσω μελῶν μου

    πτεροῖσι γαργαλίζει.