Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    The Fall of Troy

    Book 13

    Quintus Smyrnaeus

    33 min
    1. οἱ δʼ ἄρʼ ἀνὰ πτολίεθρον ἐδόρπεον· ἐν δʼ ἄρα τοῖσιν

    αὐλοὶ ὁμῶς σύριγξι μέγʼ ἤπυον· ἀμφὶ δὲ πάντῃ

    μολπὴ ἐπʼ ὀρχηθμοῖσι καὶ ἄκριτος ἔσκεν ἀϋτὴ

    δαινυμένων, οἵη τε πέλει παρὰ δαιτὶ καὶ οἴνῳ.

    ὧδε δέ τις χείρεσσι λαβὼν ἔμπλειον ἄλεισον

    πῖνεν ἀκηδέστως· βαρύθοντο δέ οἱ φρένες ἔνδον

    ἀμφὶ δʼ ἄρʼ ὀφθαλμοὶ στρεφεδίνεον· ἄλλο δʼ ἐπʼ ἄλλῳ

    ἐκ στόματος προΐεσκεν ἔπος κεκολουμένα βάζων·

    καί ῥά οἱ ἐν μεγάρῳ κειμήλια καὶ δόμος αὐτὸς

    φαίνετο κινυμένοισιν ἐοικότα· πάντα δʼ ἐώλπει

    ἀμφιπεριστρωφᾶσθαι ἀνὰ πτόλιν· ὄσσε δʼ ἄρʼ ἀχλὺς

    ἄμφεχεν· ἀκρήτῳ γὰρ ἀμαλδύνονται ὀπωπαὶ

    καὶ νόος αἰζηῶν, ὁπότʼ ἐς φρένα χανδὸν ἵκηται·

    καί ῥα καρηβαρέων τοῖον ποτὶ μῦθον ἔειπεν·

    ἦ ῥʼ ἅλιον Δαναοὶ πουλὺν στρατὸν ἐνθάδʼ ἄγειραν,

    σχέτλιοι, οὐδʼ ἐτέλεσσαν ὅσα φρεσὶ μηχανόωντο,

    ἀλλʼ αὕτως ἀπόρουσαν ἀπʼ ἄστεος ἡμετέροιο

    νηπιάχοις παίδεσσιν ἐοικότες ἠὲ γυναιξίν.

    ὣς ἄρʼ ἔφη Τρώων τις ἐεργόμενος φρένας οἴνῳ,

    νήπιος· οὐδʼ ἄρʼ ἐφράσσατʼ ἐπὶ προθύροισιν ὄλεθρον.

    εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλον

    οἴνῳ ἀναπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ,

    δὴ τότʼ ἄρʼ αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε

    δεικνὺς Ἀργείοισι πυρὸς σέλας. ἀμφὶ δέ οἱ κῆρ

    ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται

    Τρῶες ἐϋσθενέες, τάχα δʼ ἀμφαδὰ πάντα γένηται·

    ἀλλʼ οἱ μὲν λεχέεσι πανύστατον ὕπνον ἴαυον

    πολλῷ ὑπʼ ἀκρήτῳ βεβαρηότες· οἱ δʼ ἐσιδόντες

    ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.

    αὐτὸς δʼ ἄγχʼ ἵπποιο Σίνων κίεν· ἦκα δʼ ἄϋσεν,

    ἦκα μάκʼ, ὡς μήπου τις ἐνὶ Τρώεσσι πύθηται,

    ἀλλʼ οἶοι Δαναῶν ἡγήτορες, ὧν ἀπὸ νόσφιν

    ὕπνος ἄδην πεπότητο λιλαιομένων πονέεσθαι.

    οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δʼ Ὀδυσῆα

    πάντες ἐπʼ οὔατʼ ἔνευσαν· ὁ δέ σφεας ὀτρύνεσκεν

    ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι· οἱ δʼ ἐπίθοντο

    ἐς μόθον ὀτρύνοντι, καὶ ἐξ ἵπποιο χαμᾶζε

    ὥρμαινον προνέεσθαι· ὁ δʼ ἰδρείῃσιν ἔρυκε

    πάντας ἅμʼ ἐσσυμένους· αὐτὸς δʼ ἄρα χερσὶ θοῇσιν

    ἵππου δουρατέοιο μάλʼ ἀτρέμας ἔνθα καὶ ἔνθα

    πλευρὰ διεξώϊξεν ἐϋμμελίῃ, ὑπʼ Ἐπειῷ.

    βαιὸν δʼ ἐξανέδυ σανίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ

    Τρῶας παπταίνεσκεν, ἐγρηγορότʼ εἴπου ἴδοιτο·

    ὡς δʼ ὅταν ἀργαλέῳ λιμῷ βεβολημένος ἦτορ

    ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλʼ ἐδωδῆς

    ποίμνης πρὸς σταθμὸν εὐρὺν, ἀλευόμενος δʼ ἄρα φῶτας

    καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι,

    βαίνῃ ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος·

    ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ

    ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες

    νισσόμενοι κλίμαξι κατὰ στίχας, ἅσπερ Ἐπειὸς

    τεῦξεν ἀριστήεσσιν ἐϋσθενέεσσι κέλευθα

    ἵππον ἐσερχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν.

    οἵ ῥα τότʼ ἀμφʼ αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,

    θαρσαλέοις σφήκεσσιν ἐοικότες, οὕδ τε κλονήσῃ

    δρυτόμος, οἱ δʼ ἅμα πάντες ὀρινόμενοι περὶ θυμῷ

    ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν·

    ὣς οἵ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο

    ἐς Τρώων πτολίεθρον ἐΰκτιτον· ἐν δʼ ἄρα τοῖσι

    πάλλετʼ ἐνὶ στέρνοισι κέαρ . . .

    . . . τάχα δʼ οἱ μὲν ἔναιρον

    δυσμενέας . . .

    . . . τοὶ δʼ ἔτʼ ἔρεσσον ἔσω ἁλός· αἱ δʼ ἐφέροντο

    νῆες ὑπὲρ μέγα χεῦμα· Θέτις δʼ ἴθυνε κέλευθα

    οὖρον ἐπιπροϊεῖσα· νόος δʼ ἄρʼ ἰαίνετʼ Ἀχαιῶν·

    καρπαλίμως δʼ ἐλθόντες ἐπʼ ᾐόνας Ἑλλησπόντου,

    ἔνθʼ αὖθις στήσαντο νέας, σὺν δʼ ἄρμενα πάντα

    εἷλον ἐπισταμένως, ὅσα νήεσιν αἰὲν ἕπονται.

    αὐτοὶ δʼ αἶψʼ ἐκβάντες ἐς Ἴλιον ἐσσεύοντο

    ἄβρομοι, ἠΰτε μῆλα ποτὶ σταθμὸν ἀΐσσοντα

    ἐκ νομοῦ ὑλήεντος ὀπωρινὴν ὑπὸ νύκτα·

    ὣς οἵ γʼ αὐίαχοι Τρώων ποτὶ ἄστυ νέοντο

    πάντες ἀριστήεσσιν ἀρηγέμεναι μεμαῶτες.

    οἱ δʼ, ὡς σμερδνὰ λύκοὶ λιμῷ περιπαιφάσσοντες

    σταθμῷ ἐπιβρίσωσι κατʼ οὔρεα μακρὰ καὶ ὕλην

    εὕδοντος μογεροῦ σημάντορος, ἄλλα δʼ ἐπʼ ἄλλοις

    δάμνανθʼ ἕρκεος ἐντὸς ὑπὸ κνέφας, ἀμφὶ δὲ πάντῃ

    . . .

    . . .

    . . .

    αἵματι καὶ νεκύεσσιν, ὀρώρει δʼ αἰνὸς ὄλεθρος,

    καίπερ ἔτι πλεόνων Δαναῶν ἔκτοσθεν ἐόντων·

    ἀλλʼ ὅτε δὴ μάλα πάντες ἔβαν ποτὶ τείχεα Τροίης,

    δὴ τότε μαιμώωντες ἀνηλεγέως ἐσέχυντο

    ἐς Πριάμοιο πόληα μένος πνείοντες Ἄρηος.

    πᾶν δʼ εὗρον πτολίεθρον ἐνίπλειον πολέμοιο

    καὶ νεκύων· πάντῃ δὲ πυρὶ στονόεντα μέλαθρα

    καιόμενʼ ἀργαλέως· μέγα δὲ φρεσὶν ἰαίνοντο.

    ἐν δὲ καὶ αὐτοὶ Τρωσὶ κακὰ φρονέοντες ὄρουσαν·

    μαίνετο δʼ ἐν μέσσοισιν Ἄρης στονόεσσα τʼ Ἐνυώ·

    πάντῃ δʼ αἷμα κελαινὸν ὑπέρρεε, δεύετο δὲ χθὼν

    Τρώων τʼ ὀλλυμένων ἠδʼ ἀλλοδαπῶν ἐπικούρων.

    τῶν οἱ μὲν θανάτῳ δεδμημένοι ὀκρυόεντι

    κεῖντο κατὰ πτολίεθρον ἐν αἵματι· τοὶ δʼ ἐφύπερθε

    πῖπτον ἀποπνείοντες ἑὸν μένος· οἱ δʼ ἄρα χερσὶ

    δράγδην ἔγκατʼ ἔχοντες ὀϊζυρῶς ἀλάληντο

    ἀμφὶ δόμους· ἄλλοι δὲ ποδῶν ἑκάτερθε κοπέντων

    ἀμφὶ νεκροὺς εἵρπυζον ἀάσπετα κωκύοντες·

    πολλῶν δʼ ἐν κονίῃσι μαχέσσασθαι μεμαώτων

    χεῖρες ἀπηράχθησαν ὁμῶς κεφαλῇσι καὶ αὐτῇς·

    φευγόντων δʼ ἑτέρων μελίαι διὰ νῶτα πέρησαν

    ἄντικρυς ἐς μαζούς, τῶν δʼ ἰξύας ἄχρις ἱκέσθαι

    αἰδοίων ἐφύπερθε διαμπερές, ᾗχι μάλιστα

    Ἄρεος ἀκαμάτοιο πέλει πολυώδυνος αἰχμή.

    πάντῃ δʼ ἀμφὶ πόληα κυνῶν ἀλεγεινὸς ὀρώρει

    ὠρυθμός· στοναχὴ δὲ δαϊκταμένων αἰζηῶν

    ἔπλετο λευγαλέη· περὶ δʼ ἴαχε πάντα μέλαθρα

    ἄσπετον· οἰμωγὴ δὲ πέλε στονόεσσα γυναικῶν

    εἰδομένων γεράνοισιν, ὅτʼ αἰετὸν ἀθρήσωσιν

    ὑψόθεν ἀΐσσοντα διʼ αἰθέρος, οὐδʼ ἄρα τῇσι

    θαρσαλέον στέρνοισι πέλει μένος, ἀλλά ἑ μοῦνον

    μακρὸν ἀνατρύζουσι φοβεύμεναι ἱερὸν ὄρνιν·

    ὣς ἄρα Τρωιάδες μέγα κώκυον ἄλλοθεν ἄλλαι,

    αἱ μὲν ἀνεγρόμεναι λέχεων ἄπο, ταὶ δʼ ἐπὶ γαῖαν

    θρῴσκουσαι· τῇς δʼ οὔτι μίτρης ἔτι μέμβλετο λυγρῇς,

    ἀλλʼ αὕτως ἀλάληντο περὶ μελέεσσι χιτῶνα

    μοῦνον ἐφεσσάμεναι· ταὶ δʼ οὐ φθάσαν οὔτε καλύπτρην

    οὔτε βαθὺν μελέεσσιν ἑλεῖν πέπλον, ἀλλʼ ἐπιόντας

    δυσμενέας τρομέουσαι ἀμηχανίῃ πεπέδηντο

    παλλόμεναι κραδίην, μοῦνον δʼ ἄρα χερσὶ θοῇσιν

    αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἱ δʼ ἀλεγεινῶς

    ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ

    θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν

    δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δʼ ἐλάθοντο

    δείματος, ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι

    ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη

    ὤπασεν. οἰμωγὴ δʼ ἀταλάφρονας ἔκβαλεν ὕπνου

    νηπιάχους, τῶν οὔπω ἐπίστατο κήδεα θυμός·

    ἄλλοι δʼ ἀμφʼ ἄλλοισιν ἀπέπνεον· οἱ δʼ ἐπέχυντο

    πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ

    κῆρες ὀϊζυρῶς ἐπεγήθεον ἀλλυμένοισιν.

    οἱ δʼ ὡς ἀφνειοῖο σύες κατὰ δώματʼ ἄνακτος

    εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος

    μυρίοι ἐκτείνοντο· λυγρῷ δʼ ἀνεμίσγετο λύθρῳ

    οἶνος ἔτʼ ἐν κρητῆρσι λελειμμένος· οὐδέ τις ἦεν,

    ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,

    οὐδʼ εἴ τις μαλʼ ἄναλκις ἔην· ὀλέκοντο δὲ Τρῶες.

    ὡς δʼ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι

    καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ

    ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ

    ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα

    μίμνωσιν, κείνοιο γλάγος ποτὶ σῶμα φέροντος,

    . . .

    νηδύα πλησάμενοι πολυχανδέα πάντʼ ἐπιόντες

    αἷμα μέλαν πίνουσιν, ἅπαν δʼ ὀλέκουσι μένοντες

    πῶϋ, κακὴν δʼ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι·

    ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπʼ ἄλλῳ

    κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηϊοτῆτα·

    οὐδʼ ἄρʼ ἔην Τρώων τις ἀνούτατος, ἀλλʼ ἅμα πάντων

    γναμπτὰ μέλη πεπάλακτο μελαινόμενʼ αἵματι πολλῷ.

    οὐδὲ μὲν Ἀργείοισιν ἀνούτατος ἔπλετο δῆρις,

    ἀλλʼ οἱ μὲν δεπάεσσι τετυμμένοι, οἱ δὲ τραπέζαις,

    οἱ δʼ ἔτι καιομένοισιν ἐπʼ ἐσχαρεῶνι τυπέντες

    δαλοῖς, οἱ δʼ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον,

    οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο

    Ἡφαίστου μαλεροῖο περιζείοντος ἀϋτμῇ·

    ἄλλοι δʼ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν

    ἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δʼ ἀπὸ χειρῶν

    δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτε βάλοντο

    χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν·

    καί πού τις βρεχμόν τε καὶ ἐγκέφαλον συνέχευε

    λᾶα βαλὼν ἑτάροιο κατὰ μόθον· οἱ δʼ ἅτε θῆρες

    οὐτάμενοι σταθμοῖς ἔνι ποιμένος ἀγραύλοιο

    ἀργαλέως μαίνοντο διεγρομένοιο χόλοιο

    νύχθʼ ὑπὸ λευγαλέην· μέγα δʼ ἰσχανόωντες Ἄρηος

    ἀμφὶ δόμους Πριάμοιο κυδοίμεον ἄλλοθεν ἄλλον

    σεύοντες, πολλοὶ δὲ καὶ ἐγχείῃσι δάμησαν

    Ἀργείων· Τρῶες γὰρ ὅσοι φθάσαν ἐν μεγάροισιν

    ἢ ξίφος ἢ δόρυ μακρὸν ἑῇς ἀνὰ χερσὶν ἀεῖραι,

    δυσμενέας δάμναντο καὶ ὡς βεβαρηότες οἴνῳ.

    αἴγλη δʼ ἄσπετος ὦρτο διʼ ἄστεος, οὕνεκʼ Ἀχαιῶν

    πολλοὶ ἔχον χείρεσσι πυρὸς σέλας, ὄφρʼ ἀνὰ δῆριν

    δυσμενέας τε φίλους τε μάλʼ ἀτρεκέως ὁρόωσι.

    καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα

    αἰχμητῆρα Κόροιβον ἀγανοῦ Μύγδονος υἷα

    ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν,

    ᾗχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι.

    καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος·

    κάππεσε δʼ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν,

    νήπιος, οὐδʼ ἀπόνητο γάμων, ὧν οὕνεχʼ ἵκανε

    χθιζὸς ὑπὸ Πριάμοιο πόλιν . . .

    . . . καὶ ὑπέσχετʼ Ἀχαιοὺς

    Ἰλίου ἂψ ὦσαι· τῷ δʼ οὐ θεὸς ἐξετέλεσσεν

    ἐλπωρήν· κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον.

    σὐν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα

    γαμβρὸν ἐϋμμελίην Ἀντήνορος, ὅς ῥα μάλιστα

    θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο.

    ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι,

    καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δʼ ἄρα πάγχυ

    γηραλέου κλάσθησαν ἄδην ἐπὶ σώματι γυῖα·

    καί ῥα περιτρομέων ἅμα χείρεσιν ἀμφοτέρῃσι

    τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δʼ ἥψατο γούνων

    ἀνδροφόνου ἥρωος· ὁ δʼ ἐς μόθον ἐσσύμενός περ

    ἢ χόλου ἀμβολίῃ, ἢ καὶ θεοῦ ὀτρύνοντος,

    βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρα τι εἴπῃ

    λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον· ὃς δʼ ἀλεγεινὸν

    ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμφεχε δεῖμα·

    γουνοῦμαί σʼ, ὅτις ἐσσὶ πολυσθενέων Ἀργείων,

    αἴδεσαι ἀμφιπεσόντος ἐμὰς χέρας, ἀργαλέου τε

    λῆγε χόλου· καὶ γάρ ῥα πέλει μακρὸν ἀνέρι κῦδος

    ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα

    κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς·

    τοὔνεκʼ ἐμεῦ ἄπο νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας

    ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι.

    ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός·

    ὦ γέρον, ἔλπομʼ ἔγωγʼ ἐσθλόν ποτὶ γῆρας ἱκέσθαι·

    ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔτινʼ ἐάσω

    ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλʼ Ἄϊδι πάντας ἰάψω,

    οὕνεκʼ ἄρʼ ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρʼ ἀπαμύνει.

    ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ

    δεινὸς ἀνήρ· ἴθυνε δʼ ὅπῃ θνητοῖς ἐπὶ πότμον

    ψυχῆς εἰσι τάχιστα καὶ αἵματος αἰνὰ κέλευθα·

    καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα

    Τυδείδαο χέρεσσιν. ὁ δʼ εἰσέτι Τρῶας ἐναίρων

    ἔσσυτʼ ἀνὰ πτολίεθρον ἐῷ μέτα κάρτεϊ θύων·

    δάμνατο δʼ ἠῢν Ἄβαντα· βάλεν δʼ ὑπὸ δούρατι μακρῷ

    υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα.

    Αἴας δʼ Ἀμφιμέδοντα, Δαμαστορίδην δʼ Ἀγαμέμνων,

    Ἰδομενεῦς δὲ Μίμαντα, Μέγης δʼ ἕλε Δηιοπίτην.

    υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ

    Πάμμονα δῖον ὄλεσσε, βάλεν δʼ ἐπιόντα Πολίτην,

    ἀντίφονόν τʼ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας

    υἱῆας Πριάμοιο· καὶ ἀντιόωντʼ ἀνὰ δῆριν

    δάμνατʼ Ἀγήνορα δῖον· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν

    ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετʼ ὄλεθρος

    ὀλλυμένων· ὁ δὲ πατρός ἑοῦ καταειμένος ἀλκὴν

    μαιμώων ἐδάϊζεν ὅσους κίχεν. ἐν δὲ καὶ αὐτῷ

    δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν

    ἑρκείου ποτὶ βωμόν· ὁ δʼ ὡς ἴδεν υἷʼ Ἀχιλῆος,

    ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκʼ ἄρʼ αὐτὸς

    θυμὸν ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσσαι·

    τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι·

    ὦ τέκος ὀβριμόθυμον ἐϋπτολέμου Ἀχιλῆος,

    κτεῖνον, μηδʼ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε

    τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι

    ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη

    φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης

    λευγαλέης, ὁμάδου τε δυσηχέος. ὡς ὄφελόν με

    σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι

    Ἴλιον, ὁππότʼ ἄποινα περὶ κταμένοιο φέρεσκον

    Ἕκτορος, ὅν μοι ἔπεφνε πατὴρ τεός· ἀλλὰ τὸ μέν που

    κῆρες ἐπεκλώσαντο· σὺ δʼ ἡμετέροιο φόνοιο

    ἄασον ὄβριμον ἦτορ, ὅπως λελάθωμʼ ὀδυνάων.

    ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·

    ὧ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις·

    οὐ γάρ σʼ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω·

    οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.

    ὣς εἰπὼν· ἀπέκοψε κάρην πολιοῖο γέροντος

    ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται

    ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ.

    ἡ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπʼ αἶαν

    νόσφʼ ἄλλων μελέων, ὁπόσοις ἐγκίνυται ἀνήρ·

    κεῖτο δʼ ἄρʼ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν

    . . .

    ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν·

    οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποτσιν,

    ἀλλʼ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον·

    καὶ τὸν μὲν πότμος εἶλε· κακῶν δʼ ὅ γε λήσατο πάντων.

    οἱ δὲ καὶ Ἀστυάνακτα βάλου Δαναοὶ ταχύπωλοι

    πύργου ἀφʼ ὑψηλοῖο, φίλου δέ οἱ ἦτορ ὄλεσσαν

    μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα

    ἕστορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε

    ζωὸς ἐών· τῷ καί οἱ ἀπηχθήραντο γενέθλην,

    καί οἱ παῖδʼ ἐβάλοντο καθʼ ἕρκεος αἰπεινοῖο,

    νήπιον, οὔπω δῆριν ἐπιστάμενον πολέμοιο.

    ἠΰτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς

    κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται

    μητρὸς ἀποτμήξαντες ἐϋγλαγέων ἀπὸ μαζῶν,

    ἡ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα

    μακρὰ κινυρομένη, τῇ δʼ ἐξόπιθεν κακόν ἄλλο

    ἔλθῃ, ἐπεί ἑ λέοντες ἀναρπάξωσι καὶ αὐτήν·

    ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο

    ἦγον δήϊοι ἄνδρες ἅμʼ ἄλλῃς ληιάδεσσι

    κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ βοῶσαν.

    ἡ δʼ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος

    μνησαμένη φόνον αἰνὸν ἐΰσφυρος Ἠετιώνη

    ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον

    τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν·

    καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον·

    εἰ δʼ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ

    ἢ κατὰ πετράων ἢ ἔσω πυρὸς αἶψα βάλεσθε,

    Ἀργεῖοι· μάλα γάρ μοι ἀάσπετα πήματʼ ἔασι·

    καὶ γάρ μευ πατέρʼ ἐδθλὸν ἐνήρατο Πηλέος υἱὸς

    Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δʼ ἔνι φαίδιμον ἄνδρα,

    ὅς μοι ἔην μάλα πάντα, τά τʼ ἔλδετο θυμὸς ἐμεῖο·

    καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα,

    ᾧ ἔτι κυδιάασκον ἀπείριτον, ᾧ ἔτι πολλὰ

    ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα.

    τῷ νύ μʼ ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο

    νοσφίσατʼ ἐσσυμένως, μηδʼ εἰς ἑὰ δώματʼ ἄγεσθε

    μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ

    εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων

    κηδεμονῆας ὄλεσσεν· ἄχος δέ με δέχνυται αἰνὸν

    ἐκ Τρώων στυγεροῖσιν ἐπʼ ἄλγεσιν οἰωθεῖσαν.

    ἦ ῥα λιλαιομένη χθόνα δύμεναι· οὐ γὰρ ἔοικε

    ζωέμεναι κείνοισιν, ὅσων μέγα κῦδος ὄνειδος

    ἀμφιχάνῃ· δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.

    οἱ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ.

    ἄλλοι δʼ αὖτʼ ἄλλοις ἐν δώμασι θυμὸν ἔλειπον

    ἀνέρες· ἐν δʼ ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει·

    ἀλλʼ οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκʼ ἄρʼ αὐτοῦ

    Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς,

    ὡς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδʼ ἐσάωσεν

    ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα·

    τῷ δʼ ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες

    αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἔασαν

    καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα.

    καὶ τότε δὴ πάϊς ἐσθλὸς ἀμύμονος Ἀγχίσαο

    πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο

    δουρὶ καὶ ἠνορέῃ, πολλῶν δʼ ἀπὸ θυμὸν ὀλέσσας,

    ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν

    αἰθόμενον πτολίεθρον, ἀπολλυμένους θʼ ἅμα λαοὺς

    πανσυδίῃ, καὶ κτῆσιν ἀπείριτον. ἔκ τε μελάθρων

    ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτʼ ἄρʼ αὐτοῦ

    ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτειχέα πάτρην,

    ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμʼ ὑπαλύξαι.

    ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήϊα νωμῶν

    νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμʼ ἀλεείνων

    πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ

    χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δʼ ἄρα νηὸς

    ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήϊα μοῦνα

    τυτθόν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς

    φορτίδος· ὣς πάϊς ἐσθλὸς ἐΰφρονος Ἀγχίσαο,

    ἄστυ λιπὼν δηΐοισι καταιθόμενον πυρὶ πολλῷ,

    υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε,

    τὸν μέν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι

    χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα,

    τὸν δʼ ἁπαλῆς ἅμα χειρὸς ἐπιψαύοντα πόδεσσι

    γαίης· οὐλομένου τε φοβεύμενον ἔργα μόθοιο

    ἐξῆγεν πολέμοιο δυσηχέος· ὃς δʼ ὑπʼ ἀνάγκης

    ἐκρέματʼ ἐμπεφυὼς ἀταλὸς πάϊς· ἀμφὶ δέ δάκρυ·

    χεύατό οἱ ἁπαλῇσι παρηίσιν· αὐτὰρ ὁ νεκρῶν

    σώμαθʼ ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δʼ ἐν ὄρφνῃ

    οὐκ ἐθέλων στείβεσκε· Κύπρις δʼ ὀδόν ἡγεμόνευεν

    υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ

    πρόφρων ῥυομένη· τοῦ δʼ ἐσσυμένου ὑπὸ ποσσὶ

    πάντῃ πῦρ ὑπόεικε· περισχίζοντο δʼ ἀϋτμαὶ

    Ἡφαίστου μαλεροῖο· καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν

    πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς, ὁππόσʼ Ἀχαιοὶ

    κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι

    καὶ τότε δὴ Κάλχας μεγάλʼ ἴαχε λαὸν ἐέργων·

    ἴσχεσθʼ Αἰνείαο κατʼ ἰφθίμοιο καρήνου

    βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα·

    τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέϊ βουλῇ

    Θύμβριν ἐπʼ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα

    τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν

    ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι

    κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν

    ἄχρις ἐπʼ ἀντολίην τε καὶ ἀκαμάτου δύσιν ἠοῦς·

    καὶ δʼ αὐτῷ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν,

    οὕνεκα δὴ πάϊς ἐστὶν ἐϋπλοκάμου Ἀφροδίτης,

    καὶ δʼ ἄλλως τοῦδʼ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας,

    οὕνεκα καὶ χρυσοῖο καὶ ἄλλʼ ὅσα οἱ κτέατʼ ἐστίν,

    ἄνδρʼ ἃ σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν,

    τῶν πάντων προβέβουλεν ἑὸν πατέρʼ ἠδὲ καὶ υἷα·

    νὺξ δὲ μίʼ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι

    ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.

    ὣς φάτο· τοὶ δʼ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον

    πάντες· ὁ δʼ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει,

    ᾗχί ἑ ποιπνύοντα πόδες φέρον· οἱ δʼ ἔτι Τροίης

    Ἀργεῖοι πτολίεθρον ἐϋκτίμενον διέπερθον.

    καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι

    Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας

    ἀμφʼ Ἑλένης λεχέεσσι δυσάμμορον· ἡ δʼ ὑπὸ φύζῃ

    κεύθετʼ ἐνὶ μεγάροισιν· ὁ δʼ αἵματος ἐκχυμένοιο

    γήθεεν ἀμφὶ φόνῳ· τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν·

    ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντʼ ἐφέηκα

    σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια

    ζωὸν ἔτʼ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι

    γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ σε δέξατʼ ὄλεθρος

    ἡμετέρης ἀλόχοιο παρὰ μεγάροισι δαρέντα

    ἀργαλέως· ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε

    θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος

    νοσφισάμην· καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος·

    ἀλλʼ ὁ μὲν ἤδη ἵκανεν ὑπὸ ζόφον ὀκρυόεντα

    τίσας αἴσιμα πάντα· σὲ δʼ οὐκ ἄρα μέλλεν ὀνήσειν

    ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔποτʼ ἀλιτροὶ

    ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκʼ ἄρʼ αὐτοὺς

    εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ

    ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται

    τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων.

    ὣς εἰπὼν δηΐοισιν ἀνηλέα τεῦχεν ὄλεθρον·

    μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἀέξων

    ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι

    Τρωσὶ κακὰ φρονέεσκε, τὰ δὴ θεὸς ἐξετέλεσσε

    πρέσβα Δίκη· κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν

    ἀμφʼ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο,

    σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ

    ἀθανάτων πατέοντο παραιβασίῃσι νόοιο·

    τῷ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον·

    τοὔνεκʼ ἄρʼ οἱ μὲν ὄλοντο πρὸ τείχεος, οἱ δʼ ἀνὰ ἄστυ

    τερπόμενοι παρὰ δαιτὶ καὶ ἠϋκόμοις ἀλόχοισιν.

    ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο

    εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν

    ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας

    ὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο,

    εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσʼ Ἀφροδίτη,

    ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δʼ ἐρωήν·

    τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο, καί οἱ ἔνερθεν

    ἡδὺν ὑφʼ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ ὄσσων.

    τῷ δʼ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη

    κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι,

    ἀλλʼ ὥστε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι

    εἱστήκει, τὸ μὲν οὔτε θοαὶ βορέαο θύελλαι

    ἐσσύμεναι κλονέουσι διʼ ἠέρος οὔτε νότοιο·

    ὣς ὁ ταφὼν μένε δηρόν· ὑπεκλάσθη δέ οἱ ἀλκὴ

    δερκομένου παράκοιτιν· ἄφαρ δʼ ὅ γε λήσατο πάντων,

    ὅσσα οἱ ἐν λεχέεσσι παρήλιτε κουριδίοισι·

    πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις, ἥ περ ἁπάντων

    ἀθανάτων δάμνησι νόον θνητῶν τʼ ἀνθρώπων.

    ἀλλὰ καὶ ὣς θοὸν ἆορ ἀπὸ χθονὸς αὖθις ἀείρας

    κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλʼ ἐνὶ θυμῷ

    ὡρμᾶτʼ ἐσσυμένοιο· δόλῳ δʼ ἄρα θέλγεν Ἀχαιούς.

    καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ

    μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι·

    δείδιε γὰρ μή δή σφιν ἐτώσια πάντα γένηται·

    ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε

    κουριδίην παράκοιτιν ἐναιρέμεν, ἧς πέρι πολλὰ

    ἄλγἐ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες·

    οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γʼ ἔολπας,

    ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης

    λησάμενος· τῷ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.

    ὣς φάθʼ· ὁ δʼ αἶψʼ ἐπίθησε. θεοὶ δʼ ἐρικυδέα Τροίην

    κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον,

    νόσφιν ἐϋπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης.

    αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτʼ ἐσίδοντο

    περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο.

    ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὴ ἐΰφρων Τριτογένεια

    πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ ῥά οἱ ἔνδοθι νηοῦ

    Κασσάνδρην ᾔσχυνεν Ὀϊλέος ὄβριμος υἱὸς

    θυμοῦ τʼ ἠδὲ νόοιο βεβλαμμένος· ἡ δέ οἱ αἰνὸν

    εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης·

    οὐδὲ μὲν ἔργον ἀεικὲς ἐσέδρακεν, ἀλλά οἱ αἰδὼς

    καὶ χόλος ἀμφεχύθη· βλοσυρὰς δʼ ἔτρεψεν ὀπωπὰς

    νηὸν ἐς ὑψόροφον· περὶ δʼ ἔβραχε θεῖον ἄγαλμα,

    καὶ δάπεδον νηοῖο μέγ ἔτρεμεν· οὐδʼ ὅ γε λυγρῆς

    λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις.

    πάντῃ δʼ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα

    ὑψόθεν· ἀζαλέη δὲ κόνις συνερίσγετο καπνῷ·

    ὦρτο δʼ ἄρα κτύπος αἰνός, ὑπετρομέοντο δʼ ἀγυιαί·

    καίετο δʼ Αἰνείαο δόμος, καίοντο δὲ πάντα

    Ἀντιμάχοιο μέλαθρα· καταίθετο δʼ ἄσπετος ἄκρη

    Πέργαμον ἀμφʼ ἐρατὴν περί θʼ ἱερὸν Ἀπόλλωνος

    νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν

    Ἑρκείου· θάλαμοι δὲ κατεπρήθοντʼ ἐρατεινοὶ

    υἱωνῶν Πριάμοιο· πόλις δʼ ἀμαθύνετο πᾶσα.

    Τρῶες δʼ οἱ μὲν παισὶν ὑπʼ Ἀργείων ὀλέκοντο,

    οἱ δʼ ὑπὸ λευγαλέου τε πυρὸς σφετέρων τε μελάθρων,

    ἔνθα σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη,

    ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν

    πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες,

    οἱ δʼ ἄρʼ ὁμῶς τεκέεσσι κατακτείναντες ἄκοιτιν

    κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.

    καί ῥά τις οἰόμενος δηΐων ἑκὰς ἔμμενʼ ἀϋτὴν

    ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας

    ὥρμηνεν πονέεσθαι ἐφʼ ὕδατι· τὸν δὲ παραφθὰς

    Ἀργείων τις ἔτυψεν ὑπʼ ἔγχεϊ καί οἱ ὄλεσσε

    θυμὸν ὑπʼ ἀκρὴτῳ βεβαρημένον· ἤριπε δʼ εἴσω

    δώματος· ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.

    ἄλλῳ δʼ αὖ φεύγοντι διὰ μεγάροιο μεσόδμη

    ἔμπεσε καιομένη, ἐπὶ δʼ ἤριπεν αἰπὺς ὄλεθρος.

    πολλαὶ δʼ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν

    ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώματι παίδων,

    οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δʼ ἀνὰ ποσσὶν ἰοῦσαι

    παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.

    ἵπποι δʼ αὖτε κύνες τε διʼ ἄστεος ἐπτοίηντο

    φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ

    στεῖβον ἀποκταμένους, ζωοῖσι δὲ πῆμα φέροντες

    αἰὲν ἐνερρήγνυντο. βοὴ δʼ ἀμφίαχεν ἄστυ.

    καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο

    . . .

    φθεγγομένου· τοὺς δʼ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν·

    ἄλλον δʼ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.

    φλὸξ δʼ ἄρʼ ἐς ἠέρα δῖαν ἀνέγρετο· πέπτατο δʼ αἴγλη

    ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο

    μέχρις ἐπʼ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα

    Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο·

    καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον·

    ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον

    πολλὰ μάλʼ ἀμφʼ Ἑλένης ἑλικοβλεφάροιο καμόντες,

    πᾶσα δʼ ἄρʼ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη

    καίεται· οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε·

    πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα·

    καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα

    κυδήεντα τίθησι, τὰ δʼ ὑψόθι μείονʼ ἔθηκε·

    πολλάκι δʼ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο

    ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο.

    ὣς ἂρʼ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην

    εἰσορόων. στονόεσσα δʼ ἔτʼ ἄμφεχε Τρῶας ὀϊζύς·

    Ἀργεῖοι δʼ ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτʼ ἀῆται

    λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν,

    ὁππότʼ ἄρʼ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο

    βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν

    ἐς νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ

    πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντʼ ἐνὶ πόντῳ

    ὀρνυμένων ἀνέμων· τοῖς εἴκελοι υἷες Ἀχαιῶν

    πόρθεον Ἴλιον αἰπύ· τὸ δʼ ἐν πυρὶ καίετο πολλῷ.

    ἠΰτʼ ὄρος λασίῃσιν ἄδην καταείμενον ὕλῃς

    ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο

    ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι καλῶναι,

    τῷ δʼ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα

    Ἡφαίστοιο βίῃφι περιστρεφθέντα καθʼ ὕλην·

    ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς

    ῥύετʼ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι

    μακρὰ περιστήσαντο, τά περ βροτὸς οὔποτʼ ἄλυξε.

    καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τʼ Ἀκάμαντι

    Θησῆος μεγάλοιο διʼ ἄστεος ἤντετο μήτηρ

    αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν,

    ὅς μιν ἄγεν κείνοισι καταντίον· ἡ δʼ ἀλάλυκτο

    φεύγουσʼ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἱ δʼ ἐσιδόντες

    αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς

    αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο

    ἀντιθέην παράκοιτιν· ἄφαρ δέ οἱ ἐμμεμαῶτες

    χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι

    ἐς Δαναούς· ἡ δʼ αἰνὸν ἀναστενάχουσα μετηύδα·

    μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων,

    δήϊον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε·

    οὐ γὰρ Τρωιάδων γένος εὔχομαι, ἀλλά μοι ἐσθλὸν

    αἷμα πέλει Δαναῶν μάλʼ ἐϋκλεές, οὕνεκα Πιτθεὺς

    γείνατό μʼ ἐν Τροιζῆνι· γάμῳ δʼ ἑδνώσατο δῖος

    Αἰγεύς· ἐκ δʼ ἄρʼ ἐμεῖο κλυτὸς πάϊς ἔπλετο Θησεύς.

    ἀλλά με, πρὸς μεγάλοιο Διός , τερπνῶν τε τοκήων,

    εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδʼ ἵκοντο

    υἷες ἅμʼ Ἀτρείδῃσι, φίλοις παίδεσσιν ἐκείνου

    δείξατʼ ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀΐω

    ὔμμιν ὁμήλικας ἔμμεν· ἀναπνεύσει δέ μευ ἦτορ,

    ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω.

    ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἑοῦ μνήσαντο τοκῆος,

    ἀμφʼ Ἑλένης ὅσʼ ἔρεξε, καὶ ὡς διέπερσαν Ἀφίδνας

    κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότʼ ἄρʼ αὐτοὺς

    ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι

    νηπιάχους ἔτʼ ἐόντας· ἀνεμνήσαντο δʼ ἀγαυῆς

    Αἴθρης, ὅσσʼ ἐμόγησε δορυκτήτῳ ὑπʼ ἀνάγκῃ,

    ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα

    ἀντιθέης Ἑλένης· σὺν δʼ ἀμφασίῃ κεχάροντο.

    Δημοφόων δέ μιν ἠῢς ἐελδομένην προσέειπεν·

    σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ

    αὐτίκʼ, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας

    ἡμέας, οἵ σε φίλῃς συναειράμενοι παλάμῃσιν

    οἴσομεν ἐς νῆας, καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας

    ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες.

    ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ

    χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους

    καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα·

    ὣς δʼ αὕτως Ἀκάμαντα κύσεν, περὶ δέ σφισι δάκρυ

    ἡδὺ κατὰ βλεφάροιϊν ἐχεύατο μυρομένοισιν·

    ὡς δʼ ὁπότʼ αἰζηοῖο μετʼ ἀλλοδαποῖσιν ἐόντος

    λαοὶ φημίξωσι μόρον, τὸν δʼ ἔκποθεν υἷες

    ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα

    κλαίουσιν μάλα τερπνόν· ὁ δʼ ἔμπαλια παισὶ καὶ αὐτὸς

    μύρεται ἐν μεγάροισιν ἐπωμαδόν, ἀμφὶ δὲ δῶμα

    ἡδὺ κινυρομένων γοερὴ περιπέπτατʼ ἰωή·

    ὣς τῶν πυρομένων λαρὸς γόος ἀμφιδεδήει.

    καὶ τότε που Πριάμοιο πολυκτήτοιο θύγατρα

    Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι

    εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρα ἑ γαῖα

    ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα.

    τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθεν

    ῥῆξεν ἀπειρεσίην· ἡ δʼ ἐννεσίῃσι θεοῖο

    κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου,

    Ἰλίου ὀλλυμένης, ἧς εἵνεκά φασι καὶ αὐτὴν

    Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι

    ἀχλύϊ καὶ νεφέεσσιν ἀποιχομένην χοροῦ ἄλλων

    πληιάδων, αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν·

    ἀλλʼ αἱ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν

    ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν· ἡ δʼ ἄρα μούνη

    κεύθεται αἰὲν ἄϊστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ

    Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν· οὐδέ οἱ αὐτὸς

    Ζεὺς ὕπατος χραίσμησεν ἀπʼ αἰθέρος, οὕνεκα Μοίραις

    εἴκει καὶ μεγάλοιο Διὸς μένος· ἀλλὰ τὸ μέν που

    ἀθανάτων τάχʼ ἔρεξεν ἐῢς νόος, ἠὲ καὶ αὐταί·

    Ἀργεῖοι δʼ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον

    πάντῃ ἀνὰ πτολίεθρον· ἔρις δʼ ἔχε πείρατα χάρμης.