Book 12
Late Antiquity Quintus Smyrnaeus Greek- ἀλλʼ ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης
αἰχμηταὶ Δαναοί, πολέμου δʼ οὐ γίνετο τέκμωρ,
δὴ τότʼ ἀριστήων ἄγυριν ποιήσατο Κάλχας
εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπʼ ἐννεσίῃς Ἑκάτοιο
πτήσιας οἰωνῶν ἠδʼ ἀστέρας ἄλλα τε πάντα
σήμαθʼ, ὅσʼ ἀνθρώποισι θεῶν ἰότητι πέλονται,
καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε·
μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε,
ἀλλʼ ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε
καὶ δόλον, ὅς λαοῖσι καὶ ἡμῖν ἔσσετʼ ὄνειαρ·
ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα·
ἴρηξ σεῦε πέλειαν· ἐπειγομένη δʼ ἄρα κείνη
χηραμὸν ἐς πέτρης κατεδύσατο· τῇ δʼ ὁ χολωθεὶς
ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε
χηραμοῦ· ἡ δʼ ἀλέεινεν· ὁ δʼ ἐνθέμενος χόλον αἰνὸν
θάμνῳ ὑπεκρύφθη· ἡ δʼ ἔκθορεν ἀφραδίῃσιν
ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν· ὅς δʼ ἐπαερθεὶς
δειλαίῃ τρήρωνι φόνον στονόεντʼ ἐφέηκε·
τῷ νῦν μήτι βίῃ πειρώμεθα Τρώιον ἄστυ
περσέμεν, ἀλλʼ εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ.
ὣς ἄρʼ ἔφη· τῶν δʼ οὔτις ἔφη φρεσὶ τεκμήρασθαι
ἄλκαρ ὀϊζυροῖο μόθου· δίζοντο δὲ μῆχος
εὑρέμεναι· μοῦνος δὲ σαοφροσύνῃσι νόησεν
υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον·
ὦ φίλʼ, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν,
εἰ ἐτεὸν πέπρωται ἐϋπτολέμοισιν Ἀχαιοῖς
ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα,
ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες
βησόμεθʼ ἀσπασίως· λαοὶ δʼ ἀπὸ νόσφι νέεσθαι
ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δʼ ἄρα πάντες
ἃς κλισίας, ἵνα Τρῶες ἀπʼ ἄστεος ἀθρήσαντες
ἐς πεδίον προχέωνται ἀταρβέες· ἀλλά τις ἀνὴρ
θαρσαλέος, τόν γʼ οὔτις ἐπίσταται ἐν Τρώεσσι,
μιμνέτω ἔκτοθεν ἵππου ἀρήϊον ἐνθέμενος κῆρ,
ὅστις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν
ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων μέγʼ ἀλύξαι,
ἵππῳ ὑποπτήξας εὐεργέϊ· τὸν δʼ ἐκάμοντο
Παλλάδι χωομένῃ Τρώων ὕπερ αἰχμητάων·
καὶ τὰ μὲν ὣς ὲπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν,
εἰσόκε οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες,
ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα,
ὄφρʼ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πέληται,
τοῖς μὲν ἄρʼ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας,
τοὺς δʼ ἄρʼ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου
ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν.
ὣς φάτο· τὸν δʼ ἄρα πάντες ἐπῄνεον· ἔξοχα δʼ ἄλλων
Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατʼ Ἀχαιοῖς
μῆτιν καὶ δόλον ἐσθλόν, ὃς Ἀργείοισιν ἔμελλε
νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα·
τοὔνεκʼ ἀριστήεσσιν ἐϋπτολέμοισι μετηύδα·
μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε,
ὦ φίλοι, ἀλλὰ πιθέσθαι ἐϋπτολέμῳ Ὀδυσῆι·
οὐδέ οἱ ἔσσετʼ ἄπρηκτον ἐϋφρονέοντι νόημα·
ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ,
σήματα δʼ οὐκ ἀτέλεστʼ ἀναφαίνεται ἄλλοθεν ἄλλα·
Ζηνὸς μὲν γὰρ ὕπερθε μέγα κτυπέουσι διʼ αἴθρης
βρονταὶ ὁμῶς στεροπῇστ· παραΐσσουσι δὲ λαοὺς
δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες.
ἀλλʼ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα
μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγʼ ἀνάγκη
θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει·
κάρτιστοι δὲ τότʼ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν
παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου·
ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται
ἄστυ περὶ σφέτερον· μέγα δέ σφισι μαίνεται ἦτορ.
ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
ὦ Κάλχαν, δήϊοισι καταντίον ἄλκιμοι ἄνδρες
μάρνανται· τοὶ δʼ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων
οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει·
τῷ νῦν μήτε δόλον φραζώμεθα, μήτε τι μῆχος
ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας
καὶ δορί· θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες.
ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο·
ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο,
ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ ἐσθλῷ,
θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς·
ἀλλʼ οὔτʼ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ
ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο
οὔθʼ ἡμεῖς μάλα πολλὰ πονεύμενοι· ἀλλʼ ἄγε θᾶσσον
Κάλχαντος βουλῇσι θοάς ἐπὶ νῆας ἰόντες
ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ,
ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται
εἵνεκα τεκτοσύνης· δέδαεν δέ μιν ἔργον Ἀθήνη.
ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἀριστῆες πεπίθοντο
νόσφι Νεοπτολέμοιο δαΐφρονος· οὐδὲ μὲν ἐσθλὸν
πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος·
ὑσμίνης γὰρ ἔτʼ ἔσκον ὀϊζυρῆς ἀκόρητοι.
ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς
σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος
πάντα φέρειν, ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει,
ἐλπόμενοι πτολίεθρον ἐΰκτιτον ἐξαλαπάξαι·
ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο.
καί νύ κεν αἶψα τέλεσσαν, ὅσα σφίσιν ἤθελε θυμός,
εἰ μὴ Ζεὺς νεμέσησεν ἀπʼ αἰθέρος, ἀμφὶ δὲ γαῖαν
Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δʼ ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε, βάλεν δʼ ἀκάμαντα κεραυνὸν
ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα
Δαρδανίη· τῶν δʼ αἶψα μετετράπετʼ ἠῢ νόημα
ἐς φόβον· ἐκ δʼ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ,
καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο·
ἐς δʼ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις
μάντιν ἀγασσάμενοι, τὸν ἄρʼ ἐκ Διὸς ἔμμεν ἔφαντο,
ἐκ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα.
ἦμος δʼ αἰγλήεντα περιστρέφετʼ οὐρανὸν ἄστρα
πάντοθε μαρμαίροντα, πόνου δʼ ἐπιλήθεται ἀνήρ,
δὴ τότʼ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα
ἤλυθε παρθενικῇ ἁπαλόχροϊ πάντʼ εἰκυῖα
ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δʼ ἄρʼ Ἐπειοῦ
ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείραϊ, καί μιν ἀνώγει
τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι
αὐτὴ συγκαμέειν, αὐτὴ δʼ ἄφαρ ἀγχόθι βῆναι
ἔργον ἐς ὀτρύνουσα. Θεῆς δʼ ὅ γε μῦθον ἀκούσας
καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου·
ἔγνω δʼ ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ
ἄλλο παρὲξ ὥρμαινε, νόον δʼ ἔχεν αἰὲν ἐπʼ ἔργῳ
θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.
Ἠὼς δʼ ὁππόθʼ ἵκανεν ἀπωσαμένη κνέφας ἠῢ
εὶς ἔρεβος, χαροπὴ δὲ διʼ ἠέρος ἤιεν αἴγλη,
δὴ τότε θεῖον ὄνειρον ἐν Ἀργείοισιν Ἐπειός,
ὡς ἴδεν, ὡς ἤκουσεν, ἐελδομένοισιν ἔειπεν·
οἱ δέ οἱ εἰσαΐοντες ἀπειρέσιον κεχάροντο.
καὶ τότʼ ἄρʼ Ἀτρέος υἷες ἐς ἄγκεα τηλεθάοντα
Ἴδης ὑψικόμοιο θοοὺς προέηκαν ἱκέσθαι
ἀνέρας· οἱ δʼ ἐλάτῃσιν ἐπιβρίσαντες ἀνʼ ὕλην,
τάμνον δένδρεα μακρά· περικτυπέοντο δὲ βῆσσαι
θεινομένων· δολιχαὶ δὲ κατʼ οὔρεα μακρὰ κολῶναι
δεύοντʼ ἐκ ξυλόχοιο· νάπη δʼ ἀνεφαίνετο πᾶσα
θήρεσιν οὐκέτι τόσσον ἐπήρατος, ὡς τὸ πάροιθε·
πρέμνα δʼ ἀπαυαίνοντο βίην ποθέοντʼ ἀνέμοιο.
καὶ τὰ μὲν ἂρ πελέκεσσι διατμήγοντες Ἀχαιοὶ
ἐσσυμένως φορέεσκον ἐπʼ ᾐόνας Ἑλλησπόντου
ἐξ ὄρεος λασίοιο· μόγησε δὲ θυμὸς ἐπʼ ἔργῳ
αἰζηῶν τε καὶ ἡμιόνων· πονέοντο δὲ λαοὶ
ἄσπετον ἄλλοθεν ἄλλος ὑποδρήσσοντες Ἐπειῷ·
οἱ μὲν γὰρ τέμνεσκον ὑπʼ ὀκριόεντι σιδήρῳ
δούρατα καὶ σανίδας διεμέτρεον· οἱ δʼ ἄρʼ ἀπʼ ὄζους
λείαινον πελέκεσσιν ἔτʼ ἀπρίστων ἀπὸ φιτρῶν,
ἄλλος δʼ ἄλλο τι ῥέζε πονεύμενος· αὐτὰρ Ἐπειὸς
ἵππου δουρατέοιο πόδας κάμεν, αὐτὰρ ἔπειτα
νηδύα, τῇ δʼ ἐφύπερθε συνήρμοσε νῶτα καὶ ἰξὺν
ἐξόπιθεν, δειρὴν δὲ πάρος, καθύπερθε δὲ χαίτην
αὐχένος ὑψηλοῖο καθήρμοσεν, ὡς ἐτεόν περ
κινυμένην, λάσιον δὲ κάρη καὶ ἐΰτριχον οὐρήν,
οὔατά τʼ ὀφθαλμούς τε διειδέας ἄλλα τε πάντα,
οἷς ἐπικίνυται ἵππος· ἀέξετο δʼ ἱερὸν ἔργον
ὡς ἐτεὸν ζώοντος, ἐπεὶ θεὸς ἀνέρι τέχνην
δῶκʼ ἐρατήν· τετέλεστο δʼ ἐνὶ τρισὶν ἤμασι πάντα
Παλλάδος ἐννεσίῃσι· πολὺς δʼ ἐπεγήθεε λαὸς
Αργείων· θαύμαζε δʼ ὅπως ἐπὶ δούρατι θυμὸς
καὶ τάχος ἐκπεπόνητο ποδῶν, χρεμέθοντί τʼ ἐῴκει.
καὶ τότε δῖος Ἐπειὸς ὑπὲρ μεγακήτεος ἵππου
εὔχετʼ ἐπʼ ἀκαμάτῳ Τριτωνίδι χεῖρας ὀρέξας·
κλῦθι, θεὰ μεγάθυμε, σάου δʼ ἐμὲ καὶ τεὸν ἵππον.
ὣς φάτο· τοῦ δʼ ἐσάκουσε θεὰ πολύμητις Ἀθήνη,
καί ῥά οἱ ἔργον ἔτευξεν ἐπιχθονίοισιν ἀγητὸν
πᾶσιν, ὅσοι μιν ἴδοντο καὶ οἳ μετόπισθε πύθοντο.
ἀλλʼ ὅτε δὴ Δαναοὶ μὲν ἐγήθεον ἔργον Ἐπειοῦ
δερκόμενοι, Τρῶες δὲ πεφυζότες ἔνδοθι πύργων
μίμνον ἀλευάμενοι θάνατον καὶ ἀνηλέα κῆρα,
δὴ τότʼ ἐπʼ Ὠκεανοῖο ῥοὰς καὶ Τηθύος ἄντρα
Ζηνὸς ὑπερθύμοιο θεῶν ἀπάτερθε μολόντος
ἔμπεσεν ἀθανάτοισιν ἔρις· δίχα δέ σφισι θυμὸς
ἔπλετʼ ὀρινομένων· ἀνέμων δʼ ἐπιβάντες ἀέλλαις
οὐρανόθεν φορέοντο ποτὶ χθόνα· τοῖσι δʼ ὕπʼ αἰθὴρ
ἔβραχεν· οἱ δὲ μολόντες ἐπὶ Ξάνθοιο ῥέεθρα
ἀλλήλων ἵσταντο καταντίον, οἱ μὲν Ἀχαιῶν
οἱ δʼ ἄρʼ ὑπὲρ Τρώων· πολέμου δʼ ἔρος ἔμπεσε θυμῷ.
τοῖσι δʼ ὁμῶς ἀγέροντο καὶ οἳ λάχον εὐρέα πόντον.
καί ῥʼ οἱ μὲν δολόεντα κοτεσσάμενοι μενέαινον
ἵππον ἀμαλδῦναι σὺν νήεσιν, οἱ δʼ ἐρατεινὴν
Ἴλιον· αἶσα δʼ ἔρυκε πολύτροπος, ἐς δὲ κυδοιμὸν
τρέψε νόον μακάρεσσιν· Ἄρης δʼ ἐξῆρχε μόθοιο,
ἆλτο δʼ Ἀθηναίης κατεναντίον· ὣς δὲ καὶ ἄλλοι
σύμπεσον ἀλλήλοισι· περί σφισι δʼ ἄμβροτα τεύχη
χρύσεα κινυμένοισι μέγʼ ἴαχεν· ἀμφὶ δὲ πόντος
εὐρὺς ἐπεσμαράγησε· κελαινὴ δʼ ἔτρεμε γαῖα
ἀθανάτων ὑπὸ ποσσί· μακρὸν δʼ ἅμα πάντες ἄϋσαν.
σμερδαλέη δʼ ἐνοπὴ μέχρις οὐρανὸν εὐρὺν ἵκανε,
μέχρις ἐπʼ Ἀϊδονῆος ὑπερθύμοιο βέρεθρον·
Τιτῆνες δʼ ὑπένερθε μέγʼ ἔτρεσαν· ἀμφὶ δὲ μακρὴ
Ἴδη ἐπέστενε πᾶσα καὶ ἠχήεντα ῥέεθρα
ἀενάων ποταμῶν, δολιχαὶ δʼ ἅμα τοῖσι χαράδραι
νῆές τʼ Ἀργείων Πριάμοιό τε κύδιμον ἄστυ.
ἀλλʼ οὐκ ἀνθρώποισι πέλεν δέος· οὐδʼ ἐνόησαν
αὐτῶν ἐννεσίῃσι θεῶν ἔριν· οἱ δὲ κολώνας
χερσὶν ἀπορρήξαντες ἀπʼ οὔρεος Ἰδαίοιο
βάλλον ἐπʼ ἀλλήλους· αἱ δὲ ψαμάθοισιν ὁμοῖαι
ῥεῖα διεσκίδναντο θεῶν ἀμφʼ ἄσχετα γυῖα
ῥηγνύμεναι διὰ τυτθά. Διὸς δʼ ἐπὶ πείρασι γαίης
οὐ λάθον ἠῢ νόημα· λιπὼν δʼ ἄφαρ Ὠκεανοῖο
χεύματʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιε· τὸν δὲ φέρεσκον
εὖρος καὶ Βορέης, Ζέφυρος δʼ ἐπὶ τοῖσι Νότος τε,
τοὺς ὑπὸ θεσπέσιον ζυγὸν αἰόλος ἤγαγεν Ἶρις
ἅρματος αἰὲν ἐόντος, ὅ οἱ κάμεν ἄμβροτος Αἰὼν
χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἀτειρέος ἐξ ἀδάμαντος.
ἵκετο δʼ Οὐλύμποιο ῥίον μέγα· σὺν δʼ ἐτίναξεν
ἠέρα πᾶσαν ὕπερθε χολούμενος· ἄλλοθε δʼ ἄλλαι
βρονταὶ ὁμῶς στεροπῇσι μέγʼ ἔκτυπον· ἐκ δὲ κεραυνοὶ
ταρφέες ἐξεχέοντο ποτὶ χθόνα· καίετο δʼ ἀὴρ
ἄσπετον· ἀθανάτοισι δʼ ὑπὸ φρένας ἔμπεσε δεῖμα·
πάντων δʼ ἔτρεμε γυῖα καὶ ἀθανάτων περ ἐόντων.
τῶν δὲ περιδδείσασα κλυτὴ Θέμις εὖτε νόημα
ἆλτο διὰ νεφέων· τάχα δέ σφεας εἰσαφίκανεν·
οἴη γάρ στονόεντος ἀπόπροθι μίμνε μόθοιο·
τοῖον δʼ ἔκφατο μῦθον ἐρυκανόωσα μάχεσθαι·
ἴσχεσθʼ ἰωχμοῖο δυσηχέος· οὐ γὰρ ἔοικε
Ζηνὸς χωομένοιο μινυνθαδίων ἕνεκʼ ἀνδρῶν
μάρνασθʼ αἰὲν ἐόντας, ἐπεὶ τάχα πάντες ἄϊστοι
ἔσσεσθʼ· ἦ γὰρ ὕπερθεν ἐφʼ ὑμέας οὔρεα πάντα
εἰς ἓν ἀναρρήξας οὔθʼ υἱῶν οὔτε θυγατρῶν
φείσεται, ἀλλʼ ἄρα πάντας ὁμῶς ἐφύπερθε καλύψει
γαίῃ ἀπειρεσίῃ· οὐδʼ ἔσσεται ὔμμιν ἄλυξις
ἐς φάος· ἀργαλέος δὲ περὶ ζόφος αἰὲν ἐρύξει.
ὣς φάτο· τοὶ δʼ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν,
ὑσμίνης δʼ ἴσχοντο, χόλον δʼ ἀπὸ νόσφι Βάλοντο
ἀργαλέον, φιηότητα δʼ ὁμήθεα ποιήσαντο·
καί ῥʼ οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δʼ ἁλὸς εἴσω,
οἱ δʼ ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοιστ δʼ Ἀχαιοῖς
υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον·
ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι,
νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵτινές ἐστε
ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει
ἔργον ἀναγκαίης· ἀλλὰ μνησώμεθʼ Ἄρηος,
ἐς δʼ ἵππον βαίνωμεν ἐΰξοον, ὄφρα κε τέκμωρ
εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γάρ ἄμεινον
ἔσσεται ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν
ἄστυ μέγʼ ἐκπέρσωμεν, οὖ εἵνεκα δεῦρο μολόντες
πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης.
ἀλλʼ ἄγε δή, μένος ἠΰ καὶ ἄλκιμον ἐν φρεσί θέντες
. . .
καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα
χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει
θάρσος, ὅ πέρ τε μάλιστα πέλει κλέος ἀνθ ρώποισιν.
ἀλλʼ ἄγʼ, ἀριστῆες μὲν ἐῢν λόχου ἐντύνεσθε·
οἱ δʼ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες
μιμνέμεν, εἰσόκεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι
δήϊοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι.
αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι,
μιμνέτω ἄγχʼ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ·
καί οἱ πάντα μέλοιτο μάλʼ ἔμπεδον, ὁππόσʼ ἔγωγε
πρόσθʼ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ,
ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται.
ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ
ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν
ἐκτελέειν· τῷ καί μιν ἐϋφρονέοντʼ ἀνὰ θυμὸν
εὐρὺς ἀγάσσατο λαός· ὁ δʼ ἐν μέσσοισιν ἔειπεν·
ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες,
ἔργον μὲν τόδʼ ἔγωγε λιλαιομένοισι τελέσσω,
εἰ καὶ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται
βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ,
ἢ θανέειν δηΐοισιν ὑπʼ ἀνδράσιν, ἢ ὑπαλύξαι
Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.
ὣς φάτο θαρσαλέως· μέγα δʼ Ἀργεῖοι κεχάροντο·
καί τις ἔφη· ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε
σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων
ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι
ἢ νῶιν· νῦν γάρ που ὀΐομαι ἐσσυμένως περ
ἀργαλέου πολέμοιο τέκμωρ ἀΐδηλον ἔσεσθαι.
ὣς ἄρʼ ἔφη κατὰ λαὸν ἀρηϊφίλων τις Ἀχατῶν·
Νέστωρ δʼ αὖθʼ ἑτέρωθεν ἐποτρύνων μετέειπε·
νῦν χρειώ, φίλα τέκνα , βίης καὶ θάρσεος ἐσθλοῦ·
νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην
ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν·
ἀλλʼ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου
βαίνετʼ, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάξει·
ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο,
οἶον ὅτʼ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο
Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότʼ ἔγωγε
πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον,
εἰ μὴ ἄρʼ ἀντίθεος Πελίης ἀέκοντά μʼ ἔρυκε·
νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλʼ ἄρα καὶ ὥς,
ὡς νέος ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου
θαρσαλέως· θάρσος δὲ κλέος καὶ κῦδος ὁπάσσει.
ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος·
ὧ Νέστορ, σὺ μέν ἐσσὶ νόῳ προφερέστατος ἀνδρῶν
πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρπεν,
οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο·
τῷ σε χρὴ Τενέδοιο πρὸς ῇόνας ἀπονέεσθαι·
ἐς δὲ λόχον νέοι ἄνδρες ἔθʼ ὑσμίνης ἀκόρητοι
βησόμεθʼ ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.
ὣς φάτο· τοῦ δʼ ἄγχιστα κιὼν Νηλήιος υἱὸς
ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τʼ ἐφύπερθεν,
οὕνεχʼ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον,
αὐτὸν δʼ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν
ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι·
καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν·
ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ εΰφρονι μύθῳ
ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν
Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ·
ὀψὲ δʼ ἄρʼ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν
πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά·
ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν,
ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δʼ ἐς μέσσον ἔλασσαν·
τούνεκα ῥηιδίη μέν ἐς ἀργαλέην κακότητα
αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δʼ ἐπὶ κῦδος,
μέσφʼ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ.
ὣς φάτο· τὸν δʼ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός·
ὦ γέρον, ὡς σύ γʼ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο
ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως·
εἰ δʼ ἑτέρως ἐθέλουσι θεοί , καὶ τοῦτο τετύχθω·
βουλοίμην γὰρ ὑπʼ Ἄρεϊ ἐϋκλειῶς ἀπολέσθαι,
ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι.
ὣς εἰπὼν ὤμοισι κατʼ ἄμβροτα θήκατο τεύχη
πατρὸς ἑοῦ· τοὶ δʼ αἶψα καὶ αὐτοὶ θωρήχθησαν
ἡρώων οἱ ἄριστοι, ὅσοις θρασὺς ἔπλετο θυμός.
τούς μοι νῦν καθʼ ἕκαστον ἀνειρομένῳ σάφα Μοῦσαι
ἔσπεθʼ , ὅσοι κατέβησαν ἄσω πολυχανδέος ἵππου·
ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατʼ ἀοιδήν,
πρίν μοι ἔτʼ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον,
σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι
τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι,
Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ,
οὔρεΐ τʼ οὔτε λίην χθαμαλῷ οὔθʼ ὑψόθι πολλῷ.
πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα
υἱὸς Ἀχιλλῆος, σὺν δὲ κρατερὸς Μενέλαος
ἠδʼ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης·
βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς,
σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης,
Αἴας τʼ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης,
Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω,
σὺν δʼ ἄρʼ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε
Τεῦκρός τʼ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος,
Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς·
σὺν δʼ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε
Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τʼ Ἀγαπήνωρ,
σὺν δʼ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός·
ἄλλοι δʼ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχʼ ἄριστοι,
ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν.
ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός,
ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δʼ ᾦ ἐνὶ θυμῷ
ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδʼ ἐπερεῖσαι·
τοὔνεκα δὴ πάντων βῆ δεύτατος· εἴρυσε δʼ εἴσω
κλίμακας, ᾖς ἀνέβησαν· ὁ δʼ αὖ μάλα πάντʼ ἐπερείσας
αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ
πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου.
οἱ δʼ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον
ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον.
τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε
σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων·
τοὺς δὲ καἰ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου
Ἀργεῖοι κατέρυξαν, ἵνʼ ἐν νήεσσι μένοντες
λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες
ἔργον ἐποίχονται, ὁπότʼ εἰσορόωσιν ἄνακτες·
τοὔνεκʼ ἄρʼ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες.
οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·
εὐνὰς δʼ ἔνθʼ ἔβαλον κατὰ βένθεος· ἐκ δʼ ἔβαν αὐτοὶ
νηῶν ἐσσυμένως· ἀπὸ δʼ ἔκτοθι πείσματʼ ἔδησαν
ἠιόνων· αὐτοὶ δὲ παραυτόθι μίμνον ἕκηλοι
δέγμενοι, ὁππότε πυρσὸς ἐελδομένοισι φανείη.
οἱ δʼ ἄρʼ ἐν ἵππῳ ἔσαν δηΐων σχεδόν, ἄλλοτε μέν που
φθεῖσθαι ὀϊόμενοι, ὁτὲ ἱερὸν ἄστυ δαΐξαι·
καὶ τὰ μὲν ἐλπομένοισιν ἐπήλυθεν Ἠριγένεια.
Τρῶες εἰσενόησαν ἐπʼ ᾐόσιν Ἑλλησπόντου
καπνὸν ἔτʼ ἀΐσσοντα διʼ ἠέρος· οὐδʼ ἄρα νῆας
δέρκονθʼ, αἵ σφιν ἔνεικαν ἀφʼ Ἑλλάδος αἰνὸν ὄλεθρον.
γηθόσυνοι δʼ ἄρα πάντες ἐπέδραμον αἰγιαλοῖσι
τεύχἐ ἐφεσσάμενοι· ἔτι γὰρ δέος ἄμφεχε θυμόν·
ἵππον δʼ εἰσενόησαν ἐΰξοον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ
θάμβεον ἑσταότες· μάλα γὰρ μέγα ἔργον ἐτὺχθη·
ἀγχόθι δʼ αὖτε Σίνωνα δυσάμμορον εἰσενόησαν·
καί μιν ἀνειρόμενοι Δαναῶν ὕπερ ἄλλοθεν ἄλλος
μέσσον ἐκυκλώσαντο περισταδόν· ἀμφὶ δὲ μύθοις
μειλιχίοις εἴροντο πάρος· μετέπειτα δʼ ὁμοκλῇ
σμερδαλέῃ· καὶ πολλὰ δολόφρονα φῶτα δάϊζον
πολλὸν ἐπὶ χρόνον αἰέν· ὁ δʼ ἔμπεδον ἠΰτε πέτρη
μίμνεν ἀτειρέα γυἶ ἐπιειμένος· ὀψὲ δʼ ἄρʼ αὐτοῦ
οὔαθʼ ὁμῶς καὶ ῥῖνας ἀπὸ μελέων ἐτάμοντο
πάμπαν ἀεικίζοντες, ὅπως νημερτέα εἴπῃ,
ὅππῃ ἔβαν Δαναοὶ σὺν νήεσιν, ἢ τί καὶ ἵππος
ἔνδον ἐρητύεσκεν. ὁ δʼ ἐνθέμενος φρεσὶ κάρτος
λώβης οὐκ ἀλέγιζεν ἀεικέος, ἀλλʼ ἐνὶ θυμῷ
ἔτλη καὶ πληγῇσι καὶ ἐν πυρὶ τειρόμενός περ
ἀργαλέως· Ἥρη γὰρ ἐνέπνευσεν μέγα κάρτος·
τοῖα δʼ ἄρʼ ἐν μέσσοισι δολοφρονέων ἀγόρευεν·
Ἀργεῖοι μέν νηυσὶν ὑπὲρ πόντοιο φέβονται
μακρῷ ἀκηδήσαντες ἐπὶ πτολέμῳ καὶ ἀνίῃ·
Κάλχαντος δʼ ἰότητι δαΐφρονι Τριτογενείῃ
ἵππον ἐτεκτήναντο, θεῆς χόλον ὄφρʼ ἀλέωνται
πάγχυ κοτεσσαμένης Τρώων ὕπερ· ἀμφὶ δὲ νόστου
ἐννεσίῃς Ὀδυσῆος ἐμοὶ μενέαινον ὄλεθρον,
ὄφρα με δῃώσωσι δυσηχέος ἄγχι θαλάσσης
δαίμοσιν εἰναλίοις. ἐμὲ δʼ οὐ λάθον, ἀλλʼ ἀλεγεινὰς
σπονδάς τʼ οὐλοχύτας τε μάλʼ ἐσσυμένως ὑπαλύξας
ἀθανάτων βουλῇσι παραὶ ποσὶ κάππεσον ἵππου·
οἱ δὲ καὶ οὐκ ἐθέλοντες ἀναγκαίῃ με λίποντο
ἁζόμενοι μεγάλοιο Διὸς κρατερόφρονα κούρην.
ὣς φάτο κερδοσύνῃσι καὶ οὐ κάμεν ἄλγεσι θυμόν·
ἀνδρὸς γὰρ κρατεροῖο κακὴν ὑποτλῆναι ἀνάγκην.
τῷ δʼ οἱ μὲν πεπίθοντο κατὰ στρατόν, οἱ δʼ ἄρʼ ἔφαντο
ἔμμεναι ἠπεροπῆα πολύτροπον, οἷς ἄρα βουλὴ
ἥνδανε Λαοκόωντος· ὁ γὰρ πεπνυμένα βάζων
φῆ δόλον ἔμμεναι αἰνὸν ὑπʼ ἐννεσίῃσιν Ἀχαιῶν,
πάντας δʼ ὀτρύνεσκε θοῶς ἐμπρησέμεν ἵππον,
ἵππον δουράτεον καὶ γνώμεναι εἴ τι κεκεύθει.
καί νύ κέ οἱ πεπίθοντο καὶ ἐξήλυξαν ὄλεθρον,
εἰ μὴ Τριτογένεια, κοτεσσαμένη περὶ θυμῷ
αὐτῷ καὶ Τρώεσσι καὶ ἄστεϊ, γαῖαν ἔνερθεν
θεσπεσίην ἐλέλιξεν ὑπαὶ ποσὶ Λαοκόωντος.
τῷ δʼ ἄφαρ ἔμπεσε δεῖμα· τρόμος δʼ ἀμφέκλασε γυῖα
ἀνδρὸς ὑπερθύμοιο· μέλαινα δέ οἱ περὶ κρατὶ
νὺξ ἐχύθη· στυγερὸν δὲ κατὰ βλεφάρων πέσεν ἄλγος,
σὺν δʼ ἔχεεν λασίῃσιν ὑπʼ ὀφρύσιν ὄμματα φωτός·
γλῆναι δʼ ἀργαλέῃσι πεπαρμέναι ἀμφʼ ὀδύνῃσι
ῥιζόθεν ἐκλονέοντο· περιστρωφῶντο δʼ ὀπωπαὶ
τειρόμεναι ὑπένερθεν· ἄχος δʼ ἀλεγεινὸν ἵκανεν
ἄχρι καὶ ἐς μήνιγγας ἰδʼ ἐγκεφάλοιο θέμεθλα·
τοῦ δʼ ὁτὲ μὲν φαίνοντο μεμιγμένοι αἵματι πολλῷ
ὀφθαλμοί, ὁτὲ δʼ αὖτε δυσαλθέα γλαυκιόωντες·
πολλάκι δʼ ἔρρεον οἷον ὅτε στυφελῆς ἀπὸ πέτρης
εἴβεται ἐξ ὀρέων νιφετῷ πεπαλαγμένον ὕδωρ·
μαινομένῳ δʼ ἤικτο, καὶ ἔδρακε διπλόα πάντα
αἰνὰ μάλα στενάχων. καὶ ἔτι Τρώεσσι κέλευεν,
οὐδʼ ἀλέγιζε μόγοιο· φάος δέ οἱ ἐσθλὸν ἄμερσε
δῖα θεά· λευκαὶ δʼ ἄρʼ ὑπὸ βλέφαρʼ ἔσταν ὀπωπαὶ
αἵματος ἐξ ὀλοοῖο· περιστενάχιζε δὲ λαὸς
οἰκτείρων φίλον ἄνδρα, καὶ ἀθανάτην Ἀγελείην
ἐρριγώς, μή τι παρήλιτεν ἀφραδίῃσιν,
καί σφιν ἐς αἰνὸν ὄλεθρον ἀνεγνάμφθη νόος ἔνδον,
δειδιότων, μὴ δή σφι καὶ αὐτοῖς ἄλγος ἕπηται
οὕνεκα λωβήσαντο δέμας μογεροῖο Σίνωνος
ἐλπόμενοι κατὰ θυμὸν ἐτήτυμα πάντʼ ἀγορεύσειν·
τοὔνεκα προφρονέως μιν ἄγον ποτὶ Τρώιον ἄστυ
ὀψέ περ οἰκτείραντες. ἀγειρόμενοι δʼ ἅμα πάντες
σειρὴν ἀμφεβάλοντο θοῶς περιμήκεϊ ἵππῳ
δησάμενοι καθύπερθεν, ἐπεί ῥά οἱ ἐσθλὸς Ἐπειὸς
ποσσὶν ὑπὸ βριαροῖσιν ἐΰτροχα δούρατʼ ἔθηκεν,
ὄφρα κεν αἰζηοῖσιν ἐπὶ πτολίεθρον ἕπηται
ἑλκόμενος Τρώων ὑπὸ χείρεσιν. οἱ δʼ ἅμα πάντες
εἷλκον ἐπιβρίσαντες ἀολλέες, ἠΰτε νῆα
ἕλκωσιν μογέοντες ἔσω ἁλὸς ἠχηέσσης
αἰζηοί, στιβαραὶ δὲ περιστενάχουσι φάλαγγες
τριβόμεναι, δεινὸν δὲ τρόπις περιτετριγυῖα
ἀμφὶς ὀλισθαίνουσα κατέρχεται εἰς ἁλὸς οἶδμα·
ὣς οἵ γε σφίσι πῆμα ποτὶ πτόλιν ἔργον Ἐπειοῦ
πανσυδίῃ μογέοντες ἀνείρυον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
πολλὸν ἄδην στεφέων ἐριθηλέα κόσμον ἔθεντο·
αὐτοὶ δʼ ἐστέψαντο κάρη· μέγα δʼ ἤπυον αὐλοὶ
ἀλλήλοις ἐπικεκλομένοι· ἐγέλασσε δʼ Ἐνυὼ
δερκομένη πολέμοιο κακὸν τέλος· ὑψόθι δʼ Ἥρη
τέρπετʼ· Ἀθηναίη δʼ ἐπεγήθεεν· οἱ δὲ μολόντες
ἄστυ ποτὶ σφέτερον μεγάλης κρήδεμνα πόληος
λυσάμενοι λυγρὸν ἵππον ἐσήγαγον· αἱ δʼ ὀλόλυξαν
Τρωιάδες, πᾶσαι δὲ περισταδὸν εἰσορόωσαι
θάμβεον ὄβριμον ἔργον· ὃ δέ σφισιν ἔκρυφε πῆμα.
Λαοκόων δʼ ἔτʼ ἔμιμνεν ἐποτρύνων ἑτάροισιν
ἵππον ἀμαλδῦναι μαλερῷ πυρί· τοὶ δέ οἱ οὔτι
πείθοντʼ, ἀθανάτων γὰρ ὑποτρομέεσκον ὁμοκλήν.
τῷ δʼ ἔπι κύντερον ἄλλο θεὰ μεγάθυμος Ἀθὴνη
δυστήνοις τεκέεσσιν ἐμήδετο Λαοκόωντος.
δὴ γάρ που πέλεν ἄντρον ὑπὸ στυφελώδεϊ πέτρῃ
ἠερόεν, θνητοῖσιν ἀνέμβατον, ᾧ ἔνι θῆρες
σμερδαλέοι ναίεσκον ἔτʼ οὐλομένοιο γενέθλης
Τυφῶνος νήσοιο κατὰ πτύχας, ἥν τε Καλύδνην
λαοὶ ἐπικλείουσιν ἔσω ἁλὸς ἀντία Τροίης.
ἔνθεν ἀναστήσασα βίην καλέεσκε δρακόντων
ἐς Τροίην· οἱ δʼ αἶψα θεῆς ὕπο κινηθέντες
νῆσον ὅλην ἐτίναξαν· ἐπεσμαράγησε δὲ πόντος
νισσομένων, καὶ κῦμα διΐστατο· τοὶ δʼ ἐφέροντο
αἰνὸν λιχμώωντες· ἔφριξε δὲ κήτεα πόντου·
ἀμφὶ δʼ ἄρα στενάχοντο μέγα Ξάνθοιο θύγατρες
νύμφαι καὶ Σιμόεντος· ἀπʼ Οὐλύμποιο δὲ Κύπρις
ἄχνυτο· τοὶ δʼ ἄφαρ ἷξον ὅπῃ θεὸς ὀτρύνεσκε,
θήγοντες βλοσυρῇσι γενειάσι λοιγὸν ὀδόντων
δυστήνοις ἐπὶ παισί· κακὴ δʼ ἐπενίσσετο φύζα
Τρῶας, ὅτʼ εἰσενόησαν ἀνὰ πτόλιν αἰνὰ πέλωρα·
οὐδέ τις αἰζηῶν οὐδʼ εἰ μένος ἄτρομος ἦεν
μεῖναι ἔτλη· πάντας γὰρ ἀμείλιχον ἄμφεχε δεῖμα
θῆρας ἀλευομένους, ὀδύνη δʼ ἔχεν· ἂν δὲ γυναῖκες
οἴμωζον· καί πού τις ἑῶν ἐπελήσατο τέκνων
αὐτὴ ἀλευομένη στυγερὸν μόρον· ἀμφὶ δὲ Τροίη
ἔστενʼ ἐπεσσυμένων· πολλοὶ δʼ ἄφαρ εἰς ἓν ἰόντες
γυῖα περιδρύφθησαν· ἐνεστείνοντο δʼ ἀγυιαῖς
ἀμφιπεριπτώσσοντες. ἔλειπτο δὲ μοῦνος ἄπωθεν
Λαοκόων ἅμα παισί· πέδησε γὰρ οὐλομένη Κὴρ
καὶ θεός. οἱ δέ οἱ υἷας ὑποτρομέοντας ὄλεθρον
ἀμφοτέρους ὀλοῇσιν ἀνηρείψαντο γένυσσι
πατρὶ φίλῳ ὀρέγοντας ἑὰς χέρας· οὐδʼ ὅ γʼ ἀμύνειν
ἔσθενεν· ἀμφὶ δὲ Τρῶες ἀπόπροθεν εἰσορόωντες
κλαῖον ὑπὸ κραδίῃσι τεθηπότες. οἱ δʼ ἄρʼ Ἀθήνης
προφρονέως τελέσαντες ἀπεχθέα Τρωσὶν ἐφετμὴν
ἄμφω ἀϊστώθησαν ὑπὸ χθόνα· τῶν δʼ ἔτι σῆμα
φαίνεθʼ, ὅπου κατέδυσαν ἐς ἱερὸν Ἀπόλλωνος·
Περγάμῳ ἐν ζαθέῃ. προπάροιθε δὲ Τρώιοι υἷες
παίδων Λαοκόωντος ἀμείλιχα δῃωθέντων
τεῦξαν ἅμʼ ἀγρόμενοι κενεὸν τάφον, ᾧ ἔπι δάκρυ
χεῦε πατὴρ ἀλαοῖσιν ὑπʼ ὄμμασιν· ἀμφὶ δὲ μήτηρ
πολλὰ κινυρομένη κενεῷ ἐπαΰτεε τύμβῳ
ἐλπομένη τι καὶ ἄλλο κακώτερον, ἔστενε δʼ ἄτην
ἀνέρος ἀφραδίῃς, μακάρων δʼ ὑπεδείδιε μῆνιν·
ὡς δʼ ὅτʼ ἐρημαίην περιμύρεται ἀμφὶ καλιὴν
πολλὰ μάλʼ ἀχνυμένη κατὰ δάσκιον ἄγκος ἀηδών,
ἧς ἔτι νήπια τέκνα, πάρος κελαδεινὸν ἀείδειν,
δάμναθʼ ὑπὸ γναθμοῖσι μένος βλοσυροῖο δράκοντος,
μητέρι δʼ ἄλγεα θῆκε, καὶ ἄσπετον ἀσχαλόωσα
μύρεται ἀμφὶ δόμον κενεὸν μάλα κεκληγυῖα·
ὣς ἥ γε στενάχιζε λυγρῷ τεκέων ἐπʼ ὀλέθρῳ
μυρομένη κενεῷ περὶ σήματι· σὺν δέ οἱ ἄλλο
πῆμα μάλʼ ἀργαλέον πόσιος πέλεν ἀμφʼ ἀλαοῖο.
καί ῥʼ ἡ μὲν φίλα τέκνα καὶ ἀνέρα κωκύεσκε
τοὺς μὲν ἀποφθιμένους τὸν δʼ ἄμμορον ἠελίοιο·
Τρῶες δʼ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς
λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει
λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.
ἱερὰ δʼ οὐ καίοντο, πυρὸς δʼ ἐσβέννυτʼ ἀϋτμή,
ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο·
καπνὸς δʼ αἱματόεις ἀνεκήκιε· μηρὰ δὲ πάντα
πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί·
σπονδαὶ δʼ αἷμα γένοντο· θεῶν δʼ ἐξέρρεε δάκρυ,
καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δʼ ἐφέροντο
ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ
τείχεα καὶ πύργοι μεγάλʼ ἔκτυπον, ὡς ἀχέοντες·
αὐτόματοι δʼ ἄρʼ ὀχῆες ἀνωίγνυντο πυλάων
αἰνὸν κεκλήγοντες· ἐπεστενάχοντο δὲ λυγρὸν
ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες·
ἄστρα δὲ πάντʼ ἐφύπερθε θεοδμήτοιο πόληος
ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος
οὐρανοῦ αἰγλήεντος· ἀπαυαίνοντο δὲ δάφναι
πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι·
ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο
ἔντοσθεν πυλέων· μάλα μυρία δʼ ἄλλα φαάνθη
σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα.
ἀλλʼ οὐ δεῖμʼ ἀλεγεινὸν ὑπὸ Τρώων φρένας ἷξε
δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατʼ ἄστυ·
κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρʼ ἐπὶ δαιτὶ
πότμον ἀναπλήσωσιν ὑπʼ Ἀργείοισι δαμέντες.
οἴη δʼ ἔμπεδον ἦτορ ἔχεν πινυτόν τε νόημα
Κασσάνδρη, τῆς οὔποτʼ ἔπος γένετʼ ἀκράαντον,
ἀλλʼ ἄρʼ ἐτήτυμον ἔσκεν· ἀκούετο δʼ ἔκ τινος αἴσης
ὡς ἀνεμώλιον αἰέν, ἵνʼ ἄλγεα Τρωσὶ γένηται.
ἡ ῥʼ ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν
εἰς ἕν ἅμʼ ἀΐσσοντα, μέγʼ ἴαχεν, εὖτε λέαινα,
ἥν ῥά τʼ ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης
οὐτάσῃ ἠὲ βάλῃ, τῆς δʼ ἐν φρεσὶ μαίνεται ἦτορ
. . .
πάντῃ ἀνʼ οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή·
ὥς ἄρα μαιμώωσα θεόπροπον ἔνδοθεν ἦτορ
ἤλυθεν ἐκ μεγάροιο· κόμαι δέ οἱ ἀμφεκέχυντο
ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι·
ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα· τῆς ὑπὸ δειρή,
ἐξ ἀνέμων ἅτε πρέμνον, ἄδην ἐλελίζετο πάντῃ.
καί ῥα μέγα στονάχησε καὶ ἴαχε παρθένος ἐσθλή·
ἆ δειλοί, νῦν βῆμεν ὑπὸ ζόφον· ἀμφὶ γὰρ ἡμῖν
ἔμπλειον πυρὸς ἄστυ καὶ αἵματος ἠδὲ καὶ οἴτου
λευγαλέου· πάντῃ δὲ τεράατα δακρυόεντα
ἀθάνατοι φαίνουσι, καὶ ἐν ποσὶ τέρματʼ ὀλέθρου.
σχέτλιοι, οὐδέ τι ἴστε κακὸν μόρον, ἀλλʼ ἅμα πάντες
χαίρετʼ ἄρʼ ἀφραδέοντες, οἳ ἠγάγετʼ ἐς πόλιν αὐτοὶ
Ἀργείων λυγρὸν ἵππον ὃ γὰρ μέγα πῆμα κέκευθεν.
ἀλλά μοι οὐ πείθεσθʼ, οὐδʼ εἰ μάλα πόλλʼ ἀγορεύω,
οὕνεκʼ Ἐριννύες ἄκρα γάμου κεχολωμέναι αἰνοῦ
ἀμφʼ Ἑλένης, καὶ Κῆρες ἀμείλιχοι ἀΐσσουσι
πάντῃ ἀνὰ πτολίεθρον· ἐπʼ εἰλαπίνῃ δʼ ἀλεγεινῇ
δαίνυσθʼ ὕστατα δόρπα κακῷ πεφορυγμένα λύθρῳ
ἤδη ἐπιψαύοντες ὁμὴν ὁδὸν εἰδώλοισι.
καί τις κερτομέων ὀλοφώιον ἔκφατο μῦθον·
ὦ κούρη Πριάμοιο, τί ἤ νύ σε μάργος ἀνώγει
γλῶσσα κακοφραδίη τʼ ἀνεμώλια πάντʼ ἀγορεύειν;
οὐδέ σε παρθενικὴ καὶ ἀκήρατος ἀμφέχει αἰδώς,
ἀλλά σε λύσσʼ ὀλοὴ περιδέδρομε· τῷ νύ σε πάντες
αἰὲν ἀτιμάζουσι βροτοὶ πολύμυθον ἐοῦσαν.
ἔρρε καὶ Ἀργείοισι κακὴν προτιόσσεο φήμην
ἠδʼ αὐτῇ· τάχα γάρ σε καὶ ἀργαλεώτερον ἄλγος
μίμνει Λαοκόωντος ἀναιδέος· οὐ γὰρ ἔοικεν
ἀθανάτων φίλα δῶρα δαϊζέμεν ἀφραδέοντα.
ὣς ἄρʼ ἔφη Τρώων τις ἀνὰ πτόλιν· ὥς δὲ καὶ ἄλλοι
κούρην μωμήσαντο καὶ οὐ φάσαν ἄρτια βάζειν,
οὕνεκʼ ἄρα σφίσι πῆμα καὶ ἀργαλέον μένος Αἴσης
ἄγχι παρειστήκει· τοὶ δʼ οὐ νοέοντες ὄλεθρον
κείνην κερτομέοντες ἀπέτρεπον εὐρέος ἵππου·
ἦ γάρ οἱ μενέαινε διὰ ξύλα πάντα κεδάσσαι,
ἠὲ καταπρῆσαι μαλερῷ πυρί· τοὔνεκα πεύκης
αἰθομένης ἔτι δαλὸν ἀπʼ ἐσχαρεῶνος ἑλοῦσα
ἔσσυτο μαιμώωσʼ· ἑτέρῃ δʼ ἐν χειρὶ φέρεσκεν
ἀμφίτυπον βουπλῆγα· λυγροῦ δʼ ἐπεμαίετο ἵππου,
ὄφρα λόχον στονόεντα καὶ ἀμφαδὸν ἀθρήσωσι
Τρῶες· τοὶ δέ οἱ αἶψα χερῶν ἀπὸ νόσφι βαλόντες
πῦρ ὀλοόν τε σίδηρον, ἀκηδέες ἐντύνοντο
δαῖτα λυγρήν· μάλα γάρ σφας ἐπήιεν ὑστατίη νύξ.
Ἀργεῖοι δʼ ἔντοσθεν ἐγήθεον εἰσαΐοντες
δαινυμένων ὅμαδον κατὰ Ἴλιον οὐδʼ ἀλεγόντων
Κασσάνδρης, τήν ῥʼ αὐτοὶ ἐθάμβεον, ὡς ἐτέτυκτο
ἀτρεκέως εἰδυῖα νόον καὶ μῆτιν Ἀχαιῶν.
Ἡ δʼ ἅτε πόρδαλις ἔσσυτʼ ἐν οὔρεσιν ἀσχαλόωσα,
ἥν τʼ ἀπὸ μεσσαύλοιο κύνες μογεροί τε νομῆες
σεύοντʼ ἐσσυμένως, ἡ δʼ ἄγριον ἦτορ ἔχουσα
ἐντροπαλιζομένη ἀναχάζεται τειρομένη περ·
ὣς ἥ εὐρέος ἵππου ἀπέσσυτο τειρομένη κῆρ
Τρώων ἀμφὶ φόνῳ· μάλα γὰρ μέγα δέχνυτο πῆμα.